De Humero iis Modis Prolapso quos Hippocrates non Vidit

Galen

De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829

Μικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθει.

Τὴν βραχεῖαν κίνησιν ὠνόμασε κιγκλισμόν. εἰ δ’ ἀπὸ τοῦ ζώου τοῦ κίγκλου γέγονε τοὔνομα, διότι κινεῖ συνεχῶς ἐκεῖνο τὰ πηγάνεια πτέρνα ἢ ἀπό τινος ἄλλου τῆς προκειμένης πραγματείας, οὐκ ἔστιν οἰκεῖον, ἀλλὰ μᾶλλον δεῖται αἰτίαν εἰπεῖν, δι’ ἣν ἡ πρὸς τὸ στέρνον τῆς κλειδὸς διάρθρωσις οὐ τῶν μικροτάτων οὖσα, καθάπερ ἕτεραί τινες, ὅμως οὐκ ἔχει κίνησιν ἀξιόλογον. αὐτὸς οὖν ὁ Ἱπποκράτης ἥντινα λέγει τούτου τὴν αἰτίαν εἶναι διὰ τῆς λέξεως ἀκούσωμεν. στῆθος δὲ ἔοικεν οὐ τὸ σύμπαν λέγειν χωρίον, ὅσον ἐν τοῖς πρόσω τοῦ θώρακός ἐστιν, ἀλλὰ τὸ μέσον ὀστοῦν, ἐν ᾧ διαρθροῦνται πλευραὶ, ὃ καλοῦσιν ἰδίως οἱ μετ’ αὐτὸν ἰατροὶ στέρνον, ὅπερ ἀληθῶς εἶπεν.

413
Αὐτὸ γὰρ ἑωυτῷ συνεχές ἐστι τὸ στῆθος καὶ τῇ ῥάχει.

Τὸ μὲν οὖν ἑαυτῷ συνεχὲς εἶναι τὸ στέρνον ἐναργῶς φαίνεται· τὸ δὲ τῇ ῥάχει νοηθήσεται σαφῶς, ἐὰν σκελετῷ ζώῳ τὰς πλευράς ποτε ἴδῃς ἐναργῶς ἐρηρεισμένας ὀπίσω μὲν ἐπὶ τῆς ῥάχεως, ἔμπροσθεν δὲ πρὸς τὸ στέρνον.

Ἄγχιστα μὲν ἡ κληῒς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν· ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. ἄλλως τε ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει. καὶ γὰρ πέφυκε κοῦφον καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. ὁ δὲ ὦμος καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά εἰσιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πουλὺ ἀνάγεσθαι καὶ κατωτέρω. ὅταν
414
γοῦν καταγῇ κληῒς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤῥέπει· ἐς τοῦτο γὰρ ἐπιτροχώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῥεῦσαι μᾶλλον ἢ ἐς τὸ ἄνω. ὁπότε οὖν ταῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται εἶναι, ἀλλὰ δῆλον ὅτι τὸ κάτω πρὸς τῷ ἄνω προσακτέον ἐστί. τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. δῆλον οὖν ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο· αἵ τε γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν. εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ὡς μάλιστα ἐόντα ἀναγκάζοι ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνεται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς ὅθεν ἀπεσπάσθη.

Τροπικοῖς ὀνόμασι καὶ γλωσσηματικοῖς εἴωθεν ὁ Ἱπποκράτης ἐννοιῶν χρῆσθαι, καίτοι πολιτικὴν ἑρμηνεύων ἑρμηνείαν, ὅμοιόν τι τούτῳ πεπονθὼς ὁ Ξενοφῶν· καὶ

415
γὰρ ἐκεῖνος εἴπερ τις καὶ ἄλλος ἑρμηνεύων πολιτικῶς, ὅμως παρεμβάλλει πολλάκις ὀνόματα γλωσσηματικὰ καὶ τροπικά. σπανιώτερον μὲν οὖν παρ’ ἐκείνῳ τὸ τοιοῦτον, συνεχέστερον δὲ παρὰ τῷ Ἱπποκράτει, καθάπερ ἐπὶ τῇ προγεγραμμένῃ ῥήσει τὸν κιγκλισμὸν εἶπεν, ἐνταῦθά τε τὸ πλοώδης ἐστίν. ἐνδείκνυται γὰρ διὰ τῆς φωνῆς τὸ οἷον ἀστήρικτος, ᾧ καὶ τὸ ζῶον φαινόμενον μαρτυρεῖ, καθ’ ὅ φησιν ἠνάγκαστο, καθ’ ὃ πυκινοκίνητος αὐτὸς ἐδήλωσεν εἰπὼν, διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. αὕτη δὲ πάλιν ἡ ἀκρωμίη διὰ τὸ κατ’ ὦμον ἄρθρον ἐστὶ πυκινοκίνητος, ἀτενὴς, ἅτε ὑπάρχων αὐτὸς καὶ μεγίστας ἔχων κινήσεις. τὸ δὲ κατ’ ἀρχὴν εἰρημένον τῆς ῥήσεως, τὸ ἄγχιστα μὲν τὴν ἀμφιβολίαν ἣν ἔχει πρότερον ἐπὶ τοῦ χωρίου προσῆκεν ἀκούειν ἢ τοῦ πράγματος αὐτοῦ. δῆλον μὲν γὰρ ἐγγυτάτω, ἀλλ’ ἤτοι πλησίον τοῦ ἄρθρου πυκινοκίνητον ἐνδείξεται τὴν κλεῖν εἰρημένον, ὅπερ ἐμοὶ δοκεῖ μᾶλλον ἄν τις ἀκούῃ ὀρθῶς, ἐνίοις ἔδοξε συνάπτειν τὸ ἄγχιστα, δεήσει τὸ πυκινοκίνητον εἶναι
416
τὸ λεγόμενον, τὸ οὕτω ἐγγυτάτω τὸ πυκινοκινήτου ἡ κλείς ἐστι πλησίον τοῦ κατ’ ὦμον ἄρθρου.

Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως συναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίῃ, ἰητρεύοι τ’ ἂν τάχιστα καὶ κάλλιστα· κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστι καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.

Νομίμην ἐπίδεσιν λέγει τὴν ὑπὸ πάντων εἰθισμένην καὶ ὥσπερ ἄγραφον ἤδη νόμον οὖσαν· οὕτως γὰρ κἀν τῷ βίῳ τινὰ τῶν ἐθῶν, ὅσα πρὸς ἁπάντων ἐπιτηδεύηται, τοῖς νόμοις ἐστὶ παραπλήσια. τὴν μὲν οὖν καταγματικὴν ἐπίδεσιν οὐ πάντῃ ἐποίουν τοῦ προσήκοντος, καὶ διὰ τοῦτο πλείονα περὶ αὐτῆς ἔγραψεν ἐν πρώτῳ βιβλίῳ περὶ τῶν ἀγμῶν. ἐνταυθοῖ δὲ οὐδεμία παθήματος ἐπίδεσις οὐδενὸς

417
τοιαύτη. δέδεικται γάρ μοι καὶ διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων, ἀλλὰ καὶ νῦν ἀνεμνήσθη, πάντα μὲν ὅσα τῷ τρόπῳ τῆς καταγματικῆς ἐπιδέσεως ὑποπίπτει παθήματα, κατ’ ἐκεῖνο τὸ βιβλίον ὑπ’ αὐτοῦ γεγράφθαι, πάντα δ’ αὖ πάλιν ὅσα τῇ λοιπῇ κατὰ τοῦτο. γίνεται γὰρ ἡ καταγματικὴ περιβαλλόντων ἡμῶν ἐν κύκλῳ τὰ ὀθόνια τῷ κατεαγότι μορίῳ. τὸ δεύτερον εἶδος τῆς ἐπιδέσεως ἐπ’ ἄλλα μόρια τὴν νομὴν ποιουμένων, καὶ κατά γε τὸ πλεῖστον ἐπὶ τὰ ἀντικείμενα τῷ πεπονθότι, καθάπερ κἀν ἰητρείῳ εἶπεν· ὁμολογέει δὲ ὁμοῦ μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολή.