De Humero iis Modis Prolapso quos Hippocrates non Vidit

Galen

De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829

Εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληῒς καταγείη, ὃ οὐ μάλιστα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ’ ἂν δέοιτο. αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ
418
ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιτ’ ἄν.

Ἔμπροσθεν μὲν ἔλεγεν, ὡς τὸ πολὺ τὸ ἀπὸ τοῦ στέρνου μέρος τῆς κλειδὸς, ὁπόταν ὅλη δι’ ὅλης ἑαυτῆς ἀποκαυλισθῇ, πρὸς τὴν ἄνω χώραν μεθίσταται, ταπεινότερον δὲ γίγνεσθαι τὸ ἀπὸ τῆς ἀκρωμίης. νυνὶ δὲ περὶ τοῦ σπανιωτέρου τρόπου γράφει, καθ’ ὃν ὑψηλότερον μὲν γίνεται ἀπὸ τῆς ἀκρωμίης, ταπεινότερον τὸ πρὸς τῷ στέρνῳ, ὃ καί φησιν εὐιατότερον ὑπάρχειν. αὐτοῦ καθιεμένου συγκαθίσταται καὶ τὸ τῆς κλειδὸς μέρος, ὅσον συνεχές ἐστι τοῦ ἀκρωμίου. καὶ οὕτως ἐξ ἴσου τε γενόμενον θατέρῳ τῆς ἐπιδέσεως καὶ τῆς θεραπείας τυγχάνειν.

Εἰ δὲ μὴ καταγείη μὲν οὕτως, παρολισθαίνοι δὲ ἐς τὸ πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι,
419
ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν εἴρηται. ὅταν δὲ ἵζηται εἰς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. τὰ μὲν οὖν πλεῖστα τῶν παρηλλαγμένων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω.

Ἀκούειν σε χρὴ νῦν εἰρῆσθαι πρὸς αὐτοῦ κατὰ τὴν ἔνδον ἢ ἔξω μετάστασιν τῶν ὀστῶν. ἄκουε δέ μου λέγοντος ἔνδον μὲν εἰς τὸ βάθος τοῦ σώματος, ἔξω δὲ ἐπὶ τοῦ πρὸς τὸ δέρμα.

    Ὅσα δὲ τῶν ἄνωθεν παρολισθαίνοντα ἐς τὸ πλάγιον ἦλθεν ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγον ὑποκέοιτο, ὡς περιῤῥηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα καὶ τὸν βραχίονα, εἰ ἀνάγοι
    420
    τις παρὰ τὰς πλευρὰς παρατεταμένον. ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δ’ ἑτέρῃ τὰ ὀστέα τὰ κατεαγότα εὐθετίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι. ἀτὰρ ὅπερ ἤδη εἴρηται, εὖ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. τοῖσι μὲν οὖν πλείστοισιν ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ’ αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι. ἔστι δ’ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται.

    Ὅταν οὖν τὸ συνεχὲς τῶν στέρνων μέρος τῆς κλειδὸς ἢ εἰς τὸ πλάγιον ἢ εἰς τὸ κάτω παρολισθῇ, τηνικαῦτά φησι συμπαρασκευάζεσθαι εἰς τὴν κατόρθωσιν, εἴ τις τὸν ἄνθρωπον ὕπτιον κατακλίνας ὑποθείη μεταξὺ τῶν ὠμοπλατῶν κατ’ αὐτὴν τὴν ῥάχιν, δηλονότι προσκεφάλαιον ἢ ὑπαυχένιον ἤ τι τοιοῦτον, ὡς περικεκλασμένον κατὰ τοῦτο γίνεσθαι τὸν θώρακα σύμπαντα. τὸ γὰρ περιῤῥηδὲς ἔῃ οὕτως εἴρηται καὶ παρὰ τῷ ποιητῇ·

  1. Περιῤῥηδής τε τραπέζης κατέπεσε.
  2. 421

    κατὰ τοῦτον οὖν τὸν τρόπον σχηματισθέντος τοῦ ἀνθρώπου τὸν ἰατρὸν ἀξιοῖ τῇ μὲν ἑτέρᾳ χειρὶ τὴν κεφαλὴν τοῦ βραχίονος διανάγειν παρὰ τὰς πλευρὰς παρατεταμένον ἀπωθεῖν ἐκτός. οὕτως γὰρ ἂν διασταίη μάλιστα τὰ κατεαγότα μόρια τῆς κλειδὸς εἰς τοῦτο καὶ τοῦ περιῤῥηδοῦς σχήματος συντελοῦντος οὐ μικρόν. διαπλάττειν δὲ τῇ ἑτέρᾳ χειρὶ καὶ συναπάγειν πρὸς ἄλληλα τὰ διεστῶτα τῆς χειρὸς μόρια τὸν βραχίονα πρὸς τὰς πλευρὰς παρατεταμένον ἀνάγοντα κατὰ τὴν ἑξῆς ῥῆσιν ἐνίοτέ φησιν ἄμεινον εἶναι.

Τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν· ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ, ἢν δὲ περιίῃ, σφενδόνην χρὴ ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα ἀναλαμβάνειν περὶ τὸν αὐχένα.
422

Τὸ δὲ τοιοῦτον σχῆμα πρὸς τὴν ἐκτὸς χώραν ἀπάγει δηλονότι τὴν κεφαλὴν τοῦ βραχίονος, ὡς συναπάγεται καὶ τὸ τῆς κλειδὸς μέρος τὸ συνημμένον τῷ ἀκρωμίῳ, ἀλλ’ οὐκ εἶναι χρείαν φησὶ τοιούτου σχήματος ὡς τὸ πολύ. γίγνεσθαι γὰρ αὐτάρκως τὴν ἐπανόρθωσιν καὶ διὰ τοῦ προτέρου, καθ’ ὃ περὶ τὰς πλευρὰς ὁ βραχίων παρατεταμένος ἐπήγετο, τοῦ ἀγκῶνος αὐτόθι μένοντος, οὐχ ὥσπερ νῦν ἐπὶ τὸ στῆθος παραγενομένου. τοῦτ’ οὖν παρέχειν ἐπὶ τὸ στῆθος οὐχ ὡς ἀχρήστου τοῦ προτέρου φευκτέον ἡμῖν ἐστιν, ἀλλ’ ὡς καὶ διακινουμένου τὰ πολλὰ τῆς προκειμένης ἐνεργείας κατορθοῦσθαι δυναμένης. εἰ δ’ ἐν τῷ πράττειν αὐτὴν μὴ ὑπακούοι τὸ ἔργον, οὕτως ἐπὶ τὸ δεύτερον σχῆμα μεταβησόμεθα.

423