De Humero iis Modis Prolapso quos Hippocrates non Vidit
Galen
De Humero iis Modis Prolapso quos Hippocrates non Vidit, Galen, Kühn, Leipzig, 1829
Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα, ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο. ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς καὶ ἐπιεικῶς ἰητρεύεσθαι. ἧσσον δ’ ἂν ἐκπλήσσοιτο, ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη, ἧσσον δ’ ἂν σπασμὸς ἐπιγένοιτο.
Τὰς αἰτίας αὐτὸς εἶπε, δι’ ἃς κελεύει τὸν βραχίονα μηδέποτε ἀνατεῖναι ἰσχυρῶς· πρώτην μὲν ὅτι πάντα τὰ καύματα συμφέρει σκέπειν, ὡς ἰατρεύεσθαι καὶ μὴ καταψύχεσθαι· καὶ ἄλλως μὲν γὰρ, ὡς αὐτὸς ἔλεγεν, ἕλκεσι τὸ
Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προδεδέσθαι καὶ νύκτα καὶ ἡμέρην.
Τὰς ὠτειλὰς ἐνταῦθα κυρίως εἶπεν ἐπὶ τῶν οὐλῶν, οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἑλκῶν· ἀξιοῖ δέ ποτε μάλιστα φροντίζειν τοῦ μηδέποτε ἀφίστασθαι τῶν πλευρῶν τὸν βραχίονα, πλὴν ἐπὶ βραχὺ μόνον ἐν ἐκείνῳ τῷ καιρῷ, καθ’ ὃν ἂν θεραπεύηται τὰ ἕλκη. μάλιστα γὰρ ἁλίσκεσθαι φαίνεται τὰ καθαρὰ τῶν ἑλκῶν οἷς κατὰ τὴν πρὸ ταύτης ῥῆσιν εἶπεν ἅπασι συμπτώμασι καὶ μάλιστα τοῖς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν. ἐπειδὴ πρόσθεν ἡμῖν ἥκειν ἔτι ῥυπαρὰ καὶ φλεγμαίνοντα καὶ τὸν ῥύπον αὐτῶν εἶχεν οἷον πρόβλημά τι καὶ σκέπασμά τι καὶ τὴν περιουσίαν τῶν παρὰ φύσιν ὑγρῶν, ἀλλὰ καὶ ἡ θερμασία τῆς φλεγμονῆς ἀντεῖχε τοῖς ἔξωθεν μὴ γινομένοις ψυχροῖς. ἡνίκα δ’ ἂν φλεγμαίνει, τότε καθαρὰ καὶ οἷον ἀπέριττα γέγονεν, αἰσθάνεται μᾶλλον ἢ προσθὲν ὧν πάσχει. διὰ ταῦτα πάντα ῥᾳδίως μὲν ὑπὸ τῶν ἔξωθεν αἰτιῶν καὶ μάλιστα τῶν ψυχρῶν ὀδυνᾶταί τε καὶ ψύχεται. τῷ δ’ ἀκριβεῖ τῆς αἰσθήσεως τήν τε ὀδύνην ἴσχει σφοδροτέραν καὶ τὰς ἐπικειμένας αὐτῇ δυσχερείας ἐπικτᾶται.
Ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη ἡ εὐρυχωρίη, καθ’ ἣν μάλιστα ὀλισθαίνει ὁ βραχίων.
Κἀνταῦθα τὸν σκοπὸν ὃν συνεβούλευσεν αὐτὸς ἐδήλωσεν εἰπὼν· οὕτως γὰρ ἂν μάλιστα ἐπουλωθείη καὶ ἀπολειφθείη εὐρυχωρίη, καθ’ ἣν ὀλισθαίνει ὁ βραχίων, δυνάμει τοῦτο λέγων. ὅσῳπερ γὰρ ἡ οὐλὴ βραχυτέρα γένηται, τοσούτῳ μᾶλλον εἰς ὀλίγον συναχθήσεται τὸ περὶ τὴν μασχάλην δέρμα. μέγιστον δέ ἐστι τοῦτο πρὸς τὸ μὴ. ῥᾳδίως ὀλισθαίνειν ἐνταῦθα τὸν βραχίονα.
Ὅσοισι δ’ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ394βραχίονος, ὁμοίως τῷ ὑγιεῖ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται.
Τὰ συμπτώματα διέρχεται νῦν, ὅσα τοῖς ἔξαρθρον ἔχουσι τὸν ὦμον ἐξ ἀνάγκης ἐπιγίγνεται· πρῶτον μὲν οὖν ἐστι καὶ κοινότατον, ᾧ καὶ τἄλλα ἕπεται πάντα τὸ ἀτροφώτερον ταὐτὸν γίγνεσθαι, τούτῳ δ’ αὐτῷ πάλιν ἕπεται. τελειωθέντος μὲν οὖν ἤδη τοῦ κώλου λεπτότης, ἔτι τε αὐξανομένου καὶ ἡ σμικρότης. αὕτη δ’ ἀτροφία διά τε τὴν διαστροφὴν γίγνεται τῶν κατὰ κῶλον ἀγγείων τε καὶ μυῶν, αἰτία δὲ ἡ ἀκινησία ὅλου τοῦ ἄρθρου· καὶ γάρ τι τῶν ὑγιῶν κώλων ἐπὶ χρόνῳ πολλῷ παντάπασιν ἀκίνητον μεῖναν σαφῶς ἀτροφώτερον φαίνεται.