In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ἐς μὲν οὖν ταῦτα νόμος.

Οἱ κατὰ πόλεις νόμοι λόγοι τινές εἰσι προστακτικοὶ μὲν ὧν χρὴ ποιεῖν, ἀπαγορευτικοὶ δὲ ὧν οὐ χρή. τούτοις οὖν τοῖς νόμοις ἐοικέναι φησὶ τὰ νῦν εἰρημένα μηδὲν ἔχοντα στοχαστικὸν ἢ ἀμφιβολίαν ἢ ὡς ἄλλα τινὰ τῶν κατὰ

738
τὴν ἰατρικὴν τέχνην. τὸ δ’ αὐτὸ κἀν τῷ περὶ καταγμάτων εἴρηκεν ἐπὶ τὸ μετριώτερον ὑφεὶς τὸ τῆς ἀποφάσεως σφοδρόν. οὐ γὰρ ἁπλῶς εἶπεν, ἐς μὲν οὖν ταῦτα νόμος ὡς νῦν, ἀλλ’ οὗτος ὁ λόγος ὥσπερ νόμος δίκαιος κεῖται περὶ καταγμάτων ἰήσιος.

Ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἤκιστα δὲ τὰ μέσα.

Ἐν τούτοις φησὶ τοῖς κατὰ τὸ τῆς ἰσχύος εἶδος διδασκομένοις μέγιστα παραγγέλματα τῆς ἐπιδέσεως εἶναι τὰ ἐπικείμενα τοῦ πεπονθότος μορίου, λέγεται δὲ δηλονότι τὰ ὀθόνια μήτε ἀφεστάναι τοῦ χρώματος μήτε θλίβειν, ἀλλ’ ἡρμόσθαι μὲν, τουτέστιν ἀσφαλῶς ἐρηρεῖσθαι, προσηναγκάσθαι 

739
δὲ μή. σημαίνει δὲ αὐτὸ δηλονότι τὸ προσηναγκάσθαι τὸ ὀθόνιον οὕτως καὶ σφοδρῶς περιβεβλῆσθαι τοῖς πεπονθόσι μορίοις, ὡς ὀδύνην παρέχειν. αὐτὰ δὲ ταῦτα τὰ παραγγέλματα περὶ τοῦ ποσοῦ τῆς πιέσεως ἔνθεν τὸ πάθος ἐστὶν, ἥκιστα παραλαμβάνειν προσήκει. κατὰ δὲ τὰ πέρατα φροντίζειν μὲν κἀνταῦθα πάντως, ἀλλ’ ἦττον ἢ κατὰ μέσα. κάλλιστον γὰρ ἀναμάρτητον εἶναι τέχνην. εἰ δέ πού τι μικρὸν ἁμαρτάνει, κατ’ ἐκεῖνα γίγνεσθαι τὰ μόριά τε καὶ πάθη, καθ’ ἃ καὶ ἡ βλάβη μικροτέρα, ἥκιστα δὲ ἁμαρτάνειν ἐν οἷς ἀξιόλογος ἡ βλάβη.

Ἅμμα καὶ ῥάμμα νεμόμενον μὴ κάτω, ἀλλ’ ἄνω ἐν παρέξει καὶ σχέσει καὶ ἐπιδέσει καὶ πιέξει.

Διὰ τὶ μὲν ἀτάκτως παρήνεγκε καὶ τῷ περὶ τῆς ἐπιδέσεως λόγῳ τὸν περὶ τούτων ὀλίγον ὕστερον ὀψόμεθα. νυνὶ δὲ πρότερον, ὃ λέγει νοῆσαι πειραθῶμεν· ἐν διαφωνίᾳ

740
γέγονε τοῖς ἐξηγηταῖς· ἔνιοι μὲν γὰρ ἁπλῶς ἤκουσαν περί τε τῆς κατὰ τὸ μῆκος διατάσεως εἰρῆσθαι τό γε ἄνω καὶ τὸ κάτω, τινὲς δὲ ἐπὶ τῆς κατὰ τὸ πάθος· οὐδέτεροι ἐξηγήσαντο νεμόμενον οὔτε ἐπὶ τοῦ ῥάμματος οὔτε ἐπὶ τοῦ ἅμματος.

Ὅτι μὲν οὖν ἅμμα καλεῖται τὸ ἐκ τῶν ἐπιδέσμων γινόμενον ἀλλήλοις ἐπιπλεκομένων καὶ δεσμουμένων ἢ τῶν δύο περάτων ἢ θατέρου σχισθέντος σκέλους καὶ τρίτου γε ἐπ’ αὐτοῖς τοῦ καλουμένου καταλείμματος ἔξωθεν ἐπιβαλλομένου, παντὶ δῆλον. ὡσαύτως δὲ καὶ ὅτι ῥάμμα τοῦ διατρήματος τῆς βελόνης διῃρημένον ἕνεκα τοῦ συνάγειν ἀλλήλοις ἤτοι τὰ μόρια τοῦ διατετμημένου σώματος ἢ τὸ πέρας τοῦ ἐπιδέσμου τοῖς προυποβεβλημένοις αὐτοῦ μέρεσι· καὶ ὁ νῦν ἐνεστὼς λόγος ἐστὶ περὶ τοῦ πρὸς ταύτην τὴν χρείαν παρεσκευασμένου ῥάμματος. ἀξιοῖ δὲ τούτου

741
τὴν νομὴν ἄνω γενέσθαι. τί δὲ καλεῖ νομὴν ἐχρῆν παρ’ αὐτῷ μεμαθηκέναι, πολλάκις κεχρημένῳ τῷ ὀνόματι. κατὰ τῆς τῶν ἐπιδέσμων ἀπὸ τοῦ πέρατος ἄχρι τῆς ἀρχῆς φορᾶς. ἐπὶ γοῦν τῶν καταγμάτων ἐκέλευσε τὴν μὲν ἀρχὴν τῶν ἐπιδέσμων ἀμφοτέρων ἐπ’ αὐτοῦ τοῦ κατάγματος τιθέναι. τοὐντεῦθεν δὲ τοῦ μὲν προτέρου τὴν νομὴν ἄνω ποιεῖσθαι, τοῦ δὲ δευτέρου κάτω μὲν πρότερον, εἶτ’ αὖθις ἄνω, νομὴν ὀνομάζων τὴν οἷον ὁδοιπορίαν τῶν ἐπιδέσμων, ἣν ἀπ’ ἀρχῆς μέχρι τέλους ποιοῦνται, περιελιττόμενοι τῷ σώματι τοῦ κάμνοντος. ἀνάλογον μὲν οὖν κἀπὶ τοῦ ῥάμματος ἡ νομὴ σημαίνει. δυναμένης γὰρ τῆς βελόνης κἀκ τῶν ἄνω μερῶν εἰς τὰ κάτω διεκβάλλεσθαι καὶ κατὰ τοὐναντίον ἐκ τῶν κάτω πρὸς τὸ μετέωρον ἀναφέρεσθαι· δυναμένης δὲ καὶ μηδετέρως ἕρπειν, ἀλλὰ παρεγκλίτως ἤτοι πρὸς τὸ δεξιὸν μέρος ἀπὸ τῶν ἀριστερῶν ἢ ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ λαιὰ διεκβάλλεσθαι, κελεύει διὰ παντὸς αὐτὴν ἄνω τὴν φορὰν ἴσχειν. ἐὰν μὲν οὖν τὸ πέρας αὐτὸ μόνον τοῦ ἐπιδέσμου συῤῥάπτηται τοῖς ὑποκειμένοις αὐτοῦ μέρεσιν, ἐφ’
742
ὧν μὲν ἐπιδέσεων οὐ δεόμεθα τῶν ἀντικειμένων μορίων, ὡς ἐπὶ πήχεος καὶ βραχίονος καὶ μηροῦ καὶ κνήμης καὶ ἐπὶ τούτων ἀναγκαῖόν ἐστιν ἤτοι ἐπὶ τῶν ἀριστερῶν μερῶν ἐπὶ δεξιὰ διείρειν τὴν βελόνην ἀνάπαλιν, ἑκατέρως δὲ πειρᾶσθαι τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω, συνάπτειν οὕτως τὸ πέρας τῆς ὀθόνης, ταῖς ὑποβεβλημέναις ἐπιβολαῖς. ἐφ’ ὧν δέ ἐστι χρεία τῶν ἀντικειμένων μορίων, ὡς ἐπ’ ὤμου καὶ ἰσχίου, πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου ποιεῖσθαι κατὰ τὴν ἄνω φορὰν, εἶτ’ ἐνταῦθα τὴν βελόνην διείροντα κάτωθεν, ἄνωθεν τὴν συῤῥαφὴν οὕτω ποιεῖσθαι, μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως, ἀνασπῶντα δὲ τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκάτερον ποιεῖν ἐν τῇ συῤῥαφῇ. τῶν ὀθονίων· ἀλλὰ διεκβαλεῖν τὸ ῥάμμα μετὰ τῆς βελόνης, ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ μέρος πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν, εἰς τὸ κάτωθεν σκοπὸν ἔχοντα, διὰ τῶν ἄνωθεν μερῶν τῆς ἐπιδέσεως ἀνέλκεσθαι τὸ κάτω καὶ τοῦτο ποιεῖν ἡμᾶς κελεύει. ἐν ᾧ τε παρέχει τὸ πεπονθὸς ὁ κάμνων τοῖς ἰατροῖς εἰς μείωσιν,
743
ἐν ᾧ τε παρασκευάζουσιν ὡς πρὸς τὴν χειρουργίαν αὐτὸ καὶ τρίτον τὸ τῆς χειρουργίας αὐτῆς μέρος ἐστὶν ἡ ἐπίδεσις. ὠνόμασε τὸ μὲν πρῶτον ἐν παρέξει, τὸ δὲ δεύτερον ἐν σχέσει, τὸ δὲ τρίτον ἐν ἐπιδέσει, τὸ δὲ τέταρτον ἐν πιέξει. γράφουσι δὲ ἀντὶ τοῦ ἐν πιέξει τινὲς, ἐν τῇ ἔπειτα ἕξει, ὃ καί μοι μᾶλλον ἀρέσκει· καὶ πρόσθεν γὰρ ἤδη τὸν τοιοῦτον καιρὸν κέκληκεν ἐν ἕξει. καὶ δῆλόν ἐστιν ὥσπερ ἓν σχῆμα τοῦτο ἐν πᾶσι τοῖς καιροῖς βούλεται φυλάττεσθαι τῶν ἐπιδέσμων μορίων, οὕτω καὶ τὴν νομὴν τοῦ ἅμματός τε καὶ ῥάμματος ἀεὶ τὴν ἀνάτασιν ἴσχειν ἄνω. πρῶτον μὲν τοῦ πέρατος τῆς ἐπιδέσεως ἀσφαλῶς ἀνατεινομένου τε καὶ κρατουμένου δι’ ἐκείνης τε καὶ ὅλης αὐτῆς· ἀλλ’ ἐκεῖνό τε σκέψεως δεῖται, παραλελειμμένον ἄσκεπτον τοῖς ἐξηγηταῖς αὐτοῦ κατὰ νομὴν τοῦ τε ἅμματός τε καὶ τοῦ ῥάμματος, ὥσπερ ἐν τοῖς ἄλλοις καιροῖς, οὕτως καὶ κατ’ ἐκεῖνον ἐν ᾧ παρέχουσιν οἱ κάμνοντες τοῖς ἰατροῖς ἑαυτοὺς, ἐπὶ τὴν ἄνω χώραν γίνεσθαι τοῦ πεπονθότος μορίου. παραγίνονται γὰρ ἐπὶ τὸν ἰατρὸν οἱ μὲν βαδίζοντες, οἱ δὲ βασταζόμενοι, καθότι 
744
ἂν αὐτοῖς δόξῃ, ποτὲ μὲν ἀνειλημμένοι τὰ πεπονθότα μόρια ἢ ἐπιδεδεμένοι, ποτὲ δὲ ἄμφω πεποιηκότες. ἐν ἐκείνοις οὖν ἐστιν ἡ ἐξουσία τῶν ἁμμάτων καὶ τῶν ῥαμμάτων οὐκ ἐπὶ τοῖς μέλλουσι καταμανθάνειν αὐτοὺς ἢ θεραπεύειν ἰατροῖς. ἴσως οὖν ἡγεῖται καὶ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐνίοτε ἰατροῖς γίνεσθαι χρείαν τοῖς πάσχουσι. καὶ γὰρ ἐν ὁδοιπορίᾳ καὶ κατ’ ἀγρὸν ἐνίοτε πληγαὶ συμπίπτουσι τοῖς ἰδιώταις ἢ ἐξαρθρήματα καὶ τραύματα, δεομένων μὲν ἰατρῶν πλειόνων συνόδου σκέψεως ἀκριβοῦς, ὀργάνων τέ τινων ἢ ἀρμένων ἢ ὀθονίων, ἔτι βρόχων εἰς τὴν θεραπείαν, ὧν οὐδενὸς ἦν εὐπορία κατὰ τὸν ἀγρὸν ἢ τὴν ὁδοιπορίαν, ὥστε ἐν ἐκείνῳ τῷ καιρῷ παραφανεὶς ὁ ἰατρὸς ἐπιδέσει τε καὶ ἀναλήψει καὶ δήσει τὰ πάσχοντα μόρια τοῖς εὐπορευθεῖσιν ὀθονίοις καὶ δηλονότι κἂν ἅμματι καταλαβεῖν δεήσῃ τὴν ἐπίδεσιν ἢ ῥαφαῖς, καὶ τοῦτο πράξει προσηκόντως, εἶτ’ ἐν τῇ πόλει πάλιν ἑαυτὸν παρέξει ὁ κάμνων τοῖς συνήθεσιν ἰατροῖς, πρῶτον μὲν εἰς ἀκριβεστέραν διάγνωσιν ὧν ἔπαθεν, εἶτ’ ἐφεξῆς εἰς ἐμβολὴν τῶν ἐκπεπτωκότων ἄρθρων ἢ
745
διάπλασιν τῶν κατεαγότων ὀστῶν ἢ ῥαφὴν τῶν τραυμάτων ἢ τῶν τεθλασμένων προσήκουσαν ἐπιμέλειαν, οἷς ἐφεξῆς δηλονότι τὴν δέουσαν ἐπίδεσιν οἱ ἰατροὶ ποιήσονται καὶ μετὰ τὴν δέσιν ἐν τῷ αὐτῷ σχήματι προνοήσονται τῆς ἀποθέσεως.

Ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ’ ἔνθεν ἢ ἔνθεν τὸ ἅμμα.

Βάλλεσθαι τί καλεῖ νῦν ἅμμα τῶν ἐξηγημένων ἐστί. κατὰ μὲν γὰρ τὴν ἔμπροσθεν ῥῆσιν ἀντιδιῄρηται τὸ ἅμμα, νυνὶ δὲ θατέρου μόνον ἐμνημόνευσεν, ὡς δυναμένου καὶ ῥάμματος εἰς ἅμμα τελευτᾷν. καὶ γὰρ τελευτάτω εἰς τοῦτο πάντως ἐν ἅπασι τοῖς ῥαπτομένοις· οὐ γὰρ ἁπλῶς διεκβάλλεται τῶν ῥαπτομένων ἡ βελόνη, ἀλλὰ μετὰ τοῦ ῥάμματος ἀλλήλοις ἅμματι σφιγγομένων· πολλάκις μὲν οὖν ἐγγὺς ἀλλήλων αἵ τε ἀρχαὶ τοῦ ῥάμματος γίνονται καὶ τὸ

746
ἅμμα, καθάπερ ὅταν τὸ δέρμα διαῤῥάπτωμεν. ἐνίοτε δὲ ἀφεστήκασιν, ὡς ἐπὶ τῶν δεσμῶν συμβαίνει πολλάκις, ἐκ πολλῆς συναγωγῆς τῶν μερῶν τοῦ ῥάμματος εἰς τὸ κοινὸν ἅμμα γιγνομένης. εἰκὸς οὖν ἐστι νῦν αὐτὸν λέγειν μὴ κατ’ ἐκεῖνο τὸ μέρος βάλλεσθαι τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν ᾧ τὸ ἕλκος ἐστίν. ᾧ προστάγματι συνεπινοεῖται μηδὲ τὸ ἅμμα κατὰ τὸ ἕλκος τείνεσθαι. θλίβεται γὰρ οὐ μόνον ὑπ’ αὐτοῦ τοῦ ἅμματος τὸ ἕλκος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλουμένου σφοδρότερον ὑπ’ αὐτοῦ τοῦ δεομένου τοῦ ἅμματος ἐσφίγχθαι βιαίτερον, εἰ μέλλει κρατήσειν τὸν ἐπίδεσμον. οὕτως δὲ κἂν χωρὶς ῥάμματος ἅμμα γένηται τῶν τοῦ ἐπιδέσμου περάτων, τῶν ἐπιπλεκομένων ἀλλήλοις ἤ τινος ἔξωθεν, οὐ χρὴ βάλλεσθαι κατὰ τὸ ἕλκος αὐτό. συμβήσεται γὰρ οὕτως καὶ τὸ ἅμμα κατὰ τοῦ ἕλκους ἐπιβεβλημένον θλίβειν αὐτὸ καὶ μάλιστα ὅταν ἢ λεπτὸς ᾖ ὁ ἐπικείμενος προεπίδεσμος ἢ χωρὶς ἐρίου περιβεβλημένος. ἐμοὶ μὲν οὖν δοκεῖ τῆς ἐπιπλοκῆς εἰς ἅμμα τελευτώντων εἴτε ῥαμμάτων εἴτε ταινιῶν ὁ Ἱπποκράτης νῦν μνημονεύειν. ἔνιοι δὲ ἡγοῦνται
747
τὰς ἀρχὰς τῶν ἐπιδέσμων αὐτὸν ἀξιοῦν μὴ τίθεσθαι κατὰ τὸ ἕλκος. ἐξ αὐτῶν δέ τινες τὴν γραφὴν ἐποιήσαντο, ἀληθῶς μὲν, οὐ μὴν τῇ προκειμένῃ λέξει προσήκουσαν· οὐ γὰρ περὶ τῶν ἐπιδέσμων, ἀλλὰ περὶ ῥάμματος ὁ ἐνεστηκὼς λόγος αὐτῷ περαίνεται. τὴν οὖν γραφὴν τοῦ ἀληθές τι καὶ τεχνικὸν ἔχειν φημὶ, ἣν ποιοῦνται τῶν τε τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθεν ἢ ἔνθεν, τουτέστιν ἑκατέρωθεν αὐτοῦ κατὰ δεξιὸν ἢ λαιὸν μέρος. οὕτω νῦν συμβήσεται καὶ τὸ γεγραμμένον αὐτῷ κατὰ τὸ περὶ ἀγμῶν ὀρθῶς εἰρῆσθαι καὶ μὴ μάχεσθαι τῷ νῦν λόγῳ. κελεύει γὰρ ἐν ἐκείνῳ τὰς ἀρχὰς τῶν ἐπιδέσμων βάλλεσθαι κατὰ τὸ πεπονθὸς μέρος ἤτοι κάταγμα τὸ πάθος ἢ ἕλκος εἴη καὶ μήτε ἀνωτέρω ἢ κατωτέρω. πρὸς γὰρ τὴν κατὰ μῆκος διάστασιν ὁ ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγος ἐκφέρεται· νυνὶ δὲ οὐ πρὸς ταύτην, ἀλλὰ πρὸς τὴν κατὰ πλάτος ἀποβλέπων ἔφη τὰς ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθεν ἢ ἔνθεν, τουτέστιν ἐφ’ ἑκάτερον τοῦ ἕλκους. ὁμολογεῖ γὰρ τούτῳ τῷ μήτε ἀνωτέρω μήτε κατωτέρω· οὐ μὴν
748
ἴσασι τὴν γραφὴν ταύτην οἱ ἐξηγησάμενοι τὸ βιβλίον. εἰκότως οὖν ἀποροῦσι, λέγοντος τοῦ Ἱπποκράτους ἀρχὰς βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθεν καὶ ἔνθεν τὸ ἅμμα. καὶ τισιν ἔδοξεν ἀρχὰς ἐπιδέσμων ἀκούειν ἀντὶ τοῦ πέρατα, καίτοι γενικώτερον ὄνομα τὸ πέρας ἐστὶ τῆς ἀρχῆς, ὡς καὶ Πλάτων ἡμᾶς ἐδίδαξε πέρατα λέγων εἶναι καὶ τὴν ἀρχὴν καὶ τὴν τελευτήν. εἴπερ οὖν ἐγχωρεῖ τὴν γενικωτέραν προσηγορίαν ἀντὶ τῆς εἰδικωτέρας ἐπιφέρειν τῷ πράγματι, τὴν μὴν ἀρχὴν ἐξέσται λέγειν ἡμῖν πέρας, ὥσπερ γε τελευτὴν, οὐ μὴν τελευτὴν ἀρχήν. καὶ μὴν εἰ μηδενὸς μὲν ἄλλου δυνατὸν ἀρχὴν ἀκούειν παρὰ τὴν τῶν ἐπιδέσμων, τῶν ῥαμμάτων, τῶν ταινιῶν, ἀδύνατον δὲ τὴν τῶν ἐπιδέσμων ἀκούειν ἀναγκαῖόν ἐστι, τὴν αὐτὴν ἀκούειν ἀρχὴν ῥαμμάτων τε καὶ ταινιῶν, εἰ δὲ βούλει, καὶ παραῤῥυμάτων· καὶ γὰρ καὶ τούτων αὐτὸς δύναται καταλαμβάνειν δηλονότι τὴν ἐπίδεσιν, ὥσπερ καὶ οἱ στενοὶ τελαμῶνες, ὅσοι κατὰ τὸ πέρας ἀντιπλεκόμενοι δεσμὸν ἐργάζονται.

749
Τὸ δὲ ἄμμα μήτε ἐν τρίβῳ μήτε ἐν ἔργῳ μήτε ἐκεῖσε, ὅκου ἐνεὸν, ὡς μὴ ἔσω ἐνεὸν κείσεται.

Κατὰ τὴν πρὸ ταύτης ῥῆσιν ἀξιώσας ἀρχὰς, ἐργαζόμενον τὸ ἅμμα, μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἐν ἑτέρῳ τίθεσθαι χωρίῳ, καθ’ ὃ καὶ τὸ ἅμμα προσήκει τεθῆναι, νῦν ἡμᾶς διδάσκει τοὺς τόπους αὐτοὺς, ἐν οἶς χρὴ τίθεσθαι τὸ ἅμμα. γίνεται δὲ ἐνίοτε διδασκαλία πραγμάτων οὐκ ἐκ τῶν συμβεβηκότων αὐτοῖς, οὕτω δὲ ὀνομάζουσι τὰ δυνάμενα μέν συμβῆναι, οὐ μὴν συμβεβηκότα γε καὶ εἴη ἂν ὁ λόγος αὐτοῦ δυνάμει τοιοῦτος. τὸ ἅμμα τίθεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα δυνήσει τὴν νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν γενέσθαι, φυλαττόμενος τρίβον καὶ ἔργον καὶ τρίτον τὸ ἐνεόν. τρίβον μὲν οὖν καλεῖ, καθ’ ὃ τὴν ἐνέργειαν ἔχει, καμπτόμενον ἢ ἐκτεινόμενον ἢ ἐς τὰ πλάγια παρατριβόμενον. ἔσται δὲ τρίβος τῷ μὲν βαδίζοντι τὸ ἔχνος τοῦ ποδὸς, τῷ δὲ κατακειμένῳ τὸ νῶτον ἅπαν καὶ μάλιστα αὐτοῦ τὰ ἐξέχοντα

750
καὶ τὰ τῆς κεφαλῆς ὀπίσω· τῷ δὲ καθημένῳ τῆς πυγῆς τὸ κάτω. εἰ δὲ διὰ τῶν χειρῶν τις ἐνεργεῖν ἐπιδεδεμένος μέλλοι, σκέψῃ τίνα τε τὴν ἐνέργειαν ἐνεργήσει καὶ περὶ τίνων ἔξωθεν. οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐν αὐτῇ τρίβον ἐξευρεῖν· αἱ δὲ ἐνέργειαι δηλονότι κατὰ τὰς διαρθρώσεις γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεὶ καὶ μάλιστα τὰς μελλούσας ἐνεργεῖν, ἐπιδεδεμένου τοῦ κάμνοντος. ὅτι δὲ καλῶς ὑπ’ αὐτοῦ παρῄνηται τὸ συνέχον ὅλην τὴν ἐπίδεσιν ἅμμα, μὴ τίθεσθαι κατὰ τῶν σχηματιζομένων μορίων ἐν ταῖς κινήσεσιν εὔδηλον. ἀναγκαῖον γὰρ ἔσται ποτὲ μὲν χαλαρὰ περαιτέρω τοῦ προσήκοντος, αὖθις δὲ θλίβοντα γίγνεσθαι τὰ ἅμματα, καθ’ ἡντιναοῦν ἐπιβολὴν διάρθρωσιν. ὁ δὲ ἐπὶ τῆς τελευτῆς ῥήσεως εἶπεν, ἐνεὸν ἅπαντες ἀκούουσι μάταιον, ὡς εἰ καὶ ἄπρακτον εἰρήκει. καλοῦσι δὲ οἱ Ἕλληνες ἐνεοὺς ἐκ γενετῆς ἅμα τε κωφοὺς καὶ ἀδιάρθρωτον φθεγγομένους. ὡς οὖν οὗτοι πρὸς τὰς κατὰ τὸν βίον ἐνεργείας τελέως εἰσὶν ἄχρηστοι, οὕτω φασὶν αὐτὸν ὠνομακέναι τὸ μηδὲν ὠφελοῦν τὴν ἐπίδεσιν ἐνεόν. ἐνδέχεται
751
οὖν τὸν μὲν Ἱπποκράτην μετὰ τοῦ κ γεγραφέναι κενεὸν, ἁμαρτηθεῖσαν δὲ τὴν λέξιν εὐθὺς ἐξ ἀρχῆς διαφυλαχθῆναι τοιαύτην, ἥ γε μὴν διάνοια καὶ κατ’ αὐτὴν τὴν γραφὴν τὸ αὐτὸ δηλοῖ. κενεὸν γάρ ἐστι τὸ λεγόμενον ὑφ’ ἡμῶν κενὸν καὶ μάταιον, ὅπερ ἀνωφελές ὀνομάζουσιν. ἐπεὶ τοίνυν πολλοὺς ἴσμεν ἢ δι’ ἄγνοιαν ἢ βουλομένους ἐπιμελεῖς εἶναι δοκεῖν, ἄχρηστα πολλάκις ἐπιβάλλειν ἅμματα τοῖς ἐπιδέσμοις· διὰ τοῦτο ἔφη νῦν ὁ Ἱπποκράτης, μὴ εἰς τὸ ἐνεὸν κείσεται, τουτέστιν εἰς τὸ κενὸν, ὅπερ δηλονότι καὶ ἄχρηστόν ἐστι καὶ μάταιον. ἔδοξε δέ τινι τῶν ἐξηγουμένων τὸ βιβλίον κενεὸν ἡγεῖσθαι τὸ κενὸν χωρίον, ὡς ἢ καὶ μασχάλην ἢ ἰγνύην ἢ καὶ βουβῶνα προσαγορεύσειέν τις, οὕτως ἀντιδιαιρούμενος ὤμοις, γόνατι καὶ ἰσχίῳ. προστετυπῶσθαι γὰρ ἔφη χρῆναι τὸ ἄμμα τῷ σώματι καὶ μὴ κεκραμένῳ ὅμοιον εἶναι· τοιοῦτον δὲ ἔσεσθαι κατὰ μασχάλην τε καὶ ἰγνύην. εἰ δή πω καὶ τοῦτο μετρίως δόξειεν εἰρῆσθαι, χρῆσθαι πάρεστιν· ἐν γὰρ τοῖς ἀσφαλέσι καὶ τὸ μετρίως πιθανὸν ἀρκέσει.

752
Ἄμμα δὲ καὶ ῥάμμα μαλθακὸν, οὐ μέγα.

Πάλιν κἀνταῦθα, καθάπερ ἐν ἀρχῇ τοῖν δυοῖν ὀνομάτοιν ἐμνημόνευσεν, ἐφεξῆς ἀντιδιαιρῶν ἀλλήλοις τὰ πράγματα καθ’ ἢν ἐπιφέρεσθαι δοκεῖ· ῥάμμα μὲν ὀνομάζων τὸ διεκβαλλόμενον ἅμα τῇ βελόνῃ τὴν ὕλην ἔχον ἤτοι λινὸν ἢ ἔριον ἤ τι τοιοῦτον. τὸ δὲ ἐξ ἐπιπλοκῆς τελαμώνων ἢ τῶν σκελῶν τοῦ ἐπιδέσμου γενόμενον ἄμμα. πρόδηλον μὲν οὖν ὡς ἑκάτερον αὐτῶν μαλθακὸν εἶναι προσῆκεν, εἴ γε μὴ μέλλοι θλίβεσθαι· ὅτι δὲ καὶ μὴ μέγα τὸ κατὰ τὰς ἐνεργείας ἐπαινούμενον ὑπ’ αὐτοῦ, τάχος ἐνδεικνύμενον ἐν μακροῖς ῥάμμασι γενέσθαι. ἐπὶ μέρους δὲ ἐπὶ τῶν τελαμώνων τε καὶ σκελῶν καὶ καταλημμάτων, ὀνόματα γὰρ αὐτοῖς τίθενται ταῦτα, κρεμασθήσεται οὖν μετὰ τὰ ἅμματα περιττὰ πρὸς τῷ ματαίως ἐξηρτῆσθαι καὶ δυσχέρειαν παρέχοντα κατὰ τὰς περιπλοκὰς, ἐνίοτε τῶν ψαυόντων τραυμάτων. ἀκριβῶς δὲ εἶπεν, οὐ μέγα, δυνάμενος εἰρηκέναι μικρὸν,

753
ἀλλ’ ὥσπερ τὸ μέγα φευκτέον ἐστὶ δι’ ἅς εἶπον ἀτοπίας, οὕτω καὶ τὸ μικρὸν τῆς ἐνεργείας ἐν τῷ καιρῷ διαδιδράσκον, ἐνίοτε τὰς λαβὰς τῶν ἐπιβαλλομένων αὐτῷ δακτύλων καὶ διὰ τοῦτο τριβὴν καὶ χρόνου μῆκος ἐργαζόμενον, ἔν τε τῇ δέσει πολλάκις ἐξολισθάνον ἀπὸ τοῦ συνδεομένου διὰ βραχύτητα καὶ διὰ τοῦτο δεύτερον ἡμᾶς ἀναγκάζον ἐνεργεῖν ἀμφ’ αὐτὸν καὶ δοκιμάζειν καὶ δεδέσθαι ποτὲ δοξὰν τὸ μικρὸν ἅμμα λύεται μετὰ ταῦτα κατὰ τὸν τῆς ἐπιδέσεως καιρόν. εὔλογον οὖν ἐστι καὶ τὸ πάμμικρον, ὥσπερ καὶ τὸ μέγα φεύγειν, αἱρεῖσθαι δὲ ὥσπερ ἐν ἅπασιν, οὕτω κἀν τῷδε τὸ σύμμετρον, ὥσπερ ἐνίοτε μετὰ τὴν τοῦ θατέρου τῶν ἄκρων ἀπόφασιν ὀνομάζουσιν, ὥσπερ καὶ νῦν ὁ Ἱπποκράτης μὴ μέγα, κἂν μὴ μικρὸν εἴρηκε, ταὐτὸν ἂν ἐδήλωσεν.