In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσόντων, τὰ δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν.

Σολοικὸς μὲν ἡ ἑρμηνεία πάντως ἐστὶν, ὅπως ἄν τις ἀκούσῃ τῆς λέξεως. τὸ γὰρ ἀποπεσόντων, ἐάν τε κατὰ τὴν τῶν Ἀττικῶν συνήθειαν εἰρῆσθαι νομίσωμεν, τῶν πτώσει γενικῇ τῆς μετοχῆς πληθυντικῆς χρωμένων ἀντὶ τοῦ προστακτικοῦ πληθυντικοῦ προσώπου τρίτου, ὁμοίως τῷ, Ἵπποι δ’ ἐς δόλιχον παριόντων, ἐάν τε κατὰ τὴν γενικὴν πτῶσιν, ἀπ’ εὐθείας τῆς ἀποπεσόντες, σολοικιοῦμεν. γενήσεται γὰρ ἡ λέξις κατὰ μὲν τὸ πρότερον σημαινόμενον ἀκουόντων ἡμῶν τοιάδε, τὰ μέλλοντα ἀποπίπτειν, κακίω ταχέως ἀποπεσέτωσαν· εἰ μὴ βούλοιο ἀποπεσέτω, πάντως ἐστὶν, ὡς ἐπ’ οὐδετέρῳ τῷ τὰ μέλλοντα. ἐν τῷ δὲ τοῦ πλήθους

778
ἀριθμῷ ληπτὸν ἑλληνιστὶ τῷ ῥήματι ζεύγνυσιν ἐν τῷ ἑνικῷ καὶ πληθυντικῷ. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον ἡ λέξις ἔσται τοιάδε· τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων αὐτῶν. ἄμεινον δ’ οὖν ἦν γεγράφθαι τὴν ῥῆσιν οὕτω· τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα καὶ δῆλόν ἐστιν, ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ ταύτης τῆς λέξεως, ἔν τε τοῖς κατ’ ἀληθείας μὲν οἷς τὸ βιβλίον τοῦτο πρὶν ἐκδοθῆναι, καὶ διὰ τοῦτο τὰ μὲν αὐτοῦ τοῦ γράψαντος αὐτὸ παρὰ γράμματος ἑνὸς ἢ δυοῖν ἀφαίρεσιν ἢ πρόθεσιν ἢ ὑπάλλαξιν ἁμαρτόντος, οἷα πολλὰ συγγράφουσι· τὰ δὲ ὑπὸ τοῦ πρώτου βιβλιογράφου διὰ τὸ τινὰ μὲν ἀσαφέσι γράμμασι γεγραφότος αὐτοῦ τοῦ συνθέτου, οὐ χεῖρον τἀσαφῶς, ἀλλὰ στοχασάμενον ὀρθῶς οὐδαμῶς ἁμαρτάνειν, τινὰ δὲ τοῦ χάρτου κοπέντος ἢ κατά τινα ἄλλην περίστασιν ἀπολουμένου τοῦ γράμματος ἢ συγχυθέντος· ἴσως δέ τινων καὶ κατὰ τὸν ὀνομασθέντα μεταγραμματισμὸν ἁμαρτηθέντων ἔκ τινων μεταβαλλόντων ἐκ τῆς παλαιᾶς γραφῆς εἰς τὴν ὑστέραν γεγραμμένην πρὸς τοῦ παλαιοῦ, πλῆθος 
779
ἁμαρτημάτων ἐκ τούτων ἁπάντων ἐν πολλοῖς τῶν ἀντιγράφων ἠθροίσθη. περὶ μὲν δὴ τούτων καὶ ἅπαξ ἀκούσαντα μεμνῆσθαι προσήκει, μακρὸν γὰρ ἂν εἴη καθ’ ἕκαστον τῶν ἁμαρτημάτων λέγειν τὰ αὐτά. συγχωρήσαντες δὲ τὴν ἀναμάρτητον λέξιν εἶναι τοιάνδε, τὰ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντα ζητήσομεν ἐπὶ τίνων εἴρηται, πότερον ἐπὶ μελῶν τινων τοῦ σώματος ἀποπίπτειν μελλόντων ἢ τῶν ἐπιδέσμων ἢ τῶν ἐπιτιθεμένων τοῖς πεπονθόσι μέρεσιν ἕνεκα τῆς ἰάσεως, ἅπερ ἐστὶ καταπλάσματα καὶ φάρμακα, μοτοὶ καὶ βρόχοι. παρὰ γὰρ τὰ τρία γένη ταῦτα τοιοῦτον οὐδὲν φαίνεται δυνάμενον ἀποπίπτειν τῶν πασχόντων σωμάτων· καὶ μέντοι καὶ λέλεκται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον ἕκαστον αὐτῶν, οὐ μόνον τὰ τρία. καίτοι γε εἴπερ ἕκαστον ἔδοξεν εἶναί τινι πιθανὸν, ἐνεδέχετο καὶ πάντα δόξαι· ἐμοὶ δὲ μοτοὶ μὲν ἢ μόνοι πολλάκις ἐντεθέντες, ὡς ἐπὶ τῶν αἱμοῤῥαγιῶν ἢ καὶ φαρμάκοις τισὶ περαθέντες ἢ ἔξωθεν αὐτοῖς ἀντὶ κρίματος ἐπιβληθέντες οὐκ ἀλόγως ἀκούεσθαι δοκοῦσιν ἐν τῇ προκειμένῃ ῥήσει. προσήκει γὰρ
780
αὐτοὺς ἀποπεσεῖν μὲν πάντως, οὐ μὴν ἀποπεσεῖν ταχέως, ὥσπερ οὐδὲ τοὺς βρόχους, ἀλλ’ ὅταν ἀκριβῶς ἐκπυήσαντος τοῦ μορίου σὰρξ ἐπιτραφῇ τε καὶ περιτραφῇ τοῖς αἱμοῤῥαγοῦσιν ἀγγείοις. ὡσαύτως δὲ καὶ τὰς ἀπὸ τῶν καυτηρίων ἢ φαρμάκων καυστικῶν γενομένας ἐσχάρας, οὐ χρὴ ταχέως ἀποπίπτειν, ἀλλὰ μετὰ πολλὰ φάρμακα τὰ μὲν ὑγρὰ σηπεδονώδεσιν ἐκχεόμενα, τὰ δὲ ἐπιπαττόμενα ξηρὰ, τὰ δὲ κατὰ σπληνικῶν ἢ ὑδερικῶν ἐπιτιθέμενα μεγάλως ὀνίνησιν, ὅταν μὴ ταχέως ἀποπέσῃ· καὶ κατὰ ἄλλων δὲ μορίων καὶ διαθέσεων ἐπιτιθέμενα φάρμακα τῶν ἐχεκόλλων ὀνομαζομένων ὀνίνησι μεγάλως χρονίζοντα· καὶ γὰρ ἐπὶ καταγμάτων καὶ μασχαλῶν ὀλισθημάτων συνεχῶς γιγνομένων, ἔτι δὲ ποδαγρικῶν, ἰσχιαδικῶν τε καὶ νεφριτικῶν καὶ πάντων ἀρθριτικῶν, κεφαλαίας τε καὶ ἄλλων οὐκ ὀλίγων ἐπειράθημεν ὠφελούντων φαρμάκων, εἰ μὴ ταχέως ἀποπέσοι. τούτων δὲ αὐτῶν ὅσα μὲν ἐχέκολλα καλεῖται, διὰ τὸ δυσαπολύτως κεκολλῆσθαι καὶ τοῦ χρώματος ἔχεσθαι, οὐδεμιᾶς ἐπιδέσεως
781
χρῄζει. τινὰ δὲ εἰ μὴ κρατοῖτο πρὸς τῶν ἐπιδέσμων ἀποπίπτει, περὶ ὧν νῦν ὁ λόγος ἐστὶν αὐτῷ. φησὶν οὖν· τὰ δὲ ὡς μήτε πιέζειν μήτε ἀποπίπτειν, ὡς εἰ καὶ οὕτως ἂν εἶπεν· ὅσα δὲ μὴ συμφέρει φάρμακα ταχέως ἀποπεσεῖν, ταῦτα ἐπιδεῖν οὕτως, ὡς πιέζεσθαι μὲν ὑπὸ τῆς ἐπιδέσεως τὸ πεπονθὸς μόριον, ἀσφαλῶς δὲ κρατεῖσθαι τὸ μὴ ἀποπίπτειν ἴσον δύναται. τὸ μὲν οὖν τῶν ἔξωθεν ἐπιτιθεμένων αὐτάρκως ὁ λόγος ἐξίσταται. περὶ δὲ τῶν μερῶν τοῦ σώματος ἐφεξῆς ἴδωμεν, εἰ κἀν τούτοις ἀληθές ἐστιν ὅσα μέλλει πάντως ἀποπεσεῖσθαι, ταῦτα χρὴ μήτε ταχέως ἀποπεσεῖν. ἔνιοι γὰρ οἴονται ψευδῆ τὸν λόγον τοῦτον ὑπὸ τῶν σεσηπότων ἐξαπατώμενοι μορίων, ἃ διὰ ταχέων ἐκκοπῆναι προσήκει. τοῦτο μὲν ἀληθές ἐστιν αὐτὸ καθ’ ἑαυτὸ λεγόμενον, οὐ μὴν ἐκείνῳ γε μάχεται. διαφέρει γὰρ πάμπολυ τοῦ μέλλειν τῷ δεῖσθαι τῶν ἐκκοψάντων αὐτό. πολλάκις γὰρ ἀποσχίδες ὀστῶν καὶ λεπίδες ἀποπίπτουσιν ἐν τῷ χρόνῳ καὶ βέλτιον αὐταῖς ἐστιν ὑπὸ τῆς φύσεως ὠθουμένοις κατὰ βραχὺ τὴν ἔκπτωσιν ἔχειν ἐν χρόνῳ, οὐ
782
διὰ φαρμάκων ἐρεθισθεῖσιν ἢ δι’ ὀργάνων ἐκλυθεῖσιν. ὅσα γὰρ ὑπὸ βίας ἀθρόως ὑποσπᾶται, συριγγώδεις ἐργάζεται κοιλότητας, ὅσα δὲ ὑποφυούσης ἤτοι πωροειδοῦς τινος ἢ σαρκὸς ἐκπεσόντων, τῆς ἐκπτώσεως δεομένων εὐθέως φαίνεται πλήρη καὶ διὰ ταχέων ἐπουλοῦνται προσαχθέντος αὐτοῖς, μετρίως ξηραίνοντος καὶ στύφοντος φαρμάκου. καὶ νευρώδη δέ τινα καὶ ὑμενώδη σώματα πολλάκις ἐκπίπτει, διαπυΐσκοντα μὲν ἀκινδύνως ἐν χρόνῳ πλείονι κατὰ βραχὺ, βιασθέντα δὲ ὑπὸ φαρμάκων βιαίων, ἤγουν δριμέων ἢ δι’ ὀργάνου τινὸς ἢ διὰ τῶν ἡμετέρων δακτύλων ἀποσπασθέντα συμπαθείας ἐπάγεται τῶν ὑπολειπομένων μορίων καὶ φλεγμῆναι καὶ πυρέξαι καὶ παραφρονῆσαι καὶ σπασθῆναι. ἐπὶ τὸ λοιπὸν μὲν οὖν ἤδη καὶ τρίτον ἀφικόμεθα γένος τῶν λεγομένων ἀποπίπτειν, ὅπερ ἐστὶν ὡς ᾠήθησάν τινες, οἱ ἐπίδεσμοι. τούτους οὖν φασιν, ὅταν ὦσι χαλαροὶ καὶ μέλλωσι πάντως ἀποπίπτειν, ἄμεινον ἐν πλείονι χρόνῳ τὴν ἀπόπτωσιν ἔχειν, ἀλλ’ ἔστι τοῦτο ψευδές. ἄμεινον οὐ κατὰ χρόνον ἀποπεσεῖν κακῶς περιβεβλημένα τοῖς πεπονθόσι μορίοις,
783
ἀλλ’ ὅτι τάχιστα· μᾶλλον δὲ οὐδὲ ἀναμένειν ἀποπεσεῖν αὐτὰ προσῆκεν, ἀλλ’ αὐτὸν ἐν τάχει λύσαντα τὴν ἐπίδεσιν αὖθις ἐπιδῆσαι συμμέτρως, ὅθεν ἔνιοι τῶν οὕτως ἐξηγησαμένων ὁμολογοῦσι μὲν ἄμεινον ταχέως ἀποπεσεῖν τοὺς χαλαροὺς ἐπιδέσμους. ἐλλιπὲς δὲ καὶ οὕτως ἐστὶ τὸ λεγόμενον, εἰ μὴ πρὸς αὐτῷ καὶ ἄλλο τι συνυπακούσειεν, ὥστε γενέσθαι τὴν ὅλην ῥῆσιν τοιάνδε. τὰ μέλλοντα ἀποπίπτειν, κακίω τῶν ταχέως ἀποπεσόντων, τὰ χρόνῳ πλέονι συγκείμενα. συγχωρηθέντος δὲ καὶ τούτου τοῦ ἀποπίπτειν οὐ πιθανὸν ἐπὶ τῶν ἄλλων ἐπιδέσμων εἰρῆσθαι. τίς γὰρ ἀναμένει χρόνον τοσοῦτον ἐν μέλλουσιν ἀποπίπτειν αὐτομάτοις, δυνάμενος ἐν τάχει λῦσαι καὶ ἐπιδῆσαι καλῶς; ἕτεροι δὲ ἐπὶ τοὐναντίον ἐκτραπέντες ἀληθῆ μὲν εἶπον λόγον, ἐξηγήσαντο δὲ βιαίως τὴν λέξιν. πῶς γὰρ οὐδὲ βίαιόν ἐστιν οὕτως ἀκοῦσαι, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω μέν ἐστι τῶν μὴ ἀποπιπτόντων. ἄμεινον δ’ αὐτοῖς ταχέως ἀποπεσεῖν, ἵνα περιγράψαντες ἐν μιᾷ διανοίᾳ τὸ πρότερον μέρος τῆς ῥήσεως ἄχρι τοῦ τὰ μέλλοντα ἀποπίπτειν κακίω, 
784
πάλιν δ’ ἀφ’ ἑτέρας ἀρχῆς ἀναγνῶμεν τὸ διὰ ταχέως ἀποπεσόντων, ὅπερ ἐστὶ ταχέως ἀποπεσέτω. βιαίως δὲ, ὡς ἔφην, ἡ ἐξήγησις αὕτη κατὰ τὸ καλούμενον σύναρθρον εἶδος τῆς ἑρμηνείας, μεμνημένοι μετὰ τοῦ καὶ ψεῦδος εἶναι τὸ λεγόμενον ἐν τῷ καθόλου, τὰ δὲ μέλλοντα ἀποπίπτειν κακίω. πολλὰ γὰρ ἐπ’ ἀγαθῷ ἀπόπτωσιν ἔχει. βέλτιον οὖν ἐστιν, ὡς ἔφην, ἀκούειν ἐπί τε τῶν ἔξωθεν ἐπιτιθεμένων καὶ τῶν πάντων ἀποπεσουμένων μορίων εἰρῆσθαι τὸν λόγον, ἀποχωρίσαντα ἐπιδέσμου καὶ τῆς ὑστάτης ἄρτι λελεγμένης ἐξηγήσεως.

Ὧν δὲ ἔχεται ἐπίδεσις ἣ ὑπόδεσις ἢ ἀμφότερα.

Προσυπακοῦσαι δεῖ τὰ δέ ἐστιν, εἶτα ἑξῆς ἀναγινώσκειν, ὑπόδεσις μὲν αἰτίη ἀφεστεῶτα προστεῖλαι, καὶ τὰ ἄλλα τὰ τούτων ἐφεξῆς. κέχρηται δὲ τῷ ἔχεται ῥήματι σημαίνων δι’ αὐτοῦ τὸ οἷον ἐφίεται καὶ ἀντιποιεῖται καὶ

785
στοχάζεται. ἅπερ αὖ ἅπαντα δυνάμει ταὐτὸν δηλοῖ τῷ τίνες αἱ δυνάμεις εἰσὶ τῆς ἐπιδέσεως καὶ τίνα τὰ ἔργα. λέγω δὲ ἔργα νῦν οὐ τὰς ἐνεργείας, ἀλλὰ τὰ ἀποτελέσματα. καθάπερ οἰκοδόμου μὲν ἔργον ᾖ, οἰκία, τέκτονος δὲ σκιμπόδιον, ὑφάντου δὲ ἱμάτιον. ἐπὶ δὲ τῆς ἐπιδέσεως καὶ μάλιστα τῆς καταγματικῆς οἱ μὲν πρὸ τῶν σπληνῶν ἐπίδεσμοι παραλαμβανόμενοι δύο, ἕτεροι δὲ μετὰ τοὺς σπλῆνας. ἴδιον οὖν ὄνομα κατὰ τῶν πρώτων δυοῖν Ἱπποκράτης ἔθετο τὰς ὑποδεσμίδας, αὐτήν τε τὴν ὑπ’ αὐτῶν γιγνομένην ἐπίδεσιν ὑπόδεσιν ἐκάλεσεν. ἐφεξῆς ἀκούσωμεν αὐτοῦ λέγοντος ὅσα δύναται ποιεῖν ἥ τε ἰδίως ὑπόδεσις ὀνομαζομένη καὶ κοινῶς ἐπίδεσις. ἔδει μὲν δὴ κατὰ τὴν προτέραν ῥῆσιν εἰρῆσθαι, τίνων ἕνεκεν ἡ ἐπίδεσις ὑπὸ τῶν ἰατρῶν γίγνεται, καθάπερ ἐν ἀρχῇ διαιρεῖται, τὰ μὲν αὐτῆς ἰᾶσθαι λέγων, τὰ δὲ τοῖς ἰωμένοις ὑπηρετεῖν. καὶ ταῦτα πῶς γιγνομένη τῶν εἰρημένων ἕκαστον ἰάσεται· πρὸς γὰρ τὸν σκοπὸν τῆς ἰάσεως ἀποβλέποντες ἐξευρήσομεν τὴν προσήκουσαν ἐπίδεσιν, αὐτὸν δὲ τὸν σκοπὸν ἐνδείξεται τὸ θεραπευόμενον πάθος·
786
οὐ μὴν ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, ἀλλὰ περὶ τῆς ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι διελθὼν ἄχρι νῦν, ἐπί τε τὰ ἔργα καὶ τὴν δύναμιν αὐτῆς ἧκεν.

Ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι ἣ ἐκπεπταμένα συστεῖλαι ἢ ξυνεσταλμένα διαστεῖλαι ἢ διεστρομμένα διορθῶσαι ἢ τἀναντία.

Ἀφεστεῶτα πάντα καλεῖ νῦν ὅσα κατὰ φύσιν μὲν ἔχοντος σώματος ἥνωτό τισι μορίοις ἑτέροις ἢ ἐπέψαυσεν αὐτῶν. ἐν δὲ τῷ παρὰ φύσιν ἔχειν οὐκέτι φυλάττει τὴν ἕνωσιν καὶ τὴν ψαῦσιν· ἕνωσις μὲν γὰρ ἅπασι καὶ κατάγμασιν, ἕλκεσί τε καὶ ῥήγμασι καὶ θλάσμασι διαφέρει. ψαῦσις δὲ ἐν ἀποστήμασι καὶ κόλποις, ἐμφυσήμασί τε καὶ οἰδήμασιν. ἐκπεπταμένα δὲ καλεῖ τὰ πλείστην διάθεσιν ἀπ’ ἀλλήλων ἔχοντα, γίνεται δὲ αὐτὸ κατὰ διττὸν τρόπον, ἤτοι δι’ ὅλων αὐτῶν ἢ κατὰ χείλη μόνα. οἵ γε μὴν σκοποὶ τῆς

787
ἰάσεως τῶν μὲν ἀφεστώτων προστεῖλαι, τῶν δὲ ἐκπεπταμένων συστεῖλαι, τῶν δὲ διεστραμμένων διορθῶσαι, κοινὸν ἁπάντων ἐστὶ τῶν εἰρημένων ἐπανορθοῦσθαι καὶ διορθοῦσθαι τῶν Ἑλλήνων λεγόντων, ὅσα περ ἂν ἐκβεβλημένα καθ’ ὁντιναοῦν τρόπον εἰς ἔμμετρον ἐπανάγομεν κατάστασιν. οἱ μὲν δὴ σκοποὶ τῆς ἐπιδέσεως οἵδε εἰσίν· ἡ δύναμις δὲ αὐτῶν οὐ τούτων μόνων ἐστὶ ποιητικὴ τῶν σκοπῶν, ἀλλὰ καὶ τῶν ἐναντίων ἐνίοτε, κατορθουμένης μὲν τούτων, ἁμαρτανούσης δὲ τῶν ἐναντίων. εἰκότως οὖν ἐπὶ τελευτῇ τῆς ῥήσεως εἶπεν ἢ τἀναντία. προὔκειτο γὰρ αὐτῷ τί δύναται ποεῖν ὑπόδεσις εἰπεῖν, οὐ περὶ μόνης τῆς ἀγαθῆς διελθεῖν. ἐν ἀρχῇ γέ τοι τῆς ῥήσεως, ἐφ’ ὧν δὲ ἔχεται ἢ ἐπίδεσις ἢ ὑπόδεσις ἢ ἀμφότερα περὶ πάσης ἐπιδέσεως, οὐ περὶ τῆς ἀρίστης μόνον τὸν λόγον ποιούμενος. εἰ δὲ καὶ περὶ τῆς ἀγαθῆς μόνης ἐπιδέσεως ἐνταῦθά τις αὐτῷ βούλοιτο εἶναι τὸν λόγον, ἡ κατὰ τὴν τελευτὴν προσθήκη τόνδε τὸν νοῦν ἕξει. ὡς ἐν τῷ παρὰ φύσιν ἔχειν τὰ μέν ἐστιν ἀφεστῶτα, τὰ δὲ ἐκπεπταμένα, τὰ δὲ διεστραμμένα. κατὰ τὸν αὐτὸν
788
τρόπον ἕτερα πάθη τούτοις ἐστὶν ἐναντία· τοῦ γὰρ ὑγιαίνοντος σώματος ἔχοντος συμμέτρως ἅπαν πάθος ἐν τῷ διαφθείρεσθαι τὴν συμμετρίαν γεννᾶται. εἴπερ οὖν ὅσα τὴν κατὰ φύσιν ἔχοντα κατασκευὴν ἥνωτό τισιν ἢ ἔψαυσεν, ὅταν ἤτοι τὴν ἕνωσιν ἢ τὴν ψαῦσιν ἀπολέσῃ, πεπονθέναι τε καὶ παρὰ φύσιν ἔχειν αὐτὰ φαμὲν ὡσαύτως. ὅσα δὲ μήθ’ ἥνωτο μήτ’ ἔψαυσεν, ἵνα ἂν ἑνωθῇ τε καὶ ψαύσῃ, νοσεῖν αὐτὸ ποιήσειεν. ἐναντία οὖν ταῦτα τῆς ἐπανορθώσεως· ἐπεναντίον δὲ ἥσεται τοῖς σκοποῖς, ἀλλ’ ὡς δόξῃ τινὰ μάχεσθαι τῷ λόγῳ τὰ τοῖς διεστραμμένοις ἀντικείμενα, καλούμενα δὲ εὐθέα. δεήσει τοιγαροῦν, ὅσον ἐπὶ τῷ προειρημένῳ λόγῳ, καὶ ταῦτα διαστρέφειν, ὅπερ οὐκέτι τῆς ἀγαθῆς ἐπιδέσεως ἔργον, ἀλλὰ τῆς ἡμαρτημένης ὑπάρχει. ἀναμνησθεὶς οὖν τις ὧν εἶπεν Ἱπποκράτης ἐπὶ μηροῦ καὶ βραχίονος γνώσεται τὴν ἐν αὐτοῖς εὐθύτητα παρὰ φύσιν οὖσαν, ἧς τὸ ἔξω καὶ πρόσω κεκύρτωται φύσει· καί τις ἐπιλαθόμενος τὸν καταγέντα καυληδὸν ἢ μηρὸν ἢ βραχίονα διέπλασε μὲν πρῶτον εὐθὺν, ὕστερον δὲ καὶ 
789
περιῤῥούμενον ἐν τούτῳ τῷ σχήματι περιεῖλον· ἀλλ’ ὅ τε προσεσχηκὼς τὸν νοῦν τῷ φυσικῷ σχήματι τῶν ὀστῶν καὶ φυλάττειν αὐτὸ μεμνημένος, ἐὰν μηδέπω πεπωρωμένῳ καὶ ἐντυχὼν, ὕδατα μετὰ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας ἰσχυρῶς, πρῶτον μὲν κατέαξεν, ὡς ἐξ ἀρχῆς ἦν κατεαγὸς, ἐφεξῆς δὲ ἐν τῷ κατὰ φύσιν σχήματι διέπλασε καὶ μετὰ ταῦτα ἐπέτρεψε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ τῷ σχήματι. ὥστε ἀληθές ἐστι τὸ μὴ μόνον ἄκοντας τοὺς ἰατροὺς διὰ τῶν μοχθηρῶν ἐπιδέσεων τἀναντία τῶν εἰρημένων ἀγαθῶν ἐργάζεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ καὶ τοὺς ἀρίστους, ἐξεπίτηδες ὅσα μὲν παρὰ φύσιν ἐνδεδίπλωται πρὸς τοὐναντίον ἀπάγοντας ἐκτρέπειν, ὅσα δὲ συμπέφυκε, διαλύειν τούτων τὴν σύμφυσιν. εἴδομεν οὖν ἐνίων τὴν ἐφέλκωσιν καὶ δακτύλους συμφύντας καὶ χείλη καὶ βλέφαρα. σκοποὶ μὲν οὗτοι τῆς τῶν εἰρημένων παθῶν ἰάσεως· ἑκάστου δ’ αὐτῶν τὴν οἰκείαν ἐπίδεσιν ἑξῆς διδάσκει, πρότερον εἰπὼν περὶ τῶν ὀθονίων ὁποῖα χρὴ παρεσκευάσθαι διὰ τῆς ἐχομένης λέξεως.

790
Παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα συῤῥαφὰς, μηδ’ ἐξεστίας καὶ ὑγιέα, ὥστε τανύειν φέρειν καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ’ εὔχυμα χυμῷ ᾧ ἕκαστα σύντροφα.

Εἴρηκεν οὖν πρόσθεν ἤδη περὶ τῶν ὀθονίων ἐλλιπέστερον, ᾦ καὶ δῆλον ὡς οὐδὲν ἠκρίβωται τότε πρὸς ἔκδοσιν, ἀλλ’ οὔτ’ ὑπὸ υἱέων, ὅτι μετὰ τὸν Ἱπποκράτους θάνατον ἐδοξάσθη οὐδεὶς, οὐδὲ κἀν βραχυλόγῳ κατὰ σύγγραμμά τι περὶ τῶν αὐτῶν εἰπεῖν· ἀλλ’ ἤτοι τὰ νῦν εἰρημένα περιεῖλεν ἂν ἢ τὰ πρόσθεν. ἔμπροσθεν μὲν γὰρ οὕτως ἔγραψεν, ἐπιδέσματα καθαρὰ, κοῦφα, λεπτὰ, μαλθακά. ἔθηκε δὲ νῦν τότε πλατέα δεῖν ὑπάρχειν αὐτὰ καὶ μὴ ἔχοντα συῤῥαφὰς μηδὲ ἐξεστίας, ὑγιέα τε μὴ μόνον ἄχρι τοῦ ῥαγῆναι ταθέντα βιαιότερον, ἀλλὰ καὶ περαιτέρω, τουτέστιν εὔτονα ἔχειν καὶ ἰσχυρὰ χάριν τῆς ἀσφαλεστέρας κρατήσεως.

791
ἀλλὰ καὶ τὸ μήτε συῤῥαφὰς ἔχειν ἀνωμάλως προσπίπτοντα μήτε τὰς καλουμένας ἐξεστίας, αἵτινες ἐν τοῖς ὑφαινομένοις συμβαίνουσιν, ἐνίοτε μὲν ἐξεπίτηδες, ἐνίοτε δὲ ἀκουσίως γίγνονται προμήκεις ἐξοχαὶ, ποτὲ μὲν αὐτῆς τῆς κρόκης, ἔστι δὲ ὅτε καὶ τῆς πορφύρας, ἀλλὰ καὶ κατὰ τὰς καλουμένας παρυφὰς ἑκοῦσαι, τοῦτο πράττουσι διὰ παντὸς αἱ γυναῖκες. ἅπαντα οὖν ταῦτα φυλάττειν κελεύει. τὸ δὲ πλατέα δεῖν εἶναι τὰ ὀθόνια τῶν ἀμελῶς ἑρμηνευομένων ἐστίν εἰ μὲν γὰρ ὡς πρὸς τὰ στενὰ προβάλλοιτο, μνήσεταί τις αὐτὰ πρὸς τὰ περαιτέρω τοῦ προσήκοντος πεπλατυμένα παραβαλὼν ἐγκαλεῖν. εἰ δὲ πρὸς τὰ σύμμετρα, μοχθηρὸν ἅπαν ἐστὶ τὸ τοῦ συμμέτρου παραλλάττον ἐφ’ ἑκάτερα, κατά τε πρόσθεσιν καὶ ἀφαίρεσιν. περὶ δὲ τῶν λεπτῶν καὶ κούφων καὶ μαλθακῶν καὶ καθαρῶν τῆς χρείας ἔμπροσθεν εἴρηται. τὸ δὲ μὴ ξηρὰ, ἀλλ’ εὔχυμα χυμῷ ᾧ ἕκαστα σύντροφα, λέλεκται μέντοι καὶ αὐτὸ περὶ τῶν ὀθονίων. ὁ λογισμὸς δὲ τῆς συμβουλῆς οὐκ ἄδηλος. ἀξιοῖ δὲ αὐτὰ μηδέποτε παραλαμβάνεσθαι σκληρὰ κατὰ μηδεμίαν
792
ἐπίδεσιν, ἀλλ’ εὔχυμα, δεδευμένα χυμῷ ᾧ ἂν ἕκαστα τῶν θεραπευομένων παθῶν ᾖ σύντροφα, τουτέστιν οἰκεῖα· καὶ γὰρ κηρωτῇ ὑγρᾷ τῇ ἁπλῇ καὶ τῇ πισσηρᾷ καὶ οἴνῳ μέλανι αὐστηρῷ, κατά τε τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων αὐτὸς ἐκέλευσε διαβρέχειν. ξηρὰ δὲ πρὸς τὸ τὴν ἀπὸ τῆς ὑποβροχῆς ὠφέλειαν οὐκ ἔχειν, ἔτι καὶ πυροῦντες τὰ μόρια, καθ’ ἃ ἐπιβέβληνται τὴν θερμασίαν ἐν αὐτοῖς αὐξάνουσι. διὰ τοῦτο καὶ τὴν ἐκ τῶν πλησιαζόντων χωρίων ὑγρότητα πρὸς τὸ πεπονθὸς ἐπισπῶνται. τοῦτο δὲ ὅτι μέγιστον κακόν ἐστιν εἰς τὴν τῶν ὄγκων γένεσιν, εὔδηλον παντί.

Ἀφεστεῶτα μὲν ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή. ἦρχθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται.
793

Ἐάν τε ὀστοῦ κατεαγότος τὰ μόρια διέστηκε παρὰ φύσιν ἀπ’ ἀλλήλων, ἐάν τε συμφύσεως ἀποῤῥαγείσης ἢ τραύματος μεγάλου γινομένου συνάγειν αὐτὰ δέῃ μέχρι τοῦ ψαῦσαι μὲν, οὐ μὴν καὶ θλίβειν ἄλληλα· καὶ γὰρ ὀδυνήσεται καὶ φλεγμανεῖ τὰ οὕτως ἐπιτεθέντα μόρια. μάλιστα δὲ ἐπὶ τῶν καλουμένων κοιλιῶν ὁ λόγος αὐτῷ γίγνεται νῦν ὡς ἐπὶ παραδείγματος. ἐδήλωσε γὰρ τοῦτο σαφῶς αὐτὸς ἐν τοῖς ἐφεξῆς γεγραμμένοις· μέχρι μὲν οὖν τούτου, ὥστε τὰ μετέωρα τῆς ἕδρας ψαύειν μὲν, πιέζειν δὲ μὴ, κοινὸς ὁ λόγος αὐτῶν καὶ πρὸς τἄλλα πάντα ἐστὶν, ὅσα τῆς φυσικῆς ψαύσεως ἢ συμφύσεως ἐλύθη. τὰ δὲ ἐφεξῆς τοῦδε κατὰ φύσιν ἦρχθαι ἐκ τοῦ ὑγιέος, τελευτᾷν πρὸς τὸ ἕλκος, ἐπὶ τῶν ὄγκων εἴρηται προδηλότατα· τούτοις γὰρ χρὴ τοὺς μὲν ἰχῶρας ἐκκενοῦσθαι, μηδένα δὲ ἐπιῤῥεῖν τῷ μορίῳ χυμὸν ἐν τῷ τῆς κολλήσεως χρόνῳ. γενήσεται δὲ τοῦτο πιεσάντων μὲν ἡμῶν τὸν πυθμένα τοῦ κόλπου μέχρι τοῦ θλίβειν, ἐκλυόντων δὲ κατὰ βραχὺ τὴν ἐπίδεσιν ἄχρι τοῦ στόματος αὐτοῦ, τοῦτο δὲ ἀνεῳγμένον φυλαττόντων ἐν τῷ σχήματι 

794
καταῤῥόπῳ. κόλπους μὲν οὖν ὅταν καθαροὺς ποιήσωμεν καὶ θελήσαντες κολλῆσαι, τὸν εἰρημένον τρόπον ἐπιδήσομεν. ἀπόσπασμα δὲ ἀκρωμίου βιαίως θλίβοντές τε καὶ καταναγκάζοντες τὸ ὑψούμενον αὐτοῦ μέρος, οὐδὲν γὰρ ἐκ τῆς τοιαύτης θλίψεως ἄτοπον ἔσται· καθάπερ οὐδὲ ἐπὶ κλειδὸς κατεαγυίας, ὅταν ἐπὶ πολὺ τὸ ἕτερον αὐτῆς μᾶλλον, ἧττόν τε μὴν ταύτης ἢ ἐπ’ ἀκρωμίου πιέσομεν. ἐπὶ δὲ τῶν ἄλλων καταγμάτων ἥκιστα θλίψομεν εὐλαβούμενοι φλεγμονάς. ἐγὼ μὲν οὖν ἐπὶ πάντων τῶν ἐφεστώτων πεποίημαι τὸν λόγον. ὁ δ’ Ἱπποκράτης ἐπὶ μόνων τῶν κόλπων, ὡς ἐπὶ παραδείγματος ἐφ’ ὧν τῶν ἐπιδέσεων τὴν συμμετρίαν ἐδήλωσε σαφῶς εἰπὼν τὰ μετέωρα, τουτέστι τὰ ἀφεστῶτα ψαύειν μὲν τῆς ἕδρας, μὴ πιέζειν δὲ, καλέσας ἕδρην δηλονότι τὸ ὑποβεβλημένον τῷ ἀφεστεῶτι σώματι. καθόλου δὲ στηριχθῆναί τε καὶ ἑδρασθῆναι τὸ προσαγόμενον αὐτῷ. πρὶν μὲν γὰρ τοῦ ψαῦσαι τὴν ἀρχὴν οὐδ’ ἂν ἑνωθείη τὸ μέρος ἕτερον ἑτέρῳ, ψαυσάντων δὲ ἀθλίπτως ἡ ἕνωσις γίνεται. πρόδηλον δὲ ὅτι τοὺς δεομένους κολλήσεως
795
κόλπους, οὐχ ἁπλῶς ἄν τις ἐπιδεῖν οὕτως συμβουλεύει. χρὴ γὰρ ἀφλεγμάντους πρότερον αὐτοὺς ποιῆσαι καὶ μετὰ ταῦτα καθαροὺς ἢ ξηρούς. εἰ δὲ καὶ σάρκες ἐκτετηκυῖαι τύχοιεν, ἀνατρέψαι πρότερον ἐκείνας. οὕτως οὖν οὐδὲ τὰ ῥήγματα καὶ θλάσματα τοῦ γένους τῶν ἑλκῶν τε ἅμα καὶ κόλπων ὄντα διὰ τῆς εἰρημένης ἐπιδέσεως εὐθὺς ἅμα τῷ γενέσθαι θεραπευόμενα, ἀλλ’ ὅταν ἀφλέγμαντα καὶ ξηρὰ γένηται πρότερον, ἀμφοτέρων αὐτῶν ἔχειν ἔφην συνεχείας λύσις ἐν σαρκώδει μορίῳ γιγνομένη μετὰ τοῦ προσχεῖσθαί τι τοῦ αἵματος εἰς τὴν μεταξὺ χώραν, ὅπερ ἐστὶ κοινὸν ἀποστήματός τε καὶ κόλπου. ἄχρι μὲν οὖν ἀναστόμωτον ᾖ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τὸ οὕτω διακείμενον μόριον, ἀφεστάναι μὲν γὰρ αὐτὸ λέγεται, τὸ δὲ κατ’ αὐτὸ πάθος ἀπόστημα καλεῖται. στομωθέντος δὲ αὐτοῦ κατά τι μέρος, ὡς ἐκκριθῆναι τὸ περιεχόμενον ὑγρὸν, οὐκέτι ἀπόστημα τὸ πάθος, ἀλλ’ ἤδη κόλπος ὀνομάζεται. τὰ τοιαῦτα οὖν ἅπαντα πάθη δεῖται μὲν ἀεὶ τῆς ἐπιδέσεως, οὐ μὴν ὁμοίας γε ἀεὶ, τῆς μὲν γὰρ φλεγμονῆς ἐν αὐτοῖς ὑπαρχούσης οὐδὲ ἐπιδέσεώς
796
ἐστι χρεία κατὰ πρῶτον λόγον, ὥσπερ οὐδὲ τῶν ἐμπυημάτων. κόλπου δὲ ἤδη γε γεγενημένου μὲν αὐτοῦ καὶ σεσαρκωμένου μετριωτάτης ἐπιδέσεώς ἐστι χρεία, οὐ ψαυούσης τῆς ἕδρας τὰ ἀφεστῶτα. χρὴ γὰρ ἐνίεσθαι διὰ τοῦ στομίου φάρμακα καθαίροντα καὶ ἀναστομοῦντα. κολλήσεως δὲ χρῄζοντος ὃ νῦν εἴρηκεν Ἱπποκράτης, ἐπίδεσις οἰκεία. ταῦτα ἀναγκαίως ἔγραψα, μή τις παρακούσας οἰηθῇ πάντας κόλπους οὕτως ἐπιδεῖν ἀξιοῦν τὸν Ἱπποκράτην. δέδεικται γὰρ ὡς οὐ πάντας, ἀλλ’ ὅσοι μηδὲν ἔχουσιν ἅμα αὐτοῖς πάθημα μήτ’ οὖν φλεγμονὴν μήτε σαρκὸς ἔκσηψιν μήτε ῥύπον μήτε χυμὸν ἐν αὐτοῖς συνεστῶτα μονοειδῆ αὐτοὶ καθ’ ἑαυτοὺς ἐπιδείξεται μόνην τὴν ἑαυτῶν θεραπείαν. εἴρηται δέ μοι περὶ τῶν τοιούτων διορισμῶν ἱκανῶς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν.

797
Ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις μήτε ἀπόστασις ἔσται. ἐξ οὗ ὅταν μεταλλάσσῃ ἐς ἀνάληψιν ἢ θέσιν, οὐ μεταλλάξουσι, ἀλλ’ ὅμοια ταῦτα ἕξουσι, μύας, φλέβας, νεῦρα, ὀστέα, εὔθετα, εὔσχετα.

Οὐ τὰ πεπονθότα μόρια τοῦ σώματος ὀρθὰ καὶ λοξὰ λέγει νῦν, ἀλλὰ τὰ ἀποστήματα, περὶ ὧν ποιεῖται τὴν διδασκαλίαν ἐπὶ παραδείγματος ἐξ αὐτῶν ἑνὸς τοῦ κόλπου. πάντως γὰρ οὗτος ἤτοι γε ὀρθός ἐστιν ἢ λοξὸς πρὸς τὸ μῆκος ἐν ᾧ γέγονεν. ὀρθὸν μὲν οὖν ἄκουέ μου τὸν κατάντη, λοξὸν δὲ τὸν μὴ τοιοῦτον. ὠνόμασε δὲ ὀρθὸν κόλπον οὗ τὸ μὲν στόμιον ἐν τοῖς κάτω μέρεσίν ἐστιν, ὁ δὲ πυθμὴν ἐν τοῖς ἄνω, λοξὸν δὲ οὖ πρὸς τὸ πλάγιον ἐκκλίνεται. γίγνονται δὲ δηλονότι καὶ τούτοις ἐναντίως διακείμενοι κόλποι· κάτωθεν μὲν ἔχοντες πυθμένα, τὸ στόμιον δὲ ἄνωθεν. ἀλλ’ ἡμεῖς αὐτοὶ τούτους ἄρτι διαιροῦμεν κατὰ τὸν πυθμένα τῆς

798
ἐκροῆς τῶν ἰχώρων ἕνεκεν. εἰ δὲ φθάνοι τὸ στόμιον οὐκ ἀκριβῶς ἐν τοῖς κάτω μέρεσι τοῦ σώματος, ἀλλ’ ἐν τοῖς πλαγίοις ὑπάρχον, ἐξευρίσκειν, ἐπιτήδειον δὲ σχῆμα τοῦ μορίου χρὴ καὶ τρόπον ἐπιδέσεως ἐκκρίνεσθαι τοὺς ἰχῶρας αὐτοῦ. τοσαύτη γὰρ ἐν τοῖς τοιούτοις ἐστὶν ἡ δύναμις τοῦ σχήματος, ὥσθ’ ἡμεῖς πολλάκις τὸ δοκοῦν ἄνωθεν εἶναι στόμιον, ἐποιήσαμεν κάτωθεν ὑπαλλάξαντες τὸ σχῆμα. μηρὸν οὖν ἐν αὐτῷ κόλπον ἔχοντα, τὸ στόμιον μὲν ἔχοντα πλησίον βουβῶνος, τὸν πυθμένα δὲ ἐγγὺς τοῦ γόνατος ἰασάμεθα μετὰ σχήματος οὕτως, ὡς ὑψηλότερον εἶναι τὸ γόνυ τοῦ βουβῶνος. ἐγένετο δὲ τοῦτο ῥᾳδίως τε καὶ ἀνωδύνως ὑπαυχενίου μαλακοῦ κατὰ τὴν ἰγνύαν ὑποτεθέντος. οὕτω δὲ καὶ κατὰ γαστροκνημίαν κόλπους ἰασάμεθα, τὸ στόμιον ἔχοντας τῆς ἰγνύας πλησίον, ὑψηλότερον ἄκρον τὸν πόδα τῆς ἰγνύας καταθέμενοι. καὶ πῆχυν δ’ ἀναβάντες ταινίᾳ κατὰ τὸν ὅμοιον τρόπον, ὡς ὑψηλοτέραν εἶναι καὶ ἄκραν τὴν χεῖρα ἀγκῶνος ἰασάμεθα πολλάκις ἔχοντα κόλπον. ἀγκῶνος δὲ πεπονθότος οὕτως, ὡς ἐπειλῆφθαι τὸν ἀμφ’ 
799
αὐτὸν κόλπον ἐκ μὲν τῶν ἄνω μερῶν τοῦ βραχίονος, ἐκ δὲ τῶν κάτω τοῦ πήχεος. ἐπιτηδειότατον σχῆμα τὸ νῦν εἰρημένον ἐστὶν, ἐν ᾦ ταπεινότερον ἑκατέρου τῶν ὀστῶν ἀγκὼν γίγνεται. λέγω δὲ ἑκατέρου πήχεος καὶ βραχίονος· καὶ δύο γε ἐπιδέσμοις ἐνταῦθα χρώμεθα, τελευτῶσι μὲν ἀμφοτέροις ἐπὶ τὸ κατ’ ἀγκῶνα στόμιον, ἀρχομένοις δὲ ἀπὸ τῶν παθῶν, ἐὰν μὲν ἀκριβῶς ὀρθὸς ὁ κόλπος ᾖ τὴν ἐπίδεσιν ἀπαρέγκλιτον ποιήσεις. καθάπερ εἰ καὶ κατεαγὸς ἐπιδεῖς τὸ κῶλον, ἀποδεῖς τε ὁμοίως ἔχον. ἐὰν δὲ ἐγκεκλιμένον ἐστὶ πρὸς τὸ πλάγιον, ἡ ἐπίδεσίς σου τὴν ἔγκλισιν τοῦ κόλπου μιμείσθω καὶ τὸ σχῆμα μιμείσθω τοιοῦτος, ὡς ἐκρεῖν τοὺς ἰχῶρας· ἐν ᾧ δὲ ἂν μέλλῃς ἀποτίθεσθαι σχήματι τὸ πεπονθὸς μόριον, ἐν τούτῳ καὶ τὴν ἐπίδεσιν ποιοῦ, γιγνώσκων μεγίστην ἑπομένην βλάβην τοῖς μετεσχηματισμένοις. ἀναγκαῖον γὰρ ἐν αὐτοῖς ἔνια μὲν τῶν κεκυρτωμένων προσταλῆναι, ἔνια δὲ ὑψωθῆναι προσεσταλμένα. συμβήσεται οὖν ἐξ ἀνάγκης τὰ μὲν ὑψωθέντα θλίβεσθαι πρὸς τῶν ἐπιδέσμων, τὰ δὲ ταπεινωθέντα μὴ κρατεῖσθαι χαλασθέντων
800
αὐτῶν. ἐπὶ μὲν οὖν τῶν θλιβομένων τὴν ἀπόσφιγξιν εἶπεν ὁ Ἱπποκράτης, ἐπὶ δὲ τῶν κεχαλασμένων τὴν ἀπόστασιν ἐν σχήματι τοιούτῳ τὴν οἰκείαν τῷ κόλπῳ κελεύων ἐπίδεσιν ποιεῖν ἡμᾶς, ἐν ᾧ μήτε ἀπόστασις μήτε ἀπόσφιγξίς ἐστι, κατὰ τὴν ἀπόστασιν ἀναγκαζομένων πασχόντων μεταβάλλειν. ἐὰν γὰρ ἁπλῶς ἐν τῷ τῆς ἐπιδέσεως χρόνῳ μόνῳ φροντίσωμεν τῶν λοξῶν κόλπων, ἐπιδέσει λοξῇ καταβαλλέσθω ἐν σχήματι μὴ δυναμένῳ φυλαχθῆναι κατὰ τὴν ἀπόθεσιν ἢ κατὰ τὴν ἀνάληψιν ἐν τῇ καταλλαγῇ. τὰ μέν τινα τῶν ἐπιδεδεμένων μορίων ἀποσφιγχθήσεται, τὰ δὲ χαλαχθήσεται, ὀνομαστὶ δὲ αὐτὸς ἐδήλωσε τὰ τὴν θέσιν ἐν αὐτοῖς σχηματισμοῖς ὑπαλλάττοντα μόρια μύας εἰπὼν καὶ φλέβας καὶ νεῦρα καὶ ὀστᾶ. ταῦτα γάρ ἐστι τὰ τὸν ὄγκον τοῦ σώματος ἐργαζόμενα, φλέβας ἀκουόντων ἡμῶν κατὰ τὸ παλαιὸν ἔθος οὐ μόνον ταύτας τὰς νῦν ὀνομαζομένας, ἀλλὰ καὶ τὰς ἀρτηρίας. οὗτος μὲν οὖν ὁ νοῦς ὅλης τῆς ῥήσεώς ἐστιν. αἱ δὲ κατὰ μέρος ἐν αὐτῇ λέξεις οὐ πάνυ μὲν ἀσαφεῖς
801
εἰσιν, ἄμεινον δὲ αὐτὰς ἴσως ἐξηγήσασθαι διὰ βραχέων. ἀνάληψιν μὲν ἐπὶ χειρὸς ὀνομάζει τὴν μετὰ τὴν ἐπίδεσιν ἀπόθεσιν αὐτῆς ἐν πλατείᾳ ταινίᾳ παραλαμβανούσῃ πάντα τὸν πῆχυν, θέσιν δὲ τὴν ἐπὶ τοῦ σκέλους. εὔδηλον δὲ ὅτι καὶ ἡ ἀνάληψις ὑποπέπτωκε τῷ γένει τῷ τῆς θέσεως σημαινομένῳ καὶ τῷ νῦν ἐπὶ τῷ τέλει τῆς ῥήσεως. εὔθετα μὲν ὠνόμασε τὰ καλῶς ἀποτιθέμενα, εὔσχετα δὲ τὰ καλῶς ἀναλαμβανόμενα, τὸ μὲν πρῶτον ὄνομα κατὰ τῶν σκελῶν, τὸ δὲ δεύτερον κατὰ τῶν χειρῶν ἐπιφέρων.