In Hippocratis De officina medici
Galen
Galen, In Hippocratis De officina medici
Μαλθακὰ δὲ, μὴ παχέα.
Πάντα ταῦτα δηλονότι κελεύει μαλθακὰ, μὴ παχέα παραλαμβάνεσθαι φυλαττόμενον, ὥσπερ ἐπὶ τῶν ὀθονίων ἔμπροσθεν εἴπομεν, οὕτω κἀνταῦθα τὴν θλίψιν τῶν ὑποκειμένων σωμάτων.
Ταῦτα πάντα ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος.
Εἴρηται πρόσθεν ἤδη τοῦτο ἐπ’ ἄλλης ὕλης πραγμάτων ὁμοίας τῇ νῦν. καὶ μεμνῆσθαι χρὴ παρὰ πάντα τὸν λόγον ὡς ὅτι ἂν ἤτοι περὶ μήκους ἢ πλάτους ἢ πάχους ἢ ἀριθμοῦ τῶν ὀθονίων λέγεται, ἀναφορὰν ἔχειν πρὸς τοῦ πεπονθότος μορίου μῆκος καὶ πλάτος καὶ πάχος.
Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ, κατ’ ἄκρα σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσεως. παχύτατοι δὲ ᾗ ἐξέῤῥιπτε τὸ κάτηγμα.
Οἱ νάρθηκες, ὡς οἱ σπλῆνες, ἐρείσματα καὶ στηρίγματα τῆς ἐπιδέσεώς εἰσιν, ἀλλ’ οἱ μὲν σπλῆνες τῶν ὑποδεσμίδων, οἱ δὲ νάρθηκες ἁπάντων τῶν ἔνδον, ὡς εἶναι τέτταρα μὲν τὰ σύμπαντα, χρείαν ἰδίαν ἕκαστον παρέχον. ἔνδον μὲν γὰρ ὑποδεσμίδας πρῶτον, τό τε διαπεπλασμένον ὀστοῦν κρατούσας καὶ κωλυούσας φλεγμῆναι τὸ πεπονθός. ἐπ’ αὐταῖς δὲ τοὺς σπλῆνας, ὡς μὴ περιῤῥέοιεν, εἶτα τοὺς νάρθηκας στηρίζοντας, οὕστινας Ἱπποκράτης ἀξιοῖ λείους τε εἶναι καὶ ὁμαλούς. ἀντίκειται δὲ τῷ μὲν λείῳ τὸ τραχὺ, τῷ δὲ ὁμαλῷ τὸ ἀνώμαλον. καὶ τὸ μὲν τραχὺ πάντως ἐστὶν ἀνώμαλον, οὐ μὴν τό γε ἀνώμαλον ἐξ ἀνάγκης τραχύ· καθάπερ οὐδὲ ὁδὸς ἀνώμαλος εὐθέως ἐστὶ καὶ τραχεῖα. δύναται γὰρ ἀναβάσεις τε καὶ καταβάσεις ἔχουσα μὴ τραχείας ἀνώμαλος
Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει φυλασσομένων τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ τῇ θέσει ἢ τῇ βραχύτητι.
Φυλάττεσθαι κελεύει κατὰ τὰς ἐξοχὰς τῶν ὀστῶν τίθεσθαι τοὺς νάρθηκας. ἔστι δὲ τοῦτο κατὰ δύο τρόπους, ἢ μηδ’ ὅλως ἡμῶν τιθέντων αὐτοὺς κατ’ ἐκεῖνα τὰ μέρη τῆς ἐπιδέσεως ἢ βραχυτέρους ἐπιτιθέντων, ὡς μὴ παραγίνεσθαι πρὸς τὸ κυρτὸν, ἀλλὰ πρὸς τὸ καταπαύεσθαι, πρὶν ἐκείνου ψαῦσαι καὶ βέλτιόν τι πράττειν οὕτως. ὠνόμασε δὲ τὸ μὲν μηδ’ ὅλως θέντα νάρθηκας, φυλάξασθαι τὴν βλάβην
Παρέρμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον.
Ἐμνημόνευσε παρερμάτων καὶ κατ’ ἄλλον λόγον ὀλίγον ἔμπροσθεν, ἐφεξῆς τῶν ἐπιδέσμων, οὐ μὴν προσέθηκέ γε ῥητοῖς ἐκείνοις αὐτὰ περιβαλεῖν, ἀλλ’ ἡ τῆς τάξεως ἀκολουθία τοῦτο ἡμῖν ἐνεδείκνυτο. νυνὶ μέντοι φησὶν ἑρμάζειν δεῖ, ὅπερ ἐστὶν ἑδράζειν τε καὶ στηρίζειν ἄνευ τοῦ πιέζειν καὶ τοῦτο ποιεῖν κατὰ τὴν πρώτην ἐπίδεσιν, ὡς ταῖς ἐφεξῆς ἡμέραις ἀνερωτώμενος ὁ πάσχων ἢ μηδ’ ὅλως αἰσθάνεσθαι θλίψεως, δυναμένων ἡμῶν ἐπισφίγξαι τοὺς νάρθηκας τοῖς παρέρμασιν. ἔνιοι δὲ οὐκ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως ἔγραψαν τὸ πρῶτον, ἀλλ’ ἐν ἀρχῇ τῆς
Κηρωτῇ μαλθακῇ καὶ λείῃ καὶ καθαρῇ.
Οὐ γὰρ ἤδη μόνον τὸ δέρμα τοῦ πάσχοντος ἐπαλείφεσθαι βούλεται τῇ κηρωτῇ, ξηρῶν αὐτῶν ἐπιβαλλομένων τῶν ἐπιδέσμων, ἀλλὰ καθ’ ἑκάστην ἐπιδέσμου περιέλιξιν ἀκολουθεῖν ἐπιχριόμενον αὐτῷ τὴν κηρωτήν. εἰ γὰρ μόνην περιειλήσεις, ἐγχρῆσθαι δ’ οἴει κατὰ τοῦ δέρματος ἐπιβάλλειν ξηρὰς, ἀποστερήσεις τὸ πεπονθὸς μόριον ἐν τάχει τῆς γιγνομένης αὐτῷ βοηθείας ἐκ τῆς κηρωτῆς, ἀνατεινόντων μὲν ὀθονίων αὐτὴν ὑγραίνουσαν, αὐχμηρὸν δὲ ἐργαζομένων ἐκ τούτου τὸ δέρμα τὴν κηρωτὴν, διὰ τί μὲν εἶναι μαλθακὴν