De Humero iis Modis Prolapso quos Hippocrates non Vidit
Galen
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829
Κληῒς δὲ κατεηγεῖσα ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐϊητοτέρη ἐστὶν, ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία δὲ τούτοις ἐστὶν ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν καὶ εἰ πάνυ προμηθηθείη τὸ ἀνωτέρω, κατωτέρω ἂν ποιήσειε σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει405ἁρμοζούσῃ. εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ’ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. ὡς δ’ ἂν παράμηκες τὸ ὀστέον κατεάγῃ, ἰκέλη ἡ ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται· οὕτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ἀκρὶς τοῦ ὀστέου ὀξεῖα γίνεται κάρτα. τὸ μὲν οὖν σύμπαν εἰδέναι χρὴ ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῖδος, ἢν μὴ ἐπισφακελίσῃ. ὀλιγάκις δὲ τοῦτο γίνεται.
Λέγει τὴν δι’ ὅλως ἀποκαυλισθεῖσαν, ὡς κατὰ μηδὲν προσέχεσθαι, τὸ δὲ ἀντικείμενον τούτῳ τὸ οὐκ ἀτρεκέως ἐστὶν, ὃ καθ’ ἕνα τρόπον γινόμενον ἐδήλωσεν εἰπών· ἢν δὲ παραμηκέως, δυσιητοτέρη μετ’ αὐτοῦ καὶ συνενδείξασθαι τὴν μὲν ἀκριβῶς ἀποκαυλιζομένην ἐγκαρσίαν πάσχειν τοῦτο, τὴν δ’ οὐκ ἀκριβῶς κατὰ μῆκος. ὅταν μὲν οὖν ὁλοκλήρως ἀποκαυλισθῇ, παραλλάττειν εἴωθε τοὐπίπαν ἀλλήλων τὰ
Αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῖδος καὶ τούτοισι τοῖσι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν ἐπὶ ἧσσον γίνεται.
Βέλτιον ἦν εἰπεῖν ἐπὶ ἧσσον γίνεται· κατ’ ἀρχὰς μὲν γὰρ τῷ ξένῳ τοῦ πράγματος αἰσχρὸν αὐτοῖς εἶναι δοκεῖ τὸ
Συμφύεται δὲ ταχέως κληῒς καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα. ταχεῖαν γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. ὅταν μὲν οὖν νεωστὶ καταγῇ, οἱ τετρωμένοι σπουδάζουσιν οἰόμενοι μεῖζον τὸ κακὸν εἶναι ἢ ὅσον ἐστὶν οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι. προϊόντος δὲ τοῦ χρόνου οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι οὔτε κωλυόμενοι οὔτε ὁδοιπορίης οὔτε ἐδωδῆς καταμελέουσιν· οἵ τε αὖ ἰητροὶ ἅτε οὐ δυνάμενοι κατὰ τὰ χωρία ἀποδεικνύναι ἀποδιδράσκουσι καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων, ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις συνταχύνεται. ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν, καὶ τάδε δεῖ προσιητρεύειν καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι,408ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι καὶ τοῖσι ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο χρὴ πιέζειν. εἰσὶ δὲ δή τινες οἳ ἐπεσοφίσαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον. ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες· ἀτὰρ δὴ οὐδὲ οὗτος ὁ τρόπος κληῖδος κατήξιός ἐστιν, οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν ὅ τι καὶ ἄξιον λόγου. ἄλλοι δ’ αὖ τινές εἰσιν οἵτινες καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα. ἐπιδέουσι μὲν οὖν αὐτοὺς σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι, ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν καὶ οὕτως ἐπιδέουσιν ἐπὶ τὴν ἴξιν τῆς κληῖδος ἐπιτανύοντες ἐς τοὔπισθεν ἄγοντες, κἄπειτα περιβαλόντες περὶ τὸ409ζῶσμα ἐς τοὔμπροσθεν ἄγουσι καὶ αὖθις ἐς τοὔπισθεν. οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ’ αὐτὴν τὴν ἕδρην καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάταγμα. ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεωμένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ’ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως, ἀλλ’ ὅμως εἰ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις.
Τὴν αἰτίαν εἶπεν αὐτὸς τοῦ ταχέως τὰ τοιαῦτα συμφύεσθαι, τοῦ μέντοι τὴν πώρωσιν γίγνεσθαι ταχεῖαν, οὐκ ἔτ’ εἶπε τὴν αἰτίαν, ὡς ἂν ἐξ αὐτῶν τῶν ὀστῶν τῆς φύσεως ὑπὲρ ὧν ὁ λόγος ἐστὶ νοηθῆναι δυναμένην. τὰ γὰρ χαῦνα πλείονος ἐν αὐτοῖς ὑγρότητος μετέχει. λέλεκται δὲ ἡμῖν ἐν τοῖς ἔμπροσθεν ὡς ἐκχεομένης αὐτῆς, εἶτα πηγνυμένης ὑπὸ τῆς κατὰ τὸ πεπονθὸς ὀστοῦν δυνάμεως ὁ
Ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται. τά τε αὖ περὶ τὴν ζώνην παραβαλλόμενα οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα, ἄγχιστα δ’ ἄν τις δοκέῃ ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονίων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω γὰρ ἂν μάλιστα τὰ ἐπιδέσματα μόνιμά τε εἴη καὶ ἀλλήλοισι τιμωρέοι. τὰ μὲν οὖν πλεῖστα εἴρηται ὅσα καταλαμβάνει411τοὺς τὴν κληῖδα καταγνυμένους, προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληῒς ὡς ἐπὶ τὸ πουλὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον εἰς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πουλὺ οὔτε ἀνωτέρω χωρήσειεν.
Οὐκ ἔστι σύνθετον ὄνομα τὸ στενυγροχωρίῳ ἐκ τε τοῦ ὑγροῦ καὶ τοῦ στενοῦ καὶ τῆς χώρας γεγονὸς, ὥς τινες νομίζουσιν, ἀλλ’ ἀπὸ τοῦ στενυγρὸν, ὅπερ οὐδ’ αὐτὸ πλέον σημαίνει τοῦ στενοῦ κατὰ παραγωγήν τινα γεγενημένης στενυγροχωρίας μηδὲν πλέον δηλούσης τῆς στενότητος. εὔδηλον δὲ τοῦτο κἀξ ὧν Σιμωνίδης εἶπεν, ὧδέ πως ἐχόντων· οὔπω τις οὕτω δασκίοις ἐν οὔρεσιν ἀνὴρ λέγονται δὶς ἐν οὐδὲ πάρδαλιν μοῦνος στενυγρῷ συντυχὼν ἐν ἀτραπῷ. ψιλοῦται δὲ δηλονότι κατὰ τὴν δευτέραν συλλαβήν.