In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Οἷσι δὲ μή ἐστι οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθέντα, πλανωδέστατα κατέχει.
766

Οἷς μορίοις οὐκ ἔστιν οὔτε παρακείμενόν τι τοιοῦτον μόριον, οἷον ἐπὶ κνήμης εἶπεν, οὔτε ἀντικείμενον τοιοῦτον ἕτερον μόριον, ὡς ἐπ’ ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων ὁποίαν χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν διδάσκει, μνημονεύων ὀνομαστὶ τῆς κεφαλῆς καὶ κελεύων ἐπ’ αὐτῶν ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις ποιεῖσθαι τῆς ὅλης ἐπιδέσεως, ὅ ἐστι τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον φυλάττειν, εὐθύτατα περατουμένην, ἤτοι γε ἐπὶ τὸ μέτωπον ἢ τὸ μέσον ὅλον τῆς κεφαλῆς, ἔνθα τὸ καλούμενον βρέγμα· τῆς μὲν γὰρ ἐπ’ ἀνθερεῶνα καταγομένης ἐπιδέσεως ἡ τελευτὴ προσηκόντως ἂν ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς, ἀπαρεγκλίτως ἀνατεινομένη. τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον ὁμοίως καὶ αὕτη μηδὲν ἐγκεκλιμένη. περιαγομένης γὰρ οὕτως ἑλχθήσεται καὶ τοῖς ὀπίσω μέρεσιν ἐπὶ τὸ καλούμενον ἰνίον, ὃ μεταξὺ τοῦ τε τραχήλου καὶ τῆς ὀπίσω κυρτότητος τῆς ἐπὶ τοῦ κρανίου. διὰ τοῦτό τε εἶπε τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσεων ἥκιστα λοξὴν εἶναι προσήκειν, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γιγνομένας λοξὰς,

767
ἕνεκα τοῦ περιλαμβάνειν τὸ πεπονθὸς, ἄλλοτε κατ’ ἄλλο μέρος αὐτοῦ ὑπάρχον· ἀλλὰ τάς τε διὰ τὸ πάθος λοξὰς γεγονυίας περιβολὰς, ᾗ ὑστάτη κατέχῃ μηδαμόθεν λοξουμένη. δῆλον οὖν ὅτι τοιαύτῃ ἀσφαλείᾳ κἀκεῖνα συνδιαμένουσιν ἀμετακίνητα. ὡς οὖν ἐπὶ τῆς κεφαλῆς κἀπὶ τῆς ἄνω τοῦ γόνατος ἡ κάτω γιγνομένη ἐσχάτη περιβολὴ, ἀκριβῶς φυλάττεσθαι χρὴ τὸ ἀπαρέγκλιτον, ἐπὶ μέντοι τῶν κατὰ βουβῶνα καὶ ὦμον ἐπιδέσεων, ἐν οἷς ἀναγκαζόμεθα καὶ τῶν ἀντικειμένων μορίων συγκαταλαμβάνειν, ἐσχάται περιβολαὶ κυκλοτερεῖς ἀπαρεγκλίτως γίνεσθαι δέονται. κατὰ τοὺς κενεῶνας μὲν ἀμφοτέρους, ἔνθεν τὸν βουβῶνα δεσμεῖν προαιρούμεθα, κατὰ δὲ τὸν ἕτερον ἐφ’ ᾧ τὸν ὦμον· ἀνάλογον δὲ τούτοις ἐπὶ τῆς κατὰ τὸν ἀγκῶνα διαρθρώσεως.

Ὁκόσοισι δὲ μὴ εὐκαταλήπτως τοῖς ὀθονίοισι μηδὲ
768
εὐαναλήπτως ἔχει, ῥάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς.

Ὃ μὲν λέγει τοιόνδε ἐστίν. ἐν οἷς μέρεσιν ἢ πάθεσιν δύσκολόν ἐστιν αὐτοῖς τοῖς ὀθονίοις, τήν τε κατάληψιν τοῦ πέρατος τῆς ἐπιδέσεως καὶ τὴν ἀνάληψιν ποιήσασθαι, ἐν τούτοις χρὴ ῥάμμασιν ἤτοι περιβαλλομένοις τῇ κατὰ κύκλον ἢ συῤῥάπτουσι τὸ τῆς ἐπιδέσεως πέρας τὰς καταλήψιας ποιεῖσθαι. τὸ δὲ ἄτοπον εἴη, μέρος τοῦ σώματος ὀθονίοις μὲν δυσχερῆ τὴν κατάληψιν καὶ ἀνάληψιν ἔχειν, ἑτοιμοτέραν δὲ τὴν διὰ τῶν ῥαμμάτων, οὔτε ἐγὼ λέγειν ἔχω τοῖς ἐξηγηταῖς, εἰ μέντοι τινὰ μὴ φέροντα τὴν τοιαύτην ἐπίδεσιν. οἶδα δέ τινα ἐφ’ ὧν, εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθάπερ εἰ πρὸ πολλοῦ τις ἐκ καταπτώσεως οὕτως ἔπαθε τὰ κατὰ τὴν ῥάχιν, ὡς μηδὲ βραχὺ τὸν αὐτὸν ἐκείνης δύνασθαι φέρειν τὸ μέγεθος τῆς ὀδύνης. ἠναγκάσθησαν μὲν οὖν αὐτὸν τὸν μὲν χιτωνίσκον ἀφελεῖν οὐκ ἀποδύσαντες, ἀλλὰ διαῤῥήξαντες "

769
μὲν πρῶτον ἁπάσας τὰς ῥαφάς. μετὰ δὲ ταῦτα παμπόλλους τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα χρησάμενοι προσμετεωρίσαι τὸν ἄνθρωπον, ἰσοῤῥόπως ἐπὶ καθέδρας πλατείας ἐκτεταμένον ῥάκος ἐπιβεβλημένον ἔχον ἐρίου πλάκα· ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν ὁ κάμνων ὑπὸ τῶν διακρατούντων ὑπὸ τῆς στρωμνῆς ὑψώθη διὰ ταχέων ἐπιβαλεῖν μὲν ἐκείνῃ κατὰ τὸ πλάτος, ὑποβαλεῖν δὲ τῇ ῥάχει τοῦ μετεωρισθέντος. αὐτοὶ δὲ ἑτέραν ἐρίου πλάκα διαβεβρεγμένην ἔχοντες ἐλαίῳ θερμῷ μετὰ τὴν ἀφαίρεσιν τοῦ χιτωνίσκου, ταχέως περιβαλόντες τῇ ῥάχει, κατεκλίναμεν ἐπὶ τῆς ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάκει, καὶ οὕτως πέρατα μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρῶτα τοῦ σώματος τὰ πέρατα τῆς διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν, εἶτα· ἐπ’ αὐτὰ τὰ τῆς ξηρᾶς καὶ μετ’ ἐκεῖνα τὰ τοῦ ῥάκους καὶ πρὸς ἄλληλα διὰ ῥαφῶν ἡνώσαμεν· εἰ μὴ διὰ ῥαφῶν ἢ διὰ ῥαμμάτων μόνον βουληθείς τι ἐργάσασθαι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως, ἐπέτεινεν αὐτὰ πρῶτα μὲν πάντων κάτωθεν τῷ μὲν ῥάκει οὕτως· οὐ γὰρ ἂν μετὰ τὴν ἐπίδεσιν. ὡσαύτως δὲ καὶ τῇ
770
τῶν κατ’ ἰσχίον μερῶν εὐπραξίᾳ μὲν, ὁπότε καὶ τὸ κατὰ τὸν μηρὸν ἐπ’ ἄλλου καὶ κατὰ βραχίονά γέ ποτε καὶ τοῦ τραχήλου τὴν ὀπίσω χώραν.

Ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά.

Περὶ τῆς ὕλης τῶν ἐπιδέσμων ἐνταῦθα διδάσκει, καθαροῖς καὶ κούφοις καὶ μαλθακοῖς καὶ λεπτοῖς χρῆσθαι κελεύων· καθαροῖς μὲν, ὅπως μήτε δήξεις ἐκ τοῦ ῥύπου γίγνοιντο μήτε διικνεῖσθαι πρὸς τὸν χρῶτα τῶν ἐπιβρεχομένων ὑγρῶν δύναμιν εἴργοιτο· κούφοις δὲ, ὡς μὴ βαρύνοιτο ὁ πεπονθὼς τόπος· λεπτοῖς δὲ διὰ τό τε καὶ κουφότερα καὶ μαλακώτερα ταῦτα, διὰ τό τε καὶ τὰς ἐπιβροχὰς ἑτοίμως διαπέμπειν· μαλθακοῖς δὲ, ὅπως μὴ θλίβοιντο. πρόδηλον δὲ ὅτι τούτων ἕκαστον εἰς τὸ μὴ φλεγμῆναι τὸ πεπονθὸς μόριον συντελεῖ.

771
Ἑλίσσειν ἀμφοτέροισιν ἅμα καὶ ἑκατέροισιν χωρὶς ἀσκέειν.

Ὅπερ ἔμπροσθεν εἰρήκει καθόλου περὶ τῶν εἰς χειρουργίαν πάντων ἔργων, ἀσκεῖν ἀξιῶν αὐτὰ δρᾷν ἑκατέροις τε καὶ ἀμφοτέροισιν ἅμα, τοῦτο νῦν ἐπὶ μόνου τοῦ ἑλίσσειν ἔγραψε. πρὸς γὰρ τὸ τάχος τῆς ἐνεργείας, ὅπερ ἐστὶ μέγιστον ἐπὶ τῶν ὀδυνωμένων ἡ τοιαύτη τῶν χειρῶν ἄσκησις ὠφελιμωτέρα. τῶν δύο μὲν οὖν χειρῶν ἑλισσουσῶν ἅμα τὸν ἐπίδεσμον ἐν ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσι, τῆς δ’ ἑτέρας μόνης ἐν ταῖς ἄλλαις, ἀλλὰ καὶ ἐν ταύταις ἑκατέρας ἐν μέρει διαδεχομένης τὴν ἑτέραν. ἐν μὲν γὰρ ταῖς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεσιν ἀμφότεραι καθ’ ἕνα καιρὸν ἐνεργοῦσιν ὁμοίως. διαδεχόμεναι γὰρ ἀλλήλας ἡ μὲν ἑτέρα τὸ κυριώτατον μέρος τῆς ἐπιδέσεως ἐκτελεῖ περιελίσσουσα τὸν ἐπίδεσμον, ἡ δ’ ἑτέρα χρήσιμος εἰς τὴν ταύτης ὑπηρεσίαν γίγνεται.

772
Τῇ πρεπούσῃ δὲ ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν ὀθονίων τεκμαιρόμενον χρέεσθαι.

Εἰς τὰ πλάτη καὶ τὰ πάχη τῶν ἐπιδουμένων μορίων ἀποβλέποντα τὴν προσήκουσαν αὐτοῖς ἐπίδεσιν ἐξευρίσκειν κελεύει. γιγνομένης δὲ τῆς ἐπιδέσεως ὀρθῶς κατὰ τὰ προειρημένα διὰ τῶν ὅθεν ἄρχεσθαι προσήκει καὶ καθ’ ὅντινα τρόπον ἑλίττειν τὰ ὀθόνια κατὰ τὸ πεπονθὸς, ὅσα τε συγκαταλαμβάνει αὐτὸ μόρια καὶ τὴν τελευτὴν, ἐν ᾧ τίθεσθαι καὶ πῶς ἐπ’ αὐτοῖς χρῆσθαι τοῖς ἅμμασί τε καὶ ῥάμμασιν ἐδίδαξεν, ἰστέον αὐτὸν οὐδὲν τούτων δηλοῦν. οὔτε γὰρ ἐκ τοῦ πλάτους οὔτ’ ἐκ τοῦ πάχους τῶν ἐπιδουμένων μερῶν ἐλήφθη τι τῶν εἰρημένων, ἀλλ’ ἐκ τοῦ πάθους αὐτοῦ καὶ τοῦ σχήματος τοῦ μορίου, καθ’ ὃ τὸ πάθος ἐγίνετο. νῦν οὖν εὔλογόν ἐστι διδάσκειν αὐτὸν ὁπόσα κατὰ τὴν ἐπίδεσιν ἀγαθὰ γίγνεται, τὴν ἐπίδειξιν ἡμῶν λαμβανόντων ἐκ τοῦ πλάτους καὶ τοῦ πάχους τῶν ἐπιδουμένων μορίων.

773
ἐκ τούτων γὰρ λαμβάνεται καὶ τὸ τῶν ὀθονίων αὐτῶν πλάτος τε καὶ μῆκος. οἷον ἐπὶ μὲν μικροῦ παιδίου καὶ τῷ μήκει βραχέσι καὶ τῷ πλάτει στενοῖς, εὔλογόν ἐστι χρέεσθαι τοῖς ἐπιδέσμοις, ἐπὶ δὲ μεγάλου νεανίσκου καὶ μακροῖς καὶ πλατέσιν, ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων ὅσα μεταξὺ τοῦ μεγάλου τε καὶ τοῦ μικροῦ σώματός ἐστιν· εἰ μὲν γὰρ ἀκριβῶς ἀμφοτέρων ἐστὶ μέσον καὶ πλάτει καὶ πάχει τὸ ἐπιδούμενον μέρος καὶ τὰς ὀθόνας μέσας τῷ τε πάχει καὶ τῷ πλάτει ποιήσομεν ἐκείνων τῶν ὀθονίων, οἷς ἐπὶ τοῦ μεγάλου καὶ τοῦ σμικροῦ σώματος ἐχρώμεθα· εἰ δὲ ἐγγυτέρω θατέρῳ τῶν ἄκρων εἴη κατ’ ἐκεῖνο, καὶ τὸ ποσὸν αὐτῶν ὑπαλλάξομεν αὐξάνοντες ἢ μειοῦντες.

Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες.

Ἐφεξῆς ἀμφοτέροις ὑπάρχει τοῖς ἐπιδέσμοις πρὶν περιβαλέσθαι τῷ τοῦ κάμνοντος σώματι τῆς ἐξ αὐτῶν ἐπιδέσεως 

774
γιγνομένης περὶ τὸν πεπονθότα τόπον, ἀλλὰ αἱ κεφαλαὶ τῶν ἐπιδέσμων, αἵτινες ἂν ὦσιν, ἀμφοτέρων εἰσὶ κοιναί. ἐάν τε γὰρ ἀρχαὶ τῶν ἐπιδέσμων, ἐάν τε πέρατα κεφαλῆς νοηθῶσιν εἰρῆσθαι νῦν, ἐάν τε ἀμφότερα, καὶ πρὸς τούτοις ἔτι κατὰ τὸ πλάτος αὐτῶν πέρατα, ταῦτα πάντα κοινὰ ταῖς ἑλίξεσι τῶν ἐπιδέσμων ἀμφοτέραις ἐστὶν, ἅς τε αὐτοὶ ἀμφοτέρας καταμίγας ἴσχουσιν, ἅς τε τῷ ἐπιβάλλεσθαι τῷ σώματι λαμβάνουσιν, ὥστε τοῦτο μὲν, εἰ καὶ διαπεφώνηται τοῖς ἐξηγησαμένοις τὸ βιβλίον, οὐ χαλεπὸν εἰπεῖν. καὶ γὰρ ἐπὶ τῶν ἐληλιγμένων ἀληθῶς ὁ λόγος ἐστὶ καὶ τῶν περιβεβλημένων τῷ σώματι· καὶ μέντοι καὶ πάντα τῶν περάτων ἀκούομεν, οὐχ ὡς ἔνιοι μὲν ᾠήθησαν τῶν κατὰ μῆκος, ἔνιοι δὲ τῶν κατὰ πλάτος, ἀλλὰ τὸ περὶ μόνων μὲν ἐξηγησάμενοι τῶν ἐκτὸς ἐπιδέσμων εἰρῆσθαι, τὸ δὲ σφιγγόμενον τῆς ἑλίξεως ὑπ’ αὐτοῦ δηλοῦσθαι νομίσαντες. ὅτι μὲν οὖν ἐσφίγχθαι χρὴ τὸν ἐπίδεσμον ἔξω πρὶν ἐπιβαλέσθαι τῷ σώματι πρόδηλον. εὐληπτότερον γὰρ οὕτως ἔσται, διότι καὶ λεπτότερος λεπτοτέρας τε τὰς περιβολὰς ἔχων διὰ
775
τὸ τεταμένον ἐρηρίχθαι, σφιγχθῆναι γὰρ ἄλλως οὐ δύναται. τὸ δὲ τὰς κεφαλὰς αὐτοῦ μόνας δεῖν ἐσφίγχθαι περιφανῶς ψευδὲς, οὐ γὰρ ἐκείνας μόνον, ἀλλ’ ὅλον ἐσφίγχθαι τὸν ἐπίδεσμον. ὡς οὖν ἐν ἀπόροις ἅ γέ μοι δοκεῖ ἤδη φράσω· κεφαλὰς μὲν ἀκουστέον ἅπαντα τὰ πέρατα τοῦ ἐπιδέσμου τά τε κατὰ μῆκος ὄντα αὐτῷ καὶ τὰ κατὰ πλάτος. εἰρῆσθαι δ’ οὐ κυρίως αὐτὰ νομιστέον σκληρὰ καὶ διὰ τοῦτο ἀσάφειαν ἐσχηκέναι τὸν λόγον· ἔμπροσθεν γὰρ εἰπὼν ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, πῶς ἂν νῦν αὖθις ἔλεγεν αὐτὰ σκληρά; κεχρῆσθαι δὲ νομίζω τῇ τοῦ σκληρᾷ προσηγορίᾳ πρεπόντως τῷ δηλουμένῳ πράγματι. πολλάκις γὰρ ἐπὶ τοῖς πέρασι τῶν ὀθονίων τέτταρσιν οὖσιν δύο μὲν κατὰ τὸ μῆκος, ἑτέροις δὲ δύο κατὰ τὸ πλάτος, ἤτοι μόνος ὁ στήμων εὑρίσκεται, μὴ ξυνακολουθούσης αὐτῷ πρὸς τὸ πέρας τῆς κρόκης ἢ κρόκη μόνη χωρὶς τοῦ στήμονος. ἔτι δὲ ἤτοι χαλαρὸν ἔγκειται τῷ πέρατι τῶν εἰρημένων τὸ ἕτερον, ἢ κατὰ μὲν τὶ μέρος ἔγκειται, κατ’ ἄλλο
776
δ’ ὑπερεκπίπτει. τῶν οὖν τοιούτων ὀθονίων αἱ κεφαλαὶ τῆς ἑλίξεως μαλακώτεραι τῶν ἑτέρων εἰσὶ κεφαλῶν, ἐν αἷς ἐξισοῦται μέχρι τοῦ πέρατος ὁ στήμων τῇ κρόκῃ καὶ τῇ τούτων μαλακότητι, τοὐναντίον οἶμαι κατὰ τῶν προσηκόντων, ἐληλιγμέναι μὲν, ὡς ἔφη, σκληραί. βέλτιον δ’ ἦν εἰρηκέναι, μὴ μαλακαὶ, καθάπερ ἔμπροσθεν περὶ τοῦ ἅμματος ἔφη, μὴ μέγα. τὰ γὰρ ἐν τῷ μέσῳ τῶν ἀμετριῶν, ὡς ἔφην, εἰώθασι δηλοῦν ἀποφάσκοντες ὁποτερανοῦν ἀμετρίαν. τὸ μὲν οὖν εἶδος· σκληρῶν τῶν κεφαλῶν εἰρημένων οὕτως ἄν τις ἀκούσειεν πιθανώτατον τῷ γε μηδὲν ἔχων ἄλλο, μηδὲ μετρίως πιθανὸν εἰπεῖν καὶ τῷ τὴν εἰρημένην ἁμαρτίαν ἐν τοῖς ὀθονίοις ἐν ἄλλῳ λόγῳ μηδενὶ δεδηλῶσθαι πρὸς αὐτοῦ. τὸ δὲ ὁμαλὲς δηλοῦσθαι μὲν τὸ κατὰ πᾶν ἀπαραλλάκτως ὅμοιον. γίγνεται δὲ τοῦτο μήτε σκληρᾶς ἢ πλατυτέρας ἐν αὐταῖς τινος οὔσης μήτε μαλακωτέρας ἢ στενωτέρας ἢ λεῖπόν τι καὶ διαβεβρωμένον ἐχούσης. ἔδοξε δὲ καὶ πάνυ καθάπερ ἐπὶ τῶν παρυφασμάτων. γίγνεται δὲ τὸ εὐκρινὲς ἐπὶ τῶν τεταμένων ὁμοίως ἐν ἅπασι τοῖς μέρεσι· καὶ κατὰ
777
τὶ μὲν οὐ πεπυσμένων ἢ πεπαγμένων, κατὰ τὶ δὲ ἐνδεδιπλωμένων ἢ ἐπειλιγμένων ἀκουσόμεθα.