De Humero iis Modis Prolapso quos Hippocrates non Vidit
Galen
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829
Καὶ οἱ καλεόμενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται· ἤν γέ τι τοιοῦτον αὐτοὺς395ἐξάρθρημα καταλάβῃ ἐν γαστρὶ ἐόντας, διά τε ἄλλην συμφορὴν, περὶ ἦς ὕστερόν ποτε γεγράψεται.
Εἴτε ἀπὸ τῆς πρὸς τὰς γαλᾶς ὁμοιότητος ἐκλήθησαν οἱ γαλιάγκωνες εἴτ’ ἀπ’ ἄλλου τινὸς ἐπιτρέπειν χρὴ τοῖς περὶ αὐτὰ σπουδάζουσιν ἐπιμελῶς ζητεῖν. ἰατρῷ δὲ χρήσιμον ἐπίστασθαι τὸ γεννᾶσθαί τινας ἐξάρθρους ἀμφότερα τὰ κατ’ ὦμον ἄρθρα, τό τε ἀριστερὸν καὶ τὸ δεξιὸν, ὅτι τε μικροὺς ἐξ ἀνάγκης ἔχουσιν οὗτοι τοὺς βραχίονας. εἰδέναι δεῖ τινα καὶ ἄλλην συμφορὰν ἐργαζομένην ταὐτὸ πάθημα, περὶ ἧς αὖθις ἐρεῖν ἐπαγγέλλεται. χαλεπὸν δὲ εὑρεῖν ἑτέραν, ἣν αὐτὸς ἐφεξῆς λέγει συμβαίνειν τοῖς νηπίοις. ἔχει δὲ ἡ λέξις οὕτως.
Ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται; καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται. καὶ ἤν τε τμηθῶσιν396ἤν τε καυθῶσιν ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα ἐκτανύσαντες τὸν ἀγκῶνα δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως ἢ τὴν ὑγιέα χεῖρα.
Δύναται δὲ τοῦτο καὶ κυουμένοις ἐπισυμβαίνειν· συμφορὰν δ’ ἄλλην ἔτι κυουμένοις ἐξαρθρήματος αἰτίαν γίνεσθαι χαλεπὸν εὑρεῖν, ἀμφοτέρας δὲ ταύτας οὐκ ἀδύνατον συμβῆναι· καὶ γὰρ ἐκπυῆσαι δυνατόν ἐστι τὸ ἐκραγῆναι καὶ ἀπουλωθῆναι τῷ κυουμένῳ τῷ βρέφει πρὸς τῆς φύσεως καὶ τοῦτο μᾶλλον ἔτι κατὰ ἔμπτωσιν ἐνδέχεται τοῦ κατ’ ὦμον ἄρθρου διά τε τὴν ὑγρότητα τῆς φύσεως τοῦ παιδίου καὶ τῆς κατὰ διάρθρωσιν κοτύλης τὸ εὐυπέρβατον.
Οἷσι δ’ ἂν ἤδη ἂν ἀνδράσιν ἐοῦσι ἐκπέσῃ ὁ ὦμος καὶ μὴ ἐμβληθῇ, ἐπωμὶς ἀσαρκωτέρη γίνεται καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο, ὅταν μέντοι ὀδυνώμενοι παύσωνται. ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων εἰς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύναται ἅπαντα ὁμοίως ἐργάζεσθαι. ὁκόσα δὲ δεῖ ἐργάζεσθαι παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς ἢ ἐς τοὐπίσω ἢ ἐς τοὔμπροσθεν. ταῦτα δὲ δύνανται ἐργάζεσθαι· καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν καὶ πρίονα καὶ πελεκίσαιεν ἂν καὶ σκάψαιεν, ἂν μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα καὶ τἄλλα ὅσα τῶν τοιούτων σχημάτων ἐργάζονται.
Ἡ ἐπωμὶς τοῖς οὕτω πεπονθόσι κἀν τῷ παραχρῆμα φαίνηται λεπτοτέρα καὶ ἀσαρκωτέρα τῆς κεφαλῆς τοῦ βραχίονος ἀπολειπούσης τὸν ὦμον, ἀλλὰ καὶ εἰς ὕστερον ἔτι μᾶλλον φαίνεται τοιαύτη, διότι γίνεται τοῦ χρόνου
Ὅσοισι δ’ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τῶν ἀπεσπασμένων. ἔστι δὲ τοῦτο ὁ σύνδεσμος τῆς κληῖδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ φύσις ἀνθρώπου ταύτη ἢ τῶν ἄλλων ζώων. οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι, ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος ἡ ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλη, ὥστε καὶ προμηθεῖσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων. πολλοὺς οὖν οἶδα ἰητροὺς τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι399ἐκπεπτωκέναι καὶ οὐ πρόσθεν παύονται πρὶν ἢ ἀπογνῶναι ἢ ἀπορῆσαι δοκέοντας αὐτοὶ σφᾶς αὐτοὺς ἐμβαλέειν τὸν ὦμον. τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισι τοιούτοισι κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια καὶ ἐπίδεσις τοιαύτη. καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους καὶ πιέζειν ταῦτα, μάλιστα τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν, οὕτω γὰρ ἂν μάλιστα πλησιάζοιτο ἀπεσπασμένον. τάδε μὴν εὖ εἰδέναι χρὴ καὶ προλέγειν ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις· ὅτι βλάβη μὲν οὐδεμίη οὔτε μικρὴ οὔτε μεγάλη τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον. οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν ἱδρυνθείη, ὥσπερ πέφυκεν, ἀλλ’ ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι ἐς τὸ ἄνω. οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τὸ αὐτὸ καθίσταται, ὅτι ἂν κοινωνέον ἐστὶν ἑτέρῳ ὀστέῳ καὶ προσπεφυκὸς ἀποπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. ἀνώδυνον400δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσιν γίνεται, ἢν χρηστῶς ἐπιδέηται.
Σύνζευξιν ἐνδείκνυται τὸ ἀκρώμιον εἶναι, λέγει δὲ καὶ ὀστοῦν ὑπάρχειν αὐτὸ καὶ συνδεῖν ἄμφω τὰ εἰρημένα. δῆλον οὖν ὅτι χονδρῶδες ὀστοῦν ἐστι τὸ ἀκρώμιον ἐπικείμενον τῇ συνζεύξει τῆς κλειδὸς καὶ τῆς ὠμοπλάτης, ὑμένας ἐκπεφυκότας ἔχον, οἷς συνδεῖται τὰ πέρατα τῶν ὀστῶν. ἀποσπασθέντι δὲ αὐτῷ καὶ κλεὶς εἴωθε συνέπεσθαι καὶ διὰ τοῦτο ἐπανόρθωσις γίγνεται καταναγκαζομένης εἰς τὸ κάτω τῆς κλειδὸς, ὡς ἀποτελεῖσθαί τινας κυκλοτερεῖς καμπὰς αὐτῆς. ἐνταῦθα δὴ καὶ τοῖς νεωτέροις ἡ κατανάγκασις αὕτη μᾶλλον ἐπιτυγχάνει· ὅσῳ γὰρ ἡ ἡλικία προέρχεται, ξηρότερα τὰ σώματα ἡμῶν ἀποτελεῖται. καθάπερ οὖν τὰ ξηρὰ ξύλα πρὸς καμπάς ἐστιν οὐκ ἐπιτήδεια, τὰ δὲ ὑγρὰ καὶ χλωρὰ ῥᾳδίως πάσχει τοῦτο, κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν ἔτι αὐξανομένων ὀστᾶ δύναται κάμπτεσθαι καταναγκαζόμενα, καὶ πολὺ μᾶλλον, ὅταν ᾖ χαῦνα καὶ σηραγγώδη, καθάπερ