In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ἀναλελῆφθαι δὲ ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν. ὧν δὲ ἂν ἀποστῇ τἀναντία.

Οὐκ ἄλλο μέντοι τὸ ἄπονόν ἐστιν, ἄλλο δὲ τὸ κατὰ φύσιν, ἀλλ’ ἓν καὶ τὸ αὐτὸ συμβέβηκεν ἀμφοτέρῳ κατὰ φύσιν τε εἶναι καὶ ἀπόνῳ. τί ἔστι τοῦτο λέλεκται

802
μὲν καὶ ἐν τῷ περὶ ἀγμῶν ἱκανῶς ὑπ’ αὐτοῦ, δηλώσεται δὲ καὶ νῦν ἐπὶ προήκοντι τῷ βιβλίῳ. ὧν δὲ ἂν ἀποστῇ τἀναντία. τινὲς μὲν ἔγραψαν, ὧν δ’ ἂν μὴ ἀποστῇ, προσθέντες ἀπόφασιν τὴν μὴ, καί φασιν ὧν μὴ ἀποστῇ τι τῶν προειρημένων κατὰ λόγον τῆς ἐπιδέσεως, ὧν δ’ ἂν ἀποστῇ τὸ ἐναντίον. τοίνυν ὁ προειρημένος ἦν ἄρχεσθαι μὲν ἀπὸ τοῦ ὑγιοῦς, τελευτᾷν δὲ ἐπὶ τὸ ἐκλύοντα τὴν πίεσιν. ὁ ἐναντίος ἄρξεται μὲν ἀπὸ τῶν ἡλκωμένων καὶ κατεαγότων, ἀναβήσεται δὲ πρὸς τὴν κάτω χώραν ἐκλύων τὴν ἐπίδεσιν. ὅσοι δὲ ἄνευ τῆς ἀποφάσεως γεγραμμένην τὴν λέξιν ἐξηγοῦνται, φασὶ κελεύειν αὐτὸν ὧν δ’ ἂν ἀποστήσεται προσεσταλμένα, βουλόμεθα παρὰ φύσιν ἢ καὶ συμβεβηκότα τὸν εἰρημένον τρόπον τῆς ἐπιδέσεως ὑπαλλάττειν. καὶ ὅτι μὲν οὖν τὰ καλῶς συμφύντα διαστῆσαι βουλόμενοι, καθ’ ὁντιναοῦν τρόπον ἀλλήλοις συνεληλυθότα μὴ προσήκοντος, ἐναντίου τρόπου δεόμεθα, πρόδηλόν ἐστι. καὶ μέντοι μὲν ὅτι πολλὰ τῶν μεγάλων τραυμάτων, ἐφ’ ὧν τὸ βάθος ἀκόλλητον
803
ἔμεινε τοῦ δέρματος κολληθέντος ἢ συνῆλθεν ἀλλήλοις ἐνδιπλούμενα τὰ χείλη. κατάγματα δ’ ὅτι τοῦτ’ ἀφ’ ὧν ἐκλίθη πρὸς τὸ βάθος τὰ πέρατα τοῦ κατεαγότος, ἀνάλογον τοῖς ἐπὶ τοῦ δέρματος χείλεσιν ἀποστῆναι δεῖται τὰ συνεληλυθότα καὶ τοῦτο πρόδηλον παντί. καὶ μέντοι καὶ ὅτι κατ’ ἐκεῖνα τῶν ὀστῶν συμβαίνει τὸ εἰρημένον, ὅσα καὶ ἐν τούτοις κοιλότητας ἐντὸς ἑαυτῶν ἢ σήραγγας ἀξιολόγους ἔχει καὶ γιγνώσκομεν αὐτὰ καθ’ ἑαυτὰ χρήσιμα ταῦτα, ὡς δὲ κακῶς εἰρημένα νῦν μέμψαιτ’ ἂν τις. τῇ γὰρ προκειμένῃ λέξει συμφωνίαν οὐδεμίαν ἔχει. γέγραπται γὰρ ἐν αὐτῇ, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία. οὐ ταὐτὸν δὲ σημαίνεται πρὸς τῆς, ὧν δ’ ἂν ἀποστῇ καὶ πρὸς τῆς ὧν δὲ ἀποστῆσαι θέλει λέξεως. ἐχρῆν οὖν αὐτοὺς, ὥσπερ οἱ πρότεροι τὴν ἀπόφασιν προτιθέντες τοῦ ἀποστῆσαι τὴν λέξιν ὁμολογοῦσαν. εἰργάσατο τῇ σφετέρᾳ δόξῃ οὕτως αὐτοὺς μεταγράψαντες αὐτὴν ἐξηγήσασθαι καθὼς βούλονται. γεγραμμένης δ’ ὡς νῦν γέγραπται, τὴν ἐξήγησιν ἀλλοτρίαν ἐποιήσαντο. 
804
μὴ τοίνυν ἐν τῇ προκειμένῃ λέξει σε περὶ ὧν ἀποστῆσαι βουλόμεθα διδάσκει. ἐρεῖ γὰρ περὶ τούτων ἐφεξῆς. ἀλλὰ περὶ τῶν ἀφισταμένων, οὐδέπω ἀφεστώτων τελέως ἢ καὶ τελέως μὲν ἀφεστώτων, οὐ μὴν εἰς κόλπον γε μεθεστώτων ἤδη. δεῖται γὰρ ταῦτα πρώτης μὲν τῆς ἀνωδύνου καὶ πεπτούσης τὸ διαπυΐσκον ἀγωγῆς. ἐπεὶ δ’ ἂν ἐκπυήσῃ στομώσεως εἰς ἔκκρισιν, εἶτ’ ἐφεξῆς εἴ τι φλεγμονῆς ἐν τοῖς περιέχουσι τὸ ἐκκριθὲν ὑγρὸν ὑπολείπεται, αὐτὸ ἐξιάσασθαι καὶ μετὰ ταῦθ’, ὡς ἔφην, ἀντιξηρανθῆναί τε καὶ σαρκωθῆναι, κἄπειθ’ οὕτως κολλᾶσθαι καταλειφθέντος αὐτοῦ μόνου τοῦ κόλπου μηδενὸς ἐζευγμένου παθήματος αὐτῷ. μήτ’ οὖν φλεγμονῆς μήτε ῥύπου μήτε ὑγρότητος περιττῆς μήτ’ ἐνδείας σαρκῶν. οὐδὲν οὖν θαυμαστὸν, εἰ τἀναντία συμβουλεύει πράττειν ἐπὶ τῶν ἀφισταμένων. ὅστις γὰρ ὡμίληκε μὴ κατὰ τὸ πάρεργον τοῖς ἔργοις τῆς τέχνης, οἶδεν ἐπὶ τῶν πεφθῆναι δυναμένων ἀποστάσεων οὔτ’ ἐκκρίνεσθαί τι τοῦ διαπυΐσκοντος χυμοῦ ἀσύμφορον. ἄμεινόν τε
805
γὰρ θᾶττον ἔνδον αὐτῷ μένοντι συμβάλλειν τὸ λοιπὸν, οὐδ’ ὅλως ἐπιδέσεως χρῇζον τὸ πεπονθὸς, ὅσον ἐπὶ τῷ πάθει. παραλαμβάνεται γὰρ ἐπ’ αὐτὸ ἐπίδεσις, οὐχ ὡς αὐτὴ δυναμένη θεραπεύειν, ἀλλ’ ὡς τοῖς θεραπευομένοις ὑπηρετοῦσα. διαφέρει τοίνυν ἡ τῶν ἀφεστώτων θεραπεία τῆς τῶν κόλπων ὅλων· τῶν γειτνιώντων μὲν γὰρ οὐδὲν ὑγρὸν ἐκρεῖν ἄχρι περ ἂν πέττηται συμφέρει, τῶν κόλπων δὲ ἐκκρῖναι πάντως, μηδὲν ἔνδον ὑπολείπεσθαι καὶ τούτων μὲν μηδὲν ὅλως εἶναι στόμιον, ἐπὶ δὲ τῶν κόλπων εἶναί τε καὶ ἀνεῷχθαι καὶ ταῦτα μὲν ἀφιστάμενα διὰ καταπλασμάτων ὑγραινόντων τε καὶ θερμαινόντων πέττεσθαι. τοὺς κόλπους δὲ διὰ ἰσχυρῶς ξηραινόντων καὶ καθαιρόντων, καθαροὺς καὶ ξηροὺς γίνεσθαι· ἔτι δὲ τοὺς μὲν κόλπους τὴν μὲν εἰρημένην ἐπίδεσιν ἰᾶσθαι, τὰ δὲ ἀφιστάμενα μηδὲ ἄλλως τοῖς ἰωμένοις ὑπηρετοῦσαι, ὑπ’ αὐτῶν τὴν ἐπίδεσιν παραλαμβάνομεν. Ἀσκληπιάδης δὲ ἐπὶ τῆς ἐπιδέσεως ἀκούων τούτων, ὧν δὲ ἂν ἀποστῇ τὰ ἐναντία τὴν ὅλην διάνοιαν εἶναι βούλεται. ἂν δὲ ἐπιδεῖν ἐν σχήματι, ἐν ᾧ μήτε ἀπόσφιγξις
806
μήτε ἀπόστασις ἔσται, τοῦτο δ’ ἐστὶν ἅπαν κατὰ φύσιν. ἐφ’ ὧν δὲ ἂν ἡ ἐπίδεσις ἀποστῇ, ἐπὶ τούτων τἀναντία πρᾶττε, τουτέστιν ἐν τῷ ἐναντίῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. καὶ γράφει κατὰ λέξιν οὕτως· ἐν ᾧ σχήματι τοῦ μέρους ἐπιτιθέντος σχήματος ἐπίδεσμος ἀποστῇ, τῷ ἐναντίῳ τούτῳ σχήματι τὴν ἐπίδεσιν ποιοῦ. οἷον ἐκτεταμένου τοῦ ἀγκῶνος, ἐπειδὰν ὁ βραχίων καταδεθῇ, ὁ ἐπίδεσμος οὐ μένει, ἀλλ’ ἀφίσταται, τοὐναντίον σχῆμα τῇ ἐκτάσει κατασκευάσας· ἐπεὶ δὲ τουτέστι κάμψας τὸν ἀγκῶνα ἐπίδει πάλιν. ἐπεὶ κατὰ φύσιν μὲν σχῆμα τοῖς σκέλεσίν ἐστι τὸ ἐκτεταμένον, ἐὰν καὶ κεκαμμένων τῶν σκελῶν ἐπιδήσας ἐκτεῖναι κελεύσῃς, μεταβάντων τῶν μυῶν εἰς ἄλλους τόπους ὁ ἐπίδεσμος ἀποστήσεται ἀπ’ ἐκείνων, ἀφ’ ὧν μύες ἀπεχώρησαν, τὸ ἐναντίον σχῆμα τοῦ κατακεκαμμένου ποιήσας, ἐπειδὴ τουτέστιν ὁ ἐκτείνας τὰ σκέλη ἀποδεῖν, ὅπερ καὶ κεῖσθαι μέλλει σχήματι. καὶ ταῦτα μέν σοι κατὰ τοῦ Ἀσκληπιάδους· ἐμοὶ δὲ καιρὸς ἤδη μεταβαίνειν ἐφ’ ἑτέραν ῥῆσιν.

807
Ὧν δ’ ἂν ἐκπεπταμένα συστεῖλαι, τὰ μὲν ἄλλα τὰ αὐτὰ. ἐκ πολλοῦ δέ τινος δεῖ τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ συμψαύειν.

Ἀναμνησθῶμεν εἰπεῖν κεφαλαίων ἐξεπίτηδες ὡς γίγνεσθαι κατὰ τὴν λέξιν ἧς ἀρχή· ἐπίδεσις μὲν αἰτίη, ὥστε τὰ ἀφεστεῶτα προστεῖλαι. ἄχρι δεῦρο λελεγμένων αὐτῷ μνημονεύσωμεν· οὕτως γὰρ ὑπακουσόμεθα καὶ τοῦ λείπειν ἐν τῇ προκειμένῃ ῥήσει δοκοῦντος, ὥστε καὶ προστεθέντος αὐτοῦ τὴν λέξιν τοιάνδε· ὧν δὲ ἂν ἐκπεπταμένα συστεῖλαι δέῃ, τὰ μὲν ἄλλα ἃ πράξομεν· ἐκ πολλοῦ δὲ τὴν προσαγωγὴν ποιησόμεθα καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς εἶπεν. ἐκπεπταμένα δὲ ἀκουστέον ὑπ’ αὐτοῦ λέγεσθαι τὰ μετὰ τοῦ διεστάναι πλέον ἢ προσῆκεν ἀλλήλων ἐκπεπταμένα κατὰ

808
τῆς σαρκὸς ἑκάτερον χεῖλος, ὡς ἐπὶ τραυμάτων ὁρᾶται γιγνόμενον, ἐνίοτε φλεγμῆναν ἰσχυρῶς. ὅταν γὰρ ἡ διαίρεσις τῆς σαρκὸς ἄχρι πολλοῦ γένηται βάθους, ἐγκαρσίου τοῦ μυὸς τμηθέντος, εἶθ’ ἡ μὲν κόλλησις καὶ σύμφυσις μὴ τεχθῇ, φλεγμονὴ δὲ ἐπιγένηται μεγάλη, δι’ ἣν τὸ δέρμα τεινόμενον ἑκατέρως τὸ συνεχὲς αὐτῷ χεῖλος ἐπισπάσηται κατὰ ἀμφότερα μέρη τὸ ἐκπεπταμένον γένηται. τοιαύτην δὲ ἰδίαν ἴσχει καὶ χείλη φλεγμήναντα καὶ βλέφαρα καὶ πόσθη, καὶ μέντοι καὶ πιεσάντων τινῶν τὸ τῆς κεφαλῆς δέρμα πρὸς ἀνάτρησιν ἐπιτηδείως γιγνομένη φλεγμονὴ τὴν τῶν ἐκπεπταμένων ἰδίαν εἰργάσατο. καὶ μάλιστά γε τοῦτο συμβαίνει πολλάκις, εἰ πιέσαντες τὸ δέρμα τὴν ἐν τῷ μέσῳ τῶν χειλῶν χείραν μοτοῖς πληροῦμεν. οὔτε δὲ κἀπὶ τῆς ἐγκαρσίας τομῆς τῶν μυῶν ἄχρι βάθους γιγνομένης ἐνίοτε πράττομεν ἢ δι’ αἱμοῤῥαγίαν ἐνθέντες ὀθόνας τιλτὰς, ἃς ὀνομάζουσι μοτοὺς καὶ τῷ δεδιέναι συμφῦναι μὲν τὸ δέρμα· τὰ δὲ ἐσπασμένα μόρια τοῦ μυὸς ἑκατέρως μὴ κολληθῆναι. τὰ τοιαῦτα οὖν πάθη πάντα δεῖται μὲν
809
καὶ τῆς ἄλλης θεραπείας τῆς ἰωμένης τὴν φλεγμονὴν, ἀλλ’ οὐ πρόκειται νῦν ἁπάντων αὐτῷ παθῶν ἁπάσας γράφειν θεραπείας, ἀλλὰ τὰς χειρουργίας ἰδίως ὀνομαζομένας. ἡ τοίνυν ἡ τῶν ἐκπεπταμένων ἐπίδεσις τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῶν ἀφεστώτων. ἄρχεται γὰρ ἐκ τῶν ὑγιῶν καὶ κατ’ ὀλίγον ἥκει πρὸς τὴν φανερὰν ἕλκωσιν ἔχον δέρμα. διαφέρει δὲ ἐν τῷ πόῤῥωθεν ἄρχεσθαι μᾶλλον τῆς τῶν ἀφεστώτων, ἀποτείνειν τε τὴν πίεσιν ἄχρι τῶν ἐκπεπταμένων μορίων. ἐπὶ γοῦν τῶν κόλπων ἐπίδεσιν ἐκ τοῦ πυθμένος αὐτῶν ἤρθη. τὴν δὲ τῶν ἐκπεπταμένων ἐκ τῆς οἷον ῥίζης αὐτῶν ἄρχεσθαι προσῆκον, ἀλλὰ πόῤῥωθεν ἐκ τῶν ὑγρῶν ἐπάγειν τὸ δέρμα κατὰ βραχὺ πρὸς τὴν ἕλκωσιν, οὐ κελεύοντα τὴν ἐπίδεσιν τῶν ἑλκῶν, ἀλλ’ ἐπιτείνοντα κατὰ βραχὺ τὴν πρώτην ἑαυτῶν περιέλιξιν ἐκ περιτροπῆς τοῦ δέρματος πιέσεως ποιεῖσθαι. μετὰ ταῦτα δὲ ἐπὶ μᾶλλον. ἔνιοι μὲν ἐπὶ μιᾶς ἐνεργείας ἤκουσαν, ἔνιοι δὲ ἐπὶ πλειόνων· ἐπὶ μιᾶς μὲν οὖν εἰ ἀκούοιμεν τοῦ πρώτου ὀνόματος, ἡ τῆς ἐπιδέσεως 
810
ἀρχὴ δηλωθήσεται. ἐὰν δὲ ἐπὶ πλειόνων, τὴν πρώτην ἐπίδεσιν ὅλην δηλώσει τὸ πρῶτον ὄνομα. ἀληθὲς δέ ἐστιν ἑκάτερον, ἄλλοτε ἐπ’ ἄλλης διαθέσεως οὐκ εἴδει διαφερουσῶν, ἀλλὰ μεγέθει. τὴν μὲν γὰρ ἐπιεικεστέραν ἐκτροπὴν καὶ διὰ μιᾶς ἐπιδέσεως, εἰ τὸ κατὰ φύσιν ἄγειν πειρώμεθα, τὴν μείζονα δὲ οὐ βιαζόμεθα κατὰ τὴν πρώτην ἐπίδεσιν. ἐπικρατεῖν γὰρ ἐν τῷ τότε καιρῷ χρῆσις τῆς φλεγμονῆς θεραπείαν, οὐ τὴν ἐκ τῶν ἐκπεπταμένων ἐπανόρθωσιν. ἐπὶ δὲ τῷ τέγει τοῦ λόγου διὰ τοῦτο προσέθηκεν, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. ἐπεὶ δὲ δύναταί τις ἐπὶ πλέον ἀλλήλοις τὰ συνεστῶτα συνάγειν ἢ ὥστε ψαῦσαι μόνον, ἀλλὰ τὰ οὕτως συναχθέντα θλᾶται ἀνάλληλα καὶ ὀδύνην ἐργάζεται καὶ τὰς φλεγμονὰς αὐτῶν αὐξηθήσεται. χρὴ τοίνυν ἄχρι τοῦ ψαῦσαι συνάγειν ἀλλήλοις τὰ ἐκπεπταμένα, οὐ προσωτέρω δὲ τοῦδε. γέγραπται δὲ διχῶς ἡ λέξις ἥδε, κατὰ τινὰ μὲν τῶν γραφῶν ὅριον τοῦ μάλιστα καὶ ταύτην γε ὁ Ἀσκληπιάδης οἶδε τὴν γραφὴν, ἐν ἄλλοις δὲ οὔτε ὅριον τοῦ μᾶλλον
811
τὸ συμψαύειν, καὶ ἔστιν ὥσπερ ἀμείνων, οὕτω καὶ παλαιοτέρα ἡ διὰ τοῦ μάλιστα γραφή.

Ὧν δὲ συνεσταλμένα διαστεῖλαι σὺν μὲν φλεγμονῇ τἀναντία, ἄνευ δὲ ταύτης παρασκευὴ μὲν τοιαύτη, ἐπιδέσει δὲ ἐναντίη.

Τὰ συνεσταλμένα τοῖς ἐκπεπταμένοις ἐναντίως διάκειται· τῶν μὲν γὰρ ἐκπεπταμένων τὰ χείλη πλεῖστον ἀλλήλαις κεχώρισται πρὸς τοὺς ἐναντίους τόπους, ὥστε τὸ ἕτερον ἐπὶ τὸ δεξιὸν ἀποκεχωρηκὸς εἴη, τὸ λεῖπον ἐπὶ τὴν, ἐν ἀριστεροῖς χώραν μεθίσταται. τούτοις δ’ ἔμπαλιν τὰ συνεσταλμένα προσελήλυθεν ἀλλήλοις οὕτως, ὡς ἤτοι τὸ ἕτερον ἐπικεῖσθαι θατέρῳ ἢ οἷον δεδηλῶσθαί πως ἑκάτερον ἢ πεπρᾶχθαι, καθάπερ τὰ ἑλισσόμενα. καὶ συμβαίνει ἐνίοτε διὰ τὴν φλεγμονὴν καὶ τοῦτο γίγνεσθαι παραπλησίως τῷ ἐναντίῳ παθήματι, καθ’ ὃ πλεῖστον ἀλλήλων ἀπῆχθαι πρὸς τὰ ἐναντία

812
τὰ τῶν ἐκπεπταμένων σωμάτων μόρια. θαυμαστὸν δὲ οὐδὲν ἐν πάθει τὴν φλεγμονὴν ἐναντίῳ τούτων εἶναι συμπτωμάτων γενητικήν. οὐ γὰρ ἐν τοῖς μέρεσι μεγάλως φλεγμαίνουσι τῶν ἐκπεπταμένων τε καὶ συνεσταλμένων μορίων ἀμφότερα γίγνεσθαι πέφυκεν. ἐπὶ γοῦν ὀφθαλμῶν ἐναργῶς ὁρᾶται, τοῦ μὲν περὶ τοῖς βλεφάροις ἔξωθεν δέρματος μεγάλως φλεγμήναντος καὶ μέχρι πλείονος, ὡς ἐπιλαμβάνειν τι καὶ τοῦ πλησιάζοντος χωρίου, γιγνόμενον ἐπὶ τῆς φλεγμονῆς ἐκτρέπεσθαι τὸ βλέφαρον. ὅταν δὲ μετρίως μὲν ἔχει τὸ δέρμα φλεγμονήν· εἰ δὲ μεγάλως ὁ ἔνδον ὑμὴν ὁ μέχρι τῆς ἴρεως ἐκτεταμένος ἐκλείπεται, τότε συμβαίνει τὸ βλέφαρον εἴσω. κἀπειδὰν ἀμφοτέροις αὐτοῖς τοῦτο συμβεβήκει, φίμωσις ὀνομάζεται τὸ πάθος, οὐ δυναμένου διοῖξαι τοῦ κάμνοντος οὕτω τὸν ὀφθαλμόν. ὁ δ’ αὐτὸς τρόπος τοῦ παθήματος ἐνίοτε καὶ περὶ τὰ χείλη γίγνεται καὶ πόσθην καὶ ἕδραν, καὶ ἥ γε αἰτία καὶ τούτων ἡ αὐτή. τὰ μὲν γὰρ ἔξωθεν αὐτῶν μέρη φλεγμήναντα σφοδρῶς ἐκτρέπεται, συμβαίνει δὲ τὰ αὐτὰ παθήματα καὶ περὶ τὰ τῶν γυναικῶν
813
αἰδοῖα. ἀνάλογον δὲ τούτοις συμβαίνει γίγνεσθαι καὶ περὶ τὰ τραύματα καὶ περὶ πάντα ὁπωσοῦν ἡλκωμένα. τῶν μὲν γὰρ ἔξωθεν μερῶν φλεγμαινόντων ἐκτρέπεται τὰ χείλη τῶν ἑλκῶν καταπίπτοντα πρὸς τὴν ἔσω χώραν. ἄτροφα δὲ εἶναι καὶ λεπτὰ τηνικαῦτα ἀναγκαῖόν ἐστι τὰ αὐτὰ χείλη καὶ πλαδαρά. πρὸς οὓς ἄρα γε. πῶς γὰρ ἂν ἄλλως, εἰ μή τις ὑπάρχῃ, πρὸς τὴν ἔσω χώραν ἑτοίμως καταφέροιτο; αὐτῶν δὲ ἔνδον μερῶν ἔνδεια καὶ δι’ ἀτροφίαν φθινώδη καὶ διὰ χειρουργίαν ἀμέτρως ἐκκόψασαν τὴν ὑποκειμένην σάρκα καὶ διὰ σηπεδόνα διαφείρασαν αὐτὰ συμβαίνει. τὰς μὲν οὖν τοιαύτας διαθέσεις ἐπίδεσις ὠφελεῖ προσηκόντως γιγνομένη· τὰς δὲ διὰ φλεγμονὴν κατὰ μὲν τὸν ἑαυτῆς λόγον οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτει βαρύνουσα. διότι δὲ τοῖς ἰωμένοις τὴν φλεγμονὴν φαρμάκοις ὑπηρετεῖ, διὰ τοῦτο ἀναγκαία γίνεται. κατὰ τοῦτο οὖν ὁ Ἱπποκράτης εἶπε τὰ συνεσταλμένα μόρια σὺν μὲν φλεγμονῇ τἀναντία πραττόντων ἡμῶν ὀνίνησιν, ὅπερ ἐστὶ φεύγοντας ἐπίδεσιν. ὅτι μὴ διὰ μεγάλην ἀνάγκην ἕνεκα τοῦ κατασχεῖν τινα τῶν
814
ἐπικειμένων τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἀφ’ ὧν γε ἐλπίζομεν ἐπιμεῖναι ταῦτα δύνασθαι χωρὶς ἐπιδέσεως, οὐδ’ ὅλως ἐπίδεσμον τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων προσφέρομεν αὐτὸν ἐκλεπτοτάτων τε καὶ κουφοτάτων ὀθονίων ποιούμεθα, καθόσον οἶόν τε περιβολαῖς ἐλαχίσταις ἢ καὶ μόνῃ μιᾷ· τοῦτο δὲ αὐτὸ τοὺς πολλοὺς ἰατροὺς ἔλαθεν ἐπιθέντας ἔξωθεν ἐπ’ οἶδος τοῖς φλεγμαίνουσι καταπλάσματά τε παχέα καὶ ῥάκη σκληρὰ καὶ βαρέα καὶ ἔρια πολλὰ καὶ πλῆθος ἐπιδέσμων, ἅτινα πάντα κατὰ τὸν αὐτὸν ἐναντιώτα ταῖς φλεγμοναῖς ἐστι μεγάλως ὑπὸ τῶν φλεγμαινόντων βλαπτομέναις. ἐὰν μέντοι χωρὶς φλεγμονῆς τὰ συνεσταλμένα γένηται, τὴν μὲν τῶν ὀθονίων παρασκευὴν τὴν αὐτὴν τῇ ἔμπροσθεν εἶναι κελεύει, τὴν δὲ ἐπίδεσιν ἐναντίαν τῇ τῶν ἐκπεπταμένων. εἴπερ οὖν ἐκείνην ἐποιησάμεθα τὴν ἀρχὴν τῶν ἐπιδέσμων, ἀναγόμενοι πόῤῥωθεν ὑπὸ τῶν ὑγρῶν, ἐπανάγοντες δὲ ἐκ περιτροπῆς τοὺς ἐκπεπταμένους αὐτοῖς καὶ κατὰ βραχὺ τὴν πίεσιν αὐξάνοντες, τὴν τῶν συνεσταλμένων ἀπὸ τοῦ πεπονθότος ἀρχόμενοι περιτρέπομέν τε καὶ ἀπάξομεν ἐπὶ τὴν πέριξ
815
χώραν τὸ δέρμα. προσθεῖναι χρὴ ἐνταῦθα τὸ παραλελειμμένον ὑφ’ Ἱπποκράτους. οὐ γὰρ προὔκειτο πᾶσαν αὐτῶν τῶν παθῶν ὧν μνημονεύει θεραπείαν γράφειν, ἀλλὰ μόνην τὴν χειρουργίαν. ἐγὼ δὲ, ἵνα τέλειος ὁ λόγος ᾖ, προσθήσω τὺ εἰπών· ὅταν τι τῶν, ὡς εἴρηται, συνεσταλμένων ἐκτρέπωμεν, ἀναπληρῶσαι χρὴ τὴν ὑποκειμένην χώραν, εἰς ἣν καταπέπτωκε τὰ χείλη, μοτοῖς ἢ φαρμάκῳ τῷ προσήκοντι, μέχρις ἂν ἰσόπεδα γένηται τῷ πέριξ δέρματι τὰ συνεσταλμένα σώματα, κἄπειτα οὕτω τὴν εἰρημένην ἐπίδεσιν ποιεῖσθαι.

816
Διεστραμμένα δὲ διορθῶσαι· τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, δεῖ τὰ μὲν ἐπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει, τὰ δὲ ἐναντία ἐναντίως.

Αἱ διαστροφαὶ γίνονται ποτὲ μὲν ἀποχωροῦντός τινος ἐκ τῆς ἰδίας ἕδρας ἐπὶ τὰ ἐκτὸς τοῦ σώματος, ποτὲ

817
δὲ ἐπελθόντος εὐρυχωρίᾳ τινὶ τῶν ἔνδον τοῦ σώματος, οἷον ἐπὶ τῆς ῥινός. ἐὰν μὲν εἰς τὴν ἐκτὸς χώραν ἤτοι τῶν ὀστῶν αὐτῆς ἢ καὶ τῶν πτερυγίων ἀποχωρῇ τι, διαστροφὴ γίνεται πρὸς τοὐκτὸς, ἐὰν δὲ εἰς τὸν ἔνδον πόρον ἀφίκηται, διαστρέφεται πρὸς τοῦτον ἡ ῥίς. ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων μορίων διαστροφαὶ γίνονται. δηλονότι κἀπὶ τούτων ὁ κοινὸς ἅπασι σκοπὸς τῆς θεραπείας ἐνδείξεται τὰ βοηθήματα. κοινὸς δὲ πᾶσιν ἦν σκοπὸς τἀναντία τῶν ἐναντίων ἰάματα, ὥστε καὶ νῦν τὰ μὲν ἀπεληλυθότα προσακτέον ἐστὶ καὶ δι’ ἄλλων μὲν τῶν βοηθημάτων, ὑπὲρ ὧν οὐ πρόκειται λέγειν, ἀτὰρ οὖν καὶ δι’ ἐπιδέσμων. αὐτὸς δὲ εἶπον τοὺς ἐξ ἐπιδέσμων τόπους εἰς ταῦτα χρησίμους. ἐπίδεσιν μὲν, ὡς καὶ πρόσθεν αὐτὸς ἔγραψεν, ἐπί τε τῶν ἀφεστώτων καὶ ἐκπεπτωμένων καὶ συνεληλυθότων, ἀνακόλλησιν δὲ, ὡς ἐν τῷ περὶ ἄρθρων, ἐπὶ ῥινὸς καὶ γένυος, ἀνάληψιν δὲ ὡς ἐν τῷ περὶ καταγμάτων, ἔνθα φησίν· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχει ἀναλελαμμένην. τυγχάνει δὲ ἡ ταινίη κατὰ
818
τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ἕτερον ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος. ἢν δὲ κατεαγότων τῶν ὀστέων οὕτως ἄκρην τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ περὶ τὸν ἀγκῶνα, ὁ δ’ ἄλλος πῆχυς μὴ μετέωρος εἴη, οὗτος εὑρεθήσεται τὸ ὀστέον εἰς τὸ κάτω μέρος διεστραμμένον ἔχον. χρὴ οὖν ἐν τῇ ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι. ἡ ῥῆσις οὖν αὕτη μοχθηρὰν ἀνάληψιν, ἥτις διαστροφὴν ἐργάζεται διδάσκουσα καὶ τὴν τῶν διεστραμμένων ἴασιν ἐνδείκνυται. φέρε γάρ τινι διεστράφθαι πρὸς τὸ κάτω τὸν πῆχυν, ἀναληψόμεθα τοῦτο ὑποθέντες αὐτῷ πρὸς τὸ κάτω ταινίαν στενήν. εἰ δὲ πρὸς τὰ ἄνω διεστραμμένος εἴη, τὴν πρὸς τὰ κάτω διαστρέφουσαν ἀνάληψιν παραληψόμεθα, καθ’ ἣν τὰ μὲν πρὸς τῷ καρπῷ καὶ τῷ ἀγκῶνι μόρια ταινία ἔχει, τὸ δὲ μεταξὺ ἀστήρικτόν ἐστιν, ὥσπερ γε καὶ εἰ ἐν τῷ καρπῷ διαστροφὴ γένοιτο πρὸς τὰ ἄνω, τὴν ἐπὶ τὰ κάτω διαστρέφουσαν ἐπίδεσιν προσάξομεν,
819
ἥτις συνέχουσα τὰ πρὸς ἀγκῶνα τὸ πρὸς τῷ καρπῷ πέρας ἀστήρικτον ἀπολείποι. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς πρὸς ἀγκῶνα διαστροφῆς πρὸς τὴν ἄνω τὴν ἀνέδραστον μόνον τοῦτον καταλιποῦσαν ἀνάληψιν προσάξομεν, ἥτις τόπῳ διεστραμμένῳ αὐτὴ διέστρεφεν εἰς τὰ κάτω. συνελόντι δὲ εἰπεῖν, εἴ τινα μήπω διεστραμμένα διαστρέφουσιν, αὐτὰ τὰ πρὸς τὸν ἐναντίον τρόπον διεστραμμένα κατευθύνουσι. ἀνάλογον δὲ τούτοις ἁμαρτάνεται καὶ κατορθοῦται κατὰ κνήμην καὶ μηρὸν ἐν ταῖς ὅλου τοῦ σκέλους θέσεσιν. ὅπερ γὰρ ἐπὶ χειρὸς ἀνάληψις, τοῦτο θέσις ἐπὶ σκέλους καὶ χρὴ προσυπακοῦσαι τῷ τῆς ἀναλήψεως ὀνόματι καὶ τὴν θέσιν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὰ δὲ ἐναντία ἐναντίως, ἐγχωρεῖ καὶ περὶ τῶν εἰρημένων ἐπιδέσεων λέγεσθαι. τὰ γὰρ ἐναντία γενήσεται τοῖς εἰρημένοις πάθεσι λέγειν αὐτὸν ἐναντίως ἐπιδούμενα κατορθοῦσθαι, τουτέστι τοῖς μὲν ἀφεστῶσι τὰ παρὰ φύσιν ἐξευθυσμένα, λέλεκται δέ μοι τὰ περὶ τούτων ἔμπροσθεν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ. πρῶιον μὲν ἁπάντων γέγραπται λόγος ὁ περὶ τῶν φυσικῶν κριτηρίων,
820
οἶς χρώμεθα πάντες ἄνθρωποι, τά τε κατὰ τὰς τέχνας ἁπάσας διοικοῦσι καὶ σύμπαντα τὸν βίον. ἔχρῃζε γὰρ οὐ πρὸς τὰ προκείμενα νῦν μόνον, ὅσα κατὰ χειρουργίαν, ἀλλὰ καὶ πάσας τὰς ἐν ἰατρικῇ διαγνώσεις τῶν παθῶν, ἃς δὴ καὶ σημειώσεις ὀνομάζουσιν ὡρισμένοι τῶν διαγνωστικῶν κριτηρίων. δεύτερος ἐπὶ τῷδε λόγος ἐν τῷ προκειμένῳ βιβλίῳ γέγραπται, περὶ τῶν κατὰ τὴν ἐν ἰατρικῇ χειρουργίαν διδάσκων, ἐκ τίνων συμπληροῦται. ἐφ’ ᾧ τρίτος ὁ περὶ ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι τὴν ἐπίδεσιν, τὴν ἔνδειξιν ἡμῶν λαμβανόντων ἀπό τε τῆς τοῦ πεπονθότος μορίου, φύσεως καὶ αὐτοῦ τοῦ πάθους, ἐν τῷ νῦν ἡμῖν εἰρημένῳ λόγῳ περὶ καταγμάτων ποιεῖ τὴν διδασκαλίαν, ὑποπεπτωκότων πάθει γενικῷ τῇ λύσει τῆς συνεχείας. οὕτως γὰρ ἐγὼ προσαγορεύειν εἴωθα τοῦτο τὸ γένος τοῦ πάθους. ὁ δὲ Ἱπποκράτης ἀφεστῶτα καλεῖ τὰ σώματα τὰ οὕτω πεπονθότα, ὥστε καὶ τὸ πάθος αὐτῶν ἀπόστασις εἰκότως ὀνομασθήσεται καὶ γενήσεται ἕν τι εἶδος τοῦ γένους τῶν παθῶν, ὃ 
821
καλοῦσιν ἰδίως ἀπόστασίν τε καὶ ἀπόστημα. ταῦτα μὲν οὖν αὐτὰ τὰ νῦν εἰρημένα χάριν ἀναμνήσεως ὧν ἔμπροσθεν ἐξηγησάμην εἴρηταί μοι. καιρὸς δὲ ἤδη τῶν ἐφεξῆς ἄρξασθαι.

Σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα. μῆκος ὅσον ἡ ἐπίδεσις, πλάτος τριῶν ἢ τεσσάρων δακτύλων, πάχος τριπτύχους ἢ τετραπτύχους, πλῆθος κυκλεῦντας μη ὑπερβάλλειν μηδὲ ἐλλείπειν.

Ἐν τῷ περὶ τῶν καταγμάτων λόγῳ τῷ νῦν αὐτῷ προκειμένῳ πρῶτον μέμνηται τῶν προκειμένων σπληνῶν καλουμένων, κελεύων αὐτοὺς εἶναι τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει καὶ παραλαμβάνηται δι’ ἐκείνην ἕνεκα τοῦ στηρίζειν καὶ κατέχειν αὐτὴν ἀκίνητον. τῷ δὲ πλάτει τριῶν ἢ τεττάρων δακτύλων, τῶν τοῦ αὐτοῦ τοῦ ἐπιδουμένου δηλονότι, τῷ

822
πάχει δὲ ἢ τριπτύχους ἢ τετραπτύχους· ἔνθεν μὲν ἀσφαλεστέρας φρουρᾶς ἡ ἐπίδεσις δεῖται τετραπτύχους, ἔνθα δὲ οὐ τοιαύτης, ἀρκοῦν ἡγούμενος καὶ τοὺς τριπτύχους. εὔδηλον δ’ ὅτι τὰ συντετριμμένα μᾶλλον ὀστᾶ, πλέονος ἀσφαλείας δεῖται. τὸ δὲ πλῆθος τῶν σπληνῶν τοσοῦτον, φησὶν, εἶναι χρὴ, ὡς ἐν κύκλῳ περιληφθῆναι τὸ ἐπιδούμενον κῶλον. οὐ γὰρ δὴ τοῖς τῆς κλειδὸς ἢ πλευρᾶς κατάγμασι περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν, ἀλλ’ ἐπ’ ἐνίων τὸ μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν ἀριθμὸν τῶν σπληνῶν ἐπὶ τῆς κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι τρισὶ τετραπτύχοις σπλήνισι τοὺς δύο μὲν τοὺς πρώτους εἰς ὁμοιότητα τοῦ γράμματος ἐπιβάλλοντες, ὡς κατ’ αὐτοῦ τοῦ συντετριμμένου τὸ μέσον ἑκατέρου καθ’ ὃ συμβάλλουσιν ἐνίοις ἐπικεῖσθαι. τρίτον δὲ αὐτοῖς καὶ ἔξωθεν ἐπιθέντες κατὰ τὸ τοῦ σώματος μῆκος ἐντεταμένον, αὐτούς γε τοὺς ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς μέρος τῆς κλειδὸς πιλοῦντα.

823
Οἷσι δὲ ἐς διόρθωσιν μῆκος κυκλεῦντας πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντας.

Θαυμάζω πῶς οὐκ εἶπε πρῶτον μὲν τὰς χρείας τῶν σπληνῶν, εἶθ’ ὅπως ἄν τις αὐτῶν τύχοι. χρεία μὲν γὰρ αὕτη διττὴ κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε κατὰ τοιαῦτα τῶν μορίων, ἃ καλεῖν αὐτὸς εἴωθεν ἀπόξη τε καὶ ἀπόξηρα, καθάπερ ἐστὶ, πήχεος μὲν πρὸς καρπῷ, κνήμης δὲ πρὸς ποδί. περιβάλλειν γὰρ ἐν τούτοις ἀξιοῖ κυκλοτερῶς τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν τῶν ἔξωθεν ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. οὐσῶν οὖν δυοῖν χρειῶν τῆς ἐπιδέσεως τῶν σπληνῶν κρατήσεώς τε καὶ ἀναπληρώσεως, ἣν αὐτὸς ὠνόμασε διόρθωσιν, ἀξιῶν αὐτοὺς εἶναι τῷ μὲν μήκει τηλικούτους, ὡς ἐν κύκλῳ περιλαμβάνειν τὸ ἐπιδούμενον σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει κατὰ τὴν ἔνδειαν τῶν μορίων δηλονότι. τῷ μήκει μὲν ἐὰν

824
μικροὶ γενηθῶσι, κυκλοτερῶς περιβαλεῖν τὸ μόριον, ἀναγκαῖόν ἐστι τὸ ἕτερον αὐτῶν πέρας ἐπὶ θατέρου τεθὲν ὑψηλότερον ἀποφῆναι τὸ μέρος ἐκείνου τοῦ κώλου τῶν ἑκατέρωθεν, ὥστε ἀνώμαλον εἷναι τὴν ἐπίδεσιν καὶ διὰ τοῦτο χαλαράν. ἐὰν δὲ βραχύτεροι γενηθέντες ἢ ὥστε ψαύειν ἀλλήλων τὰ πέρατα αὐτῶν, μεταξύ τινα χώραν ἀπολείπουσι κενὴν, ἀνωμάλως πάλιν αὖ ἔσται κατὰ τὸν ἐναντίον τρόπον ἡ ἐπίδεσις· ὡς γὰρ ἐπὶ τῶν μακροτέρων κυρτότητά τινα καὶ ἐξοχὴν, οὕτως ἐπὶ τούτων ἔνδειάν τέ τινα καὶ κοιλότητα λαβεῖν ἀναγκαῖον ἔσται τὸ χωρίον. τὴν περιβολὴν δὲ τούτων τῶν σπληνῶν οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ βραχὺ κελεύει ποιεῖσθαι, λεπτομερεῖς μὲν γὰρ τῷ πάχει τοὺς ἀνωτέρους τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς κατωτέρους. ἐὰν ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα τῆς κατ’ αὐτὸ τὸ χωρίον ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε τῷ κώλῳ.