In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο τῇ πρώτῃ ἐκ τοῦ σίνεος εἰς τὰ ἄνω, τῇ δὲ δευτέρῃ ἐκ τοῦ σίνεος εἰς τὰ κάτω τελευτώσῃ.

Λέλεκταί μοι καὶ πρόσθεν ὑποδεσμίδας ὀνομάζειν αὐτὸν τοὺς πρὸ τῶν σπληνῶν ἐπιδέσμους, ἁπάντων πρώτους ἐπιβαλλομένους τῷ πεπονθότι σώματι. γέγραπται δὲ ἐν τῷ περὶ ἀγμῶν τῆς ἑκατέρου περιθέσεως ἡ χρεία. ὁ μὲν γὰρ πρότερος αὐτῶν οὐ μόνον ἀνείργει τὴν ἐπιῤῥοὴν, ἀλλὰ καὶ τοῦ περιεχομένου κατὰ τὸ πεπονθὸς ἀπωθεῖταί τι πρὸς τὴν ἄνω χώραν. ὁ δὲ δεύτερος ἐκθλίβει τὸ περιττὸν αἵματος πεπονθότος μορίου πρὸς τὸ τοῦ κώλου πέρας. κοινὴ δὲ ἀμφοτέρου ἡ χρεία, κατέχειν τὸ διαπεπλασμένον ὀστοῦν ἀδιάστροφον.

826
Κατὰ τὸ σῖνος πιέζειν μάλιστα ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλα κατὰ λόγον.

Καὶ τούτων ὁ λογισμὸς ἐν τῷ περὶ ἀγμῶν εἴρηται. καθόλου γὰρ ἐπὶ πάσης ἐπιδέσεως, ἔνθα μὲν ἔσφιγκται μᾶλλον ἡ ὑποκειμένη σὰρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ, ἔνθα δὲ ἧττον, ἐνταῦθα δέχεται τὸ μεταῤῥέον ἐκ τῶν μᾶλλον θλιφθέντων.

Ἡ δὲ ἐπίδεσις πουλὺ τῆς ὑγιέος προσλαμβανέτω.

Καὶ ταύτης τῆς συμβουλῆς ὁ λογισμὸς δῆλος· ἐν γὰρ τῷ πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνειν τὴν ἐπίδεσιν, ἥ τε κράτησις ἀσφαλεστέρα τοῦ διαπεπλασμένου γίνεται καὶ μᾶλλον ἐκθλίβονται τοῦ πεπονθότος ἰχῶρες εἰς τὰ πλησιάζοντα καὶ ἐκ τῶν ἄνωθεν ἐπιῤῥοὴ κωλύεται μᾶλλον.

827
Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν μὴ ἡσσᾶσθαι τοῦ σίνεος μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι μηδὲ ἄχθος μηδὲ περίῤῥεψιν μηδὲ ἐκθήλυνσιν ἐπιδέσμου.

Οἱ δὲ ἄλλοι σχεδὸν ἅπαντες οὐ διωρίσαντο ἐπιδέσμους ὑποδεσμίδων. ὁ δὲ Ἱπποκράτης τοὺς μὲν αὐτῷ τῷ σώματι περιβεβλημένους ἐπιδέσμους ὑποδεσμίδας ὀνομάζει, τοὺς δὲ τοῖς σπλήνεσιν ἔξωθεν ἐπιδουμένους ἐπιδέσμους. τούτων οὖν ἡλίκον εἶναι χρὴ τὸ πλῆθος καὶ τὸ μῆκος καὶ τὸ πλάτος ἐν τῇδε τῇ ῥήσει διέρχεται, πλῆθος μὲν ἀξιῶν εἶναι τοσοῦτον, ὡς κρατεῖν ἀσφαλῶς αὐτὸ τὸ διαπεπλασμένον ὀστοῦν. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστιν ὡς ἄν τε μὴ κρατῶσιν οἱ ἐπίδεσμοι τοὐναντίον αὐτοῖς συμβήσεται, νικᾶσθαί τε καὶ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστι τοῦ βεβλαμμένου μέρους. εἰ γὰρ τὸ νικᾷν ᾖ αὐτοῖς ἐν τῷ φυλάττειν ἀκίνητον τὴν διάπλασιν, ἐὰν αὐτὴ κινηθῇ κατά τι,

828
προσηκόντως ἄν τις αὐτοὺς ἡττᾶσθαι φαίη. τὸ μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, τοιόνδε ἔσται, ἐὰν ὀλιγώτεροι τοῦ δέοντος οἱ ἐπίδεσμοι τύχοιεν ὄντες, ἐνέρεισις τῶν ἄρθρων, ὅπερ ἐστὶ βία καὶ θλίψις ἔσται σῖνος διήκουσα. καὶ μέντοι καὶ τοσούτους αὐτοὺς ποιήσεις ὡς βαρύνειν τὸν ἀσθενοῦντα καὶ οὕτως ἁμαρτήσεις τοῦ συμμέτρου. φυλαττόμενος οὖν ἑκάτερον τῶν σκοπῶν τοῦ πλήθους στόχασον. τῶν ἐπιδέσμων οἱ σκοποὶ δύο εἰσὶ, τὸ μήτε θλίβειν μήτε βαρύνειν. ἀλλὰ μηδὲ περίῤῥεψιν εἶναί φησι περὶ τῷ πλήθει τῶν ἐπιδέσμων. ἡ δὲ περίῤῥεψις ἀπὸ τοῦ περιῤῥέπειν ἐπὶ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ὅλην τὴν ἐπίδεσιν ὀνομάζεται. τοῦτο δὲ αὐτὸ περιῤῥέπον, ἀμετρία τοῦ πλήθους αὐτῶν γίνεται. τὴν δὲ ἐκθήλυνσιν, εἴρηται γὰρ αὐτῷ, οἱ μὲν τινὲς ἀπὸ τῶν μορίων ἤκουσαν, ἐν οἷς τὸ σῖνος, ὡς ἀσθενῶν καὶ μαλακῶν ἐσομένων διὰ τὸ πλῆθος ἐπιβεβλημένων ἔξωθεν ὀθονίων, ἔνιοι δὲ ἐπὶ τῆς ἐπιδέσεως αὐτῆς, ὡς ἀτόνου γινομένης· ἐκλύεται γὰρ καὶ ἡ τῶν ἐπιθεμένων
829
ναρθήκων κράτησις ὑπὸ τοῦ πλήθους τῶν ὑποβεβλημένων ὀθονίων.

Μῆκος δὲ καὶ πλάτος τριῶν ἢ τεττάρων ἢ πέντε ἢ ἕξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος.

Τῶν ἰδίων τοῦ ἐπιδουμένου δακτύλων καὶ πήχεων δηλονότι τοσούτων ἀξιοῖ τὴν ἐπίδεσιν εἶναι. τὸν δὲ ὅρον αὐτοῦ τοῦ μήκους καὶ τοῦ πλάτους οὐχ ἕνα μόνον ἐποίησε, διὰ τὸ μηδὲν τῆς ἐπιδέσεως ἴσον ἐν ἅπασι γενέσθαι τὸ μῆκος, ἀλλὰ κατὰ τοῦ κατάγματος μέγεθος ὑπαλλάττεσθαι, διορίζει πλήθη καὶ μήκη καὶ πλάτη τῶν ὀθονίων. ἐν ἅπαντι τούτῳ τῷ λόγῳ ἡ τελευτὴ ἐπιδέσεώς ἐστιν, ἣν μὲν ἐν τῷ περὶ ἀγμῶν βιβλίῳ κατ’ ἐκεῖνον ἀξιοῖ τὸν χρόνον γίγνεσθαι, καθ’ ὃν ἀφλεγμαντότατον τὸ πεπονθὸς ἐς νάρθηκας ἐμβάλλεται.

830
Αἱ παρέρματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν.

Τοσαυτάκις ἀξιοῖ τὸ πάρερμα περιβάλλειν τοῖς ἐπιδέσμοις, ὁποσάκις ἂν αὐτῶν ἐκείνων ἕκαστός ἐστι περιβεβλημένος. τὸ δὲ ὡς μὴ πιέζειν περὶ τοῦ μέτρου τῆς σφίγξεως αὐτῶν διδάσκει. μέχρι γὰρ τοσούτου ἐσφίγχθαι χρὴ κατὰ τὸ τῶν ἐπιδέσμων πάρερμα, μέχρις ἂν ἐπιμένῃ μὲν ἀσφαλῶς, μηδέπω δὲ πιέζῃ. τί οὖν ἄμεινον ἢ συνάπτειν ἀλλήλοις τὰ μέρη τῆς ῥήσεως, ὡς εἶναι τὸν λόγον τοιοῦτον· παρέρματος περιβολὰς τοσαύτας ποιητέον ἐστὶν, ὡς μὴ πιέζειν, ὡς τῶν πάνυ πολλῶν πιεζουσῶν. ἄμεινον δέ ἐστιν ἴσως ἀντὶ τοῦ τοσαῦτα τοιαῦτα τὸ τρίτον γράμμα ἀπὸ τῆς ἀρχῆς σ ποιήσαντας ι· τῇ γὰρ ποιότητι μᾶλλον αἱ περιβολαὶ τοῦ παρέρματος ἴσχουσι τὸ σύμμετρον τῆς ἐπιδέσεως, οὐ τῇ ποσότητι.