In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει 
754
πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω.

Εἰ εὖ γε μὴν γνῶναι κατὰ τὴν ῥῆσιν ἐγέγραπτο, εὖ γε μὴν γνόντα, τέλειος ἂν ἦν ὁ λόγος, καὶ νυνὶ δὲ κρέμασθαι δοκεῖ, καίτοι πρὸς ἐπίζευξιν. διὸ καί τινες αὐτῷ τὰ ἐφεξῆς εἰρημένα συνάπτουσιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιαύτην. εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω, ἐπιδεῖν δεξιὰ ἐπ’ ἀριστερὰ καὶ ἀριστερὰ ἐπὶ δεξιὰ πλὴν κεφαλῆς. ἀλλὰ τοῦτό γε φαίνεται μηδεμίαν ἀκολουθίαν ἔχον. οὐ γὰρ διὰ τοῦτο χρὴ τὰς εἰρημένας ἐπιδέσεις ποιεῖσθαι, διὰ τὸ ἅμμα φεύγειν εἴωθεν εἰς τὰ κατάντη καὶ ἀπόξη. δι’ ἕτερον γάρ τι, ὡς ἐφεξῆς ἐροῦμεν, δεξιὰ μὲν ἐπ’ ἀριστερὰ, ἀριστερὰ δὲ ἐπὶ δεξιὰ προσέταξεν ἐπιδεῖν. ἀκόλουθα δέ ἐστι τὰ τοῦ εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει. τὰ οὕτως εἰρημένα περιβαλεῖν καταλήψεως τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖς ἡσυχάζουσι

755
καὶ λαμπροτέροις. καὶ τὰ τούτοις ἐφεξῆς, ἃ μετ’ ὀλίγον ἐξηγοῦμαι, αὐτὸ τοῦτο δείξει σαφέστερον. ἐν δὲ τῷ παρόντι μεταξὺ παρεγκείμενα παρὰ τάξιν ἐπισκεπτέον αὐτὰ καθ’ ἑαυτά.

Ἐπιδεῖν δεξιὰ ἐπ’ ἀριστερὰ καὶ ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν κεφαλῆς, ταύτην δὲ κατ’ ἴξιν.

Περὶ τῶν καταγμάτων μάλιστα τοῦ παραγγέλματος οὗ νῦν παραγγέλλει μεγίστη γίνεται χρεία. περιτρέπειν γὰρ ἀεὶ χρὴ πρὸς τοὐναντίον, ὅταν ἐκ θατέρου ἕλκους ᾖ, τοῦ μὲν δεξιοῦ πεπονθότος ἐπὶ τὸ λαιὸν, εἰ δ’ ἐκεῖνο πάθοι, πρὸς τοὐναντίον, ὡς ὅταν γεγονὸς ὀστοῦν ὅλον ἐγκάρσιον ἢ κατεαγὸς ἢ ἰσόῤῥοπον τὴν ἐπίδεσιν ποιούμεθα, περιβάλλοντες αὐτῷ σπλῆνας ἐν σχήματι τῷ καλουμένῳ ἐν κύκλῳ. τὸ τοίνυν λεγόμενόν ἐστι τοιοῦτον· ἐπιδεῖν τὰ μὲν δεξιὰ

756
μέρη πεπονθότα περιτρέποντας ἐπ’ ἀριστερὰ, τὰ δ’ ἀριστερὰ τοὐναντίον ἐπὶ τὰ δεξιά. γίνεται δὲ τοῦτο τὴν μὲν ἀρχὴν τοῦ ἐπιδέσμου βαλλομένων ἡμῶν κατὰ τὸ πεπονθὸς μέρος, οὔτε ἀκριβῶς κατ’ αὐτοῦ τοῦ κατάγματος ἢ τοῦ ἕλκους, ἀλλ’ ἔνθεν καὶ ἔνθεν τούτων, τῇ δ’ ἑτέρᾳ περιτρεπόντων ἐπὶ τἀναντία τὸ πεπονθὸς ἅμα τῷ πιλεῖν. ἐπειδὰν δὲ ἐπὶ τὸ ἀντικείμενον μέρος ἐπίδεσμος ἑλιττόμενος γένηται, μηκέτι ἐκεῖ σφιγγόντων ὁμοίως ἔτι δὲ μᾶλλον οὐδὲ περιτρεπόντων ἄχρις ἂν ἐν κύκλῳ περιελιττόμενος ὁ ἐπίδεσμος ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἀφίκηται· τηνικαῦτα γὰρ κατείχομεν ἔμπροσθεν χειρὶ τὴν ἀρχήν. ταύτῃ πάλιν ἐκεῖνο τὸ μέρος τοῦ ἐπιδέσμου τὸ ψαῦσαν αὐτῆς ἐπιτιθέντες, κατ’ αὐτῆς ἀσφαλῶς κρατοῦμεν, ὥστε δευτέρας ἄρξασθαι αὖθις κατὰ τὴν τῶν αὐτῶν ἐπιβολὴν ὁμοίως τῇ πρώτῃ πιλούσης τε καὶ περιτρεπούσης ἐπὶ τὰ ἐναντία· καὶ ταύτην πάλιν ὡσαύτως τῇ πρώτῃ περιελίξαντες, ὅταν αὖθις ἐπὶ τὴν ἀρχὴν ἀφικώμεθα, κρατήσαντες ὁμοίως τῇ ἑτέρᾳ χειρὶ τὸν ἐπίδεσμον ἀνατείνομεν, τῇ ἑτέρᾳ πιλοῦντές τε καὶ περιτρέποντες
757
ἐπὶ τὸ ἀντικείμενον μέρος πεπονθός. οὐ μόνον δὲ τὰ κῶλα κατὰ τοῦτον ἐπιδοῦμεν τὸν τρόπον, ἀλλὰ καὶ τὰς πλευράς. εἰ μὲν ἐπὶ τοῖς δεξιοῖς μέρεσιν ἡ πεπονθυῖα τύχῃ, τὴν ἀρχὴν ἐνταῦθα βαλλόμενοι τὴν νομὴν ἐπ’ ἀριστερὰ ποιούμεθα, καθ’ ὃν εἴρηται τρόπον. εἰ δ’ ἐν τοῖς ἀριστεροῖς εἴη τὸ πάθος, ἀπὸ τούτου ἀρξάμενοι τὴν οἷον ὁδοιπορίαν τῆς ἐπιδέσεως ἐπὶ τὸ δεξιὸν μέρος ἐργαζόμεθα, κεφαλὴν δ’ οὐκ ἔστι περιλαβεῖν οὕτως ἐν κύκλῳ· κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ. διὰ τοῦτο οὖν ἐπ’ αὐτῆς, ἐάν τε κατὰ τὸ δεξιὸν μέρος, ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος τὴν κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθυωρίαν, αἱρούμεθα, διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δ’ ἐντεῦθεν ἐπ’ ἄκραν τὴν κάτω γένυν, εἶτ’ ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθὸς, εἴτ’ αὖθις πάλιν ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζομεν ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως κατὰ τῆς κορυφῆς γιγνέσθω. μονιμώτατον γὰρ οὕτως ἐργάζεται χωρίον τοῦτο.

758
Τὰ δ’ ὑπεναντία ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφ’ ὅπερ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς καὶ εἴ τι ἄλλο τοιοῦτον.

Δύο διανοίας λέξις ἥδε δύναται λαβεῖν, ὥστε ἤτοι περὶ πάντων τῶν μερῶν τοῦ σώματος ἢ περὶ μόνον τῶν τῆς κεφαλῆς ἀκούειν. εἰρηκὼς γὰρ πλὴν κεφαλῆς, δεξιὰ ἐπὶ ἀριστερὰ, ταύτην δὲ κατ’ ἴξιν ἐπιδεῖσθαι. λοιπὸν οὖν, τῶν αὐτῆς ὄντων μερῶν ἐναντίον ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε καὶ κατὰ ἰνίον ἐστὶ, τὸ δὲ πρόσω τε καὶ κατὰ μέτωπον, ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν ἀξιοῖ. αὗται δὲ αἱ ἀπὸ δύο ἀρχέων ἐπιδέσεις, ὅταν τὸ μέσον ὂν ὅλου τοῦ ἐπιδέσμου κατὰ τοῦ πεπονθότος ἐρείσαντες ἰσόῤῥοπον ἑκάτερον αὐτῶν τῶν μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγωμεν τόπον. ὅσαι δ’ οὖν τελευταὶ τῶν οὕτως ἐπιτελουμένων ἐπὶ μέτωπον ἄγονται, μονιμώτερον ἰνίου τοῦτο τὸ χωρίον. ἐὰν δὲ ὁ λόγος αὐτῷ περὶ πάντων ᾖ τῶν μορίων, ἐροῦμεν εἰρῆσθαι τὰ ἐναντία, 

759
τὰ καθ’ ἑκάτερον μέρος ὁμοίως διακείμενα, τουτέστιν ἤτοι δεξιόν τε καὶ ἀριστερὸν ἢ τοὐπίσω τε καὶ πρόσω. πεπονθότων δὲ ὁμοίως αὐτῶν, ὡς ἐπειδὰν τὰ καλούμενα καυληδὸν γένηται κατάγματα, τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν ποιήσεις, καθάπερ ἔφαμεν ἐπὶ τῶν σχιδακιδὸν περιβαλλομένων γίγνεσθαι σπληνῶν. ἐὰν δὲ ἀπὸ μιᾶς ἀρχῆς, φησὶν, ἐπιδέῃς τὰ τοιαῦτα κατὰ τὴν ὁμοιότητα τῆς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεως, ἑλίττων τὸν ἐπίδεσμον οὕτως ἄξεις ἐπὶ τὸ μόνιμον χωρίον, ὡς ἐνταῦθα τελευτήσῃ. παράδειγμα δὲ μονίμου χωρίου τὸ μέσον τῆς κεφαλῆς ἐποιήσατο ἀρκεσθεὶς τούτῳ, ἐπειδὰν κατὰ τὸ παρὸν μέλλει μετ’ ὀλίγον ἀκριβῶς ἅπαντα τὸν λόγον διέρχεσθαι. διδάσκων ὅπως δεῖ τὴν τελευτὴν τοῦ ἐπιδέσμου γίγνεσθαι πρὸς τὴν ὅλην ἐπίδεσιν ἀμετακίνητον φυλάττεσθαι. τὸ οὖν ἐφ’ ὅπερ ὅμοιον ἐπ’ ἀμφοῖν ἀκουστέον τῆς ὅλης νομῆς τοῦ ἐπιδέσμου καὶ τῆς τελευτῆς.

760
Τά δὲ κινούμενα οἶον ἄρθρα, ὅπη μὲν συγκάμπτεται, ὡς ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύην, ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη.

Ἐλάχιστα περιβαλεῖν ὀθόνια κατά τε τὴν ἰγνύαν καὶ τὰ ταύτης παραπλήσια κελεύει καὶ μάλιστα εὐσταλῆ. τὸ δὲ σημαίνει τὸ συνηγμένον εἰς ὀλίγον, τὸ δὲ ἀντικείμενον τῇ ἰγνύῃ μόριον, τὴν μύλην ἐναντίως ἐπιδεῖσθαι κελεύει. τὸ δὲ ἐναντίως ἐστὶν ἅπασι τοῖς ἐναντίοις καὶ μηδαμόθεν συνεσταλμένοις ὁπόσον ἐγχωρεῖ. παραπλησίως δὲ τῇ μὲν ἰγνύῃ ἅπαντα μόρια καθάπτεσθαι συμβαίνει τοῖς ἄρθροις· τῇ δὲ μύλῃ κατὰ τὴν ἔκτασιν αὐτῷ γενέσθαι. καλοῦσί τινες ἐπιγουνίδα τὴν μύλην ταύτην, ὥσπερ ἕτεροί τινες ἐπιγουνατίδα. κατὰ ταύτην μὲν οὖν, ἔφη, πλατὺν χρὴ περιτάττεσθαι, τὸν ἐπίδεσμον, ὡς ὅλην αὐτὴν περιλαμβάνειν. ὁ γὰρ μὴ περικείμενος οὕτως ἢ πρὸς τὴν ἄνω χώραν ἀναχθήσεται

761
ῥᾳδίως ἢ πρὸς τὴν κάτω περισφαλλόμενος ἐφ’ ἑκάτερα διὰ τὴν κυρτότητα τῆς μύλης. τῇ δὲ ἰγνύῃ συνεσταλμένον τὸν ἐπίδεσμον ἀξιοῖ περιβαλεῖν· οὔτε γὰρ ὑποδέξασθαι δύναται τὸ εἰς πλάτος ἐκτεταμένον οὔτε φυλάξαι.

Προσεπιβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ σύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος.

Τὴν τοιαύτην βραχυλογίαν ἐπαινεῖν προσῆκεν, εἰ δι’ ἑνὸς ὀνόματος δηλοῦται σαφῶς ὁ λόγος, ὥσπερ καὶ νῦν. ὑπὸ μὲν τοῦ τῆς καταλήψεως ὀνόματος ὁ λόγος οὗτος δηλοῦται, καθ’ ὃν εἴπομεν ἂν τῶν ἐν τοῖς ἄρθροις ἐπιδέσεων τὸ τέλος ἀσφαλῶς φυλάττεσθαι χρὴ, διά τινος ἐκ περιττοῦ γενομένης ἐπιδέσεως, ἔξω τῆς διαρθρώσεως. ὑπὸ δὲ τῆς ἀναλήψεως, ἵνα πολλὴν ἔχωμεν πρόνοιαν τοῦ μήτε καταῤῥεῖν

762
εἰς τὰ κατάντη χωρία τὸν περίδεσμον, μήτε ἀνατρέχειν εἴς τε τῶν κυρτῶν, ἅπερ ἀπόξη κέκληκεν αὐτὸς ἔμπροσθεν, ἡνίκα ἔλεγεν εὖ γε μὴν γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει· καὶ δῆλον δὴ γέγονεν ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ, καλῶς ὑφ’ ἡμῶν εἰρῆσθαι συνεχῆ τὰ νῦν λεγόμενα τοῖς κατ’ ἐκείνην τὴν ῥῆσιν λεγομένοις εἶναι, καθ’ ἣν ἔλεγεν, εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει. καὶ μέντοι καὶ συντομώτατον τῶν ἐπιτηδείων χωρίων ἐμνημόνευσεν, ἐν οἶς χρὴ τὰ τέλη τῶν ἐπιδέσμων τίθεσθαι, δύο προσηγορίαις περιλαβὼν, τῇ τῶν ἀτρεμούντων καὶ τῇ τῶν λαπαρῶν. ἡσυχάζει γὰρ ὅσα τῆς διαρθρώσεως ἐκτός ἐστι, κατὰ τὸ ἕτερον τῶν συναπτόντων ἀλλήλοις ὀστῶν, ὡς ἐπὶ τοῦ γόνατος ἤτοι κατὰ τὸν μηρὸν ἢ τὴν κνήμην. λαπαρώτερα γὰρ ταῦτά ἐστι τὰ χωρία. κέκληκε γὰρ οὕτως τὰ τοῖς ἐξέχουσι μορίοις ἐναντίως διακείμενα, τουτέστι τὰ κατεσταλμένα καὶ ταπεινά. καὶ γὰρ τὸ λαπαρὸν ἅπαν προσέσταλται· κυρίως μὲν οὖν ἡ λαπαρὸν φωνὴ σημαίνει τὸ κενὸν, ὥσπερ καὶ ἡ λαπάξαι τὸ κενῶσαι. καὶ γὰρ
763
καὶ τὸ Ἴλιον ἐξαλαπάξαι εὐναιόμενον πτολίεθρον, ἐκκενῶσαι τὴν πόλιν δηλοῖ, καὶ λαπαρὰ τοῦ σώματος ἐκεῖνα τὰ μόρια καλοῦσιν, ὅσα μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν ἐστι καὶ τῶν νόθων πλευρῶν· ἤδη μέντοι καὶ τὸ προσεσταλμένον ἅπαν ὀνομάζουσι λαπαρὸν, ἐπειδὴ τὸ κενὸν ἐξ ἀνάγκης προσέσταλται, τὴν μεταφορὰν ἀπὸ κοινοῦ συμβεβηκότος ποιούμενοι.

Ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ γαστροκνημίης. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ, κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω, τοὐναντίον.

Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι τῆς δι’ ἑαυτὴν παραλαμβανομένης, οὐχ ὑπηρεσίας ἕνεκα τῶν ὑποκειμένων τῶν πάσχοντι μορίῳ τὸ κατέχειν ἀκίνητον ὡς 

764
διεπλάσθη τὸ πεπονθὸς, ἀφλέγμαντόν τε φυλάττειν ἅπερ ἱκανῶς ἐν τῷ περὶ ἀγμῶν ἐδίδαξεν. ἐπεὶ δὲ οὐ δύναται ταῦτα ποιεῖν ἡ ἐπίδεσις ἄνευ τοῦ διαμένειν αὐτὴν καὶ μὴ μετακινεῖσθαι πρὸς τὸ κάτω τοῦ σώματος ἢ ἄνω, διὰ τοῦτο τοῖς ἀπαθέσι μορίοις ἀναγκαζόμεθα περιβάλλειν τοὺς ἐπιδέσμους, ὅπως ἔνθεν μὲν ἄνω ἀγαγεῖν ἐστιν εἰκὸς ὅλην τὴν ἐπίδεσιν ἡ ἀντίληψις αὐτῆς ἕλκη ἐπὶ τὸ ταπεινότερον. ἐπ’ ἐνίων δὲ μορίων ἡ διὰ τῶν ἀντικειμένων ἀντίληψις ὠφελιμωτέρα, καθάπερ ἐπ’ ὤμου καὶ βουβῶνος. ἀκριβῶς εἰπεῖν ἐπ’ ὤμου μὲν, οὐ περὶ τὸν ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην· ἐπὶ βουβῶνος δὲ περὶ τὸν κενεῶνα περιβάλλεσθαι δεῖ τὸν ἐπίδεσμον· οὔτε γὰρ ὁ ὦμος οὔτε ὁ γλουτὸς ἀσφαλῶς φυλάττειν δύναται τὰς περιβολὰς, ἀλλ’ ἡ μασχάλη καὶ ὁ κενεών. ὀνομάζεται δὲ, ὡς ἔφην ἄρτι, κενεὼν ὁ μεταξὺ τοῦ θώρακός τε καὶ τοῦ ἰσχίου ὀστοῦ τόπος ἀπὸ τοῦ κενεὸς εἶναι, τουτέστι προσεσταλμένος, οὕτως κληθείς. εὔδηλον δὲ ὅτι τὸ συμφωνεῖν καὶ ἁρμόττειν ὁμολογεῖν ἔφη· οἵ τε γὰρ ὁμολογοῦντες ἐν ἔργοις καλοῖς οὐ μόνον οὐδὲν ἐναντίον
765
πράττουσιν ἢ λέγουσιν, ἀλλὰ καὶ συντελοῦσιν. ἀλλὰ τούτοις τά τε εἰρημένα χωρία συμπράττει τῷ νόμῳ τῆς ἐπιδέσεως. ὡσαύτως δὲ καὶ τῆς κνήμης εὐαπόῤῥυτον ἐχούσης τὴν ἐπίδεσιν τῆς γαστροκνημίας ἡ ἄνω περιβολὴ χρήσιμος, κατ’ ἐκείνας δηλονότι τὰς ἐπιδέσεις, αἷς ἀναγκαῖόν ἐστι τὸ κυρτὸν τῆς γαστροκνημίας περιλαμβάνειν, ἐπ’ αὐτῷ παρὰ τὰ σφυρὰ χωρίῳ τὸ μόνιμον τῆς ἐπιδέσεως· ἐξ αὐτῶν ἔχει μεταξὺ δυοῖν ἐξοχῶν κείμενα, κατὰ μὲν τῶν κυρτῶν περάτων περόνης τε καὶ κνήμης, ἃ κακῶς ἔνιοι καλοῦσιν ἀστραγάλους· ἄνω δὲ τῆς γαστροκνημίας αὐτῆς.