De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ τῶν διὰ μολυβδαίνης σκευαζομένων φαρμάκων.] Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἡ τῆς μολυβδαίνης χρεία παραπλησία ἐστὶ τῇ τῆς λιθαργύρου. πάντα γὰρ ὅσα διὰ λιθαργύρου συντίθενται καὶ διὰ μολυβδαίνης δύναται σκευάζεσθαι. τῇ δυνάμει δὲ ἀλλήλων διαφέρουσι τοσοῦτον, ὡς παχυμερεστέραν μὲν εἶναι καὶ ψυχροτέραν τὴν οὐσίαν τῆς μολυβδαίνης, λεπτομερεστέραν δὲ καὶ μέσην θερμοῦ τε καὶ ψυχροῦ τὴν τῆς λιθαργύρου. πρὸς δὲ τὰς χρόας τῶν φαρμάκων, ὅσα δι’ αὐτῶν σκευάζεται, διαφορά τις

409
αὐτῆς ἐστὶ, καθόσον ἐπὶ τὸ φαιότερον ἄγει τὰς χρόας ἡ μολύβδαινα. διὸ καὶ τῶν λευκῶν ἐμπλάστρων οὐ μόνον ψιμύθιον, ἀλλὰ καὶ λιθάργυρον ἐχουσῶν, οὐδεμία διὰ μολυβδαίνης σκευάζεται. μιχθείσης γὰρ αὐτῆς τὸ μὲν λευκὸν χρῶμα τεφρῶδες γίγνεται. τὰ δὲ τῆς δυνάμεως οὐ μόνον οὐκ ἀπόλλυται κατά γε τὴν δι’ ὑδρελαίου σκευαζομένην ἔμπλαστρον λευκὴν, ἀλλὰ καὶ βελτίω γίνεται καὶ μάλιστα ἐπὶ τῶν μαλακοσάρκων. ἡνίκα δὲ διαφορῆσαί τι βουλόμεθα, βελτίων ἐστὶ μολυβδαίνης λιθάργυρος. οὕτω δὲ καὶ τῶν ἄλλων φαρμάκων ἁπάντων, ὅσα διὰ λιθαργύρου γέγραπται συντιθέμενα, βαλλόντων τὴν μολύβδαιναν, ἥ τε χρόα τοῦ φαρμάκου καὶ ἡ δύναμις εἰς τοσοῦτον ἔχει τὴν ἀλλοίωσιν, εἰς ὅσον ἄρτι μοι δεδήλωται.

[Περὶ τῶν διὰ λιθαργύρου καὶ ψιμυθίου σκευαζομένων λευκῶν ἐμπλάστρων.] Ἤτοι τῆς χροιᾶς ἕνεκεν οἱ ἰατροὶ μίξαντες ψιμύθιον τῇ λιθαργύρῳ σκευάζουσι τὰς λευκὰς ἐμπλάστρους, ἢ χάριν τοῦ στύψιν καὶ ψύξιν τινὰ προσθεῖναι τῷ φαρμάκῳ, θεώμενοι δὲ καὶ μελαινόμενον,

410
ὅταν ἐπὶ πλέον ἕψηται τὸ τοιοῦτο, καὶ μάλισθ’ ὅταν ἐπὶ ξύλων οὐδὲ τούτων ἴσως ἀκάπνων οὐδὲ ἐν ἀέρι καθαρῷ, ταχέως μὲν αἴρειν ἀπὸ τοῦ πυρὸς ἀναγκάζονται, δι’ αὐτὸ δὲ τοῦτο μήθ’ ὕδωρ δαψιλὲς μήτ’ ἔλαιον μιγνύειν. ἐπενόησαν οὖν εἰκότως ἐπεμβάλλειν αὐτῷ ῥητίνης, ὅπως ὅλκιμόν τε καὶ συνεχὲς εἴη, προσλαμβάνον τινὰ γλισχρότητα, καὶ μάλισθ’ ὅταν ἡ ὑγρὰ ῥητίνη μιχθῇ. χεῖρον δὲ γίνεται τὸ φάρμακον ἐπὶ τῇ τοιαύτῃ μίξει, δακνῶδες μέν τι καὶ ῥητίνης ἐχούσης, τὸ ξηραντικὸν δὲ οὐ πάνυ τι γενναῖον, οὗ μάλιστα χρείαν εἶναι τοῖς ἕλκεσιν ἐμάθετε. τίνες μὲν οὖν ῥητίναι καὶ πάνυ δακνώδεις εἰσὶ καὶ ῥηθήσεται περὶ πασῶν αὐτῶν αὖθις. αἱ πρᾳόταται δὲ ἐν αὐταῖς δύο εἰσί. πρώτη μὲν ἡ τερμινθίνη, δευτέρα δὲ ἡ λάριξ ὀνομαζομένη. τούτων οὖν ἄμεινον μιγνύειν, ὅταν τις βουληθῇ τοιαύτην ἔμπλαστρον σκευάσαι. πολὺ δ’ εὐαφέστερα γίγνεται πάντα, τά τε διὰ ῥητίνης σκευαζόμενα προσλαμβάνοντα κηροῦ τι, τά τε διὰ κηροῦ μιχθείσης αὐτοῖς ῥητίνης. ἐπεμβάλλειν οὖν χρὴ τῇ ῥητίνῃ καὶ κηρόν. ὅπως δὲ τὸ χρῶμα τῆς ἐμπλάστρου
411
λευκὸν φυλάττοιτο, λευκὸν εἶναι προσήκει τὸν κηρόν. ἔστι δὲ λευκὸς αὐτοφυὴς μὲν ὁ Ποντικὸς, ὀνομάζεται γὰρ οὕτως συνήθως ἤδη κᾂν ἐξ ἑτέρου τινὸς ᾖ χωρίου, διὰ τὸ πλεῖστον μὲν ἐν τῷ Πόντῳ γίγνεσθαι τὸν λευκὸν, ἐλάχιστον δὲ ἐν ἑτέροις χωρίοις. οὐκ αὐτοφυὴς δὲ λευκὸς ὁ Τυῤῥηνικὸς ὠνομασμένος ἐστίν. οὗτος μὲν οὖν οὐδεμίαν ἔχει σαφῆ δριμύτητα. τῶν αὐτοφυῶν δὲ ἔνιοι δριμεῖς εἰσιν, οὓς χρὴ πλύνειν πρότερον. ἡ πλύσις δ’ αὐτῶν γίγνεται τακέντων ἐπὶ πυρὸς, εἶτ’ εἰς ὕδωρ πηγαῖον καθαρὸν ἐμβληθέντων, ἀνακινουμένων τε ἐνταῦθα καὶ διαῤῥυπτομένων. οὕτω καὶ πίτταν καὶ ῥητίνην καὶ τὸ καλούμενον φύσημα πλυτέον ἐστὶ, περὶ ὧν αὖθις ἀκριβέστερον εἰρήσεται. νυνὶ δὲ ἐπειδὴ τῆς λευκῆς ἐμπλάστρου τὴν σύνθεσιν γράφω, τὸ κατάλοιπον ὧν εἶπον ἐφεξῆς διηγήσομαι. κηροῦ γὰρ ἐπεμβληθέντος ἅμα τῆ ῥητίνῃ προεψημένοις τῷ τε ψιμυθίῳ καὶ τῇ λιθαργύρῳ, μέχρις ἂν ἀκριβῶς ἀμόλυντον γένηται τὸ φάρμακον, ἔχοιτ’ ἂν ἤδη λευκὴν ἔμπλαστρον, εἰ βούλεσθε, ποτὲ μὲν ὕδατος ἐμβάλλοντες αὐτῇ, ποτὲ δὲ ἐλαίου μόνου, καὶ τούτου ποτὲ 
412
μὲν νέου, ποτὲ δὲ παλαιοῦ. προακηκόατε γὰρ ἤδη τίνα δύναμιν ὕδωρ καὶ παλαιὸν ἔλαιον ἔχει. γιγνώσκετε δὲ καὶ ὡς στύψεώς τι προσδίδωσι τῷ φαρμάκῳ, τό τ’ ὀμφάκινον ἔλαιον καὶ τὸ κατὰ τὴν Ἰβηρίαν γεωργούμενον, ἣν νῦν ὀνομάζουσιν Ἱσπανίαν. τὸ δὲ Ἰστρικὸν οὐ μόνον τὴν στύψιν ἔχει βραχεῖαν, ἀλλὰ καὶ πικρότητα. διαφορὰν οὖν ἕξουσιν αἱ διὰ τῶν στυφόντων σκευασίαι τῶν διὰ τοῦ γλυκέος ἐλαίου, καθόσον ἐν ἀρχῇ μὲν καὶ τελευτῇ τῶν ἑλκῶν ἀμείνω πάντα ἐστὶ τὰ στύψεως ἔχοντά τι, κατὰ δὲ τὰ μέσα τὰ γλυκέα. δεῖται γὰρ ἐν μὲν ταῖς ἀρχαῖς τὰ ἕλκη τῶν ἀποκρουομένων φαρμάκων, ὅπως μηδὲ ἄρξηται φλεγμαίνειν. ἐφεξῆς δὲ τῶν χαλαστικωτέρων, ἐὰν μὲν μὴ γένηται φλεγμονὴ, χάριν τοῦ διαπνεῦσαι, φθασάσης δὲ γενέσθαι καὶ δι’ ἐκείνης ὅπως θᾶττον λυθείη. εὔδηλον δ’ ὅτι περὶ σμικρᾶς φλεγμονῆς ὁ λόγος ἐστίν. οὐδὲ γὰρ δύναται βραχέσιν, ἐφ’ ὧν χρώμεθα ταῖς λευκαῖς ταύταις ἐμπλάστροις, ἐπιγίνεσθαι μεγάλη φλεγμονὴ μηδενὸς ἁμαρτήματος προσελθόντος. ὅτι δὲ καὶ συνουλουμένων ἤδη τῶν ἑλκῶν ἡ στύφουσα ποιότης ὠφέλιμός ἐστιν
413
οὐδεὶς ἀγνοεῖ. καιρὸς οὖν ἤδη τὴν συμμετρίαν εἰπεῖν τῶν συντεθέντων φαρμάκων τὴν χρησιμωτάτην ἔμπλαστρον λευκήν.

[Ἡ σταθμεία τῆς ἐμπλάστρου.] Ἴσον ἔστω μέρος ἑκατέρου τῶν μεταλλικῶν, τοῦ τε ψιμυθίου καὶ τοῦ λιθαργύρου, καὶ τοῦτ’ εἰ βούλεσθε, σταθμὸς ἔστω μιᾶς λίτρας ἑκατέρου. συναμφοτέρων δὲ ἴσον ἐλαίου μέτρον ἢ ὡς ὀνομάζουσι Ῥωμαῖοι, λίτραι δύο, τοῦ κηροῦ δὲ ἡμίλιτρον ἔστω καὶ τῆς τερμινθίνης ἥμισυ, τουτέστιν οὐγγίας τρεῖς ὁ σταθμός. εἰ δὲ καὶ λιβανωτοῦ μίξαις, ἀνωδυνώτερόν τε καὶ πεπτικώτερον τῶν φλεγμαινόντων ἑλκυδρίων ἐργάσῃ τὸ φάρμακον, ἀλλὰ πρός γε τὴν ἐπούλωσιν ἀτονώτερον. ὑπερσαρκώσεις γὰρ, ἐπειδὴ σαρκωτικῶν ἐστιν ὁ λιβανωτὸς, ὡς κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου μεμαθήκατε. βέλτιον οὖν ἐστιν, ἐμβαλεῖν τι καὶ στυπτηρίας ὀλίγον ἕνεκά τε τῆς ἐπουλώσεως καὶ ἄλλως, ἐπειδὴ τὰ χαλαστικὰ φάρμακα πληθωρικοῖς τε καὶ κακοχύμοις σώμασι προσφερόμενα προτρέπει ῥευματίζεσθαι τὰ πεπονθότα μόρια. τὸ δ’ ἐκ τούτων ἁπάντων συντεθὲν φάρμακον δυνήσεται διαφορεῖν ὄγκους

414
παρὰ φύσιν ἐπὶ τῶν ἁπαλοσάρκων, ὅσοι μήτε μεγάλοι λίαν εἰσὶ μήτ’ ὀδυνώδεις καὶ μάλισθ’ ὅταν λάβῃ δαψιλῆ τὸν λιβανωτόν. εἴη δ’ ἂν ἐπὶ τοῖς προειρημένοις δαψιλὴς ὁ λιβανωτὸς, ἐὰν ἴσος ᾖ κατὰ τὸν σταθμὸν τῇ τερμινθίνῃ. εἰ δὲ ἥμισυς ὁ λιβανωτὸς εἴη τῆς ῥητίνης, ἧττον μὲν ἔσται διαφορητικὸν τὸ φάρμακον, ἐπουλωτικώτερον δὲ τοῦ διπλάσιον ἔχοντος τὸν λιβανωτόν. εἰ δέ τι μᾶλλον ἐργάσασθαι διαφορητικὸν αὐτὸ βουληθείητε καὶ πεπέρεως ἐμβάλλετε τοῦ λευκοῦ βραχύ τι, μηδὲν εἰς τὴν ἐπούλωσιν τῶν ἑλκῶν βλάψαι δυναμένου. καὶ τοίνυν ἔστω τῆς μὲν στυπτηρίας γο. σταθμὸς, ἥμισυ δὲ τοῦ πεπέρεως. εὔλογον οὖν τούτου μὲν ἐμβληθῆναι τρεῖς δραχμὰς, ἓξ δὲ τῆς στυπτηρίας. ἐπεὶ δὲ καὶ ἄλλων ἐστὶ βελτίων τῶν στυπτηριῶν ἡ σχιστὴ καλουμένη καὶ τῇ χρόᾳ λευκὴ, ταύτης ἐμβάλλειν προσήκει.

[Λευκὴ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως, ὡς Ἄτταλος καὶ Ἥρας.] Ὠφελεῖ γερόντων ἕλκη καὶ ἁπαλοχρώτων καὶ πᾶν ἕλκος ἰᾶται, ὅσα ὑγρότερα καὶ δυσεπούλωτα καὶ ἀποσύρματα, ὡς ἀποκρέμασθαι τὸ δέρμα, ἐνίοτε

415
μελαινόμενον ἐπ’ ὠλεκράνου καὶ ἀντικνημίου καὶ γόνατος, ἐφ’ ὧν οὐδὲ σὰρξ, ἀλλ’ ὁ περιόστιος ὑμὴν ὑπόκειται μόνος. γέγονε τοίνυν πάντα ἐφεξῆς καταλέγοντι τὸ φάρμακον ἐκ τῶνδε συγκείμενον. λιθαργύρου μὲν καὶ ψιμυθίου, λίτρας ἑκατέρου σταθμῷ, δυοῖν δὲ λιτρῶν ἐλαίου μέτρῳ. καλεῖται γὰρ ὑπὸ Ῥωμαίων ὁμωνύμως ὁ λιτραῖος σταθμὸς τῶν στεῤῥῶν σωμάτων τῷ λιτραίῳ μέτρῳ τῶν ὑγρῶν, ὃ πάμπολυ καθ’ ὅλην τὴν πόλιν ἐστὶν, ἐξ ὕλης κερατίνης γιγνόμενον. ἐπὶ τούτοις δὲ τοῦ κηροῦ μὲν ἡμίλιτρον τῷ σταθμῷ, τριῶν δὲ οὐγγιῶν τῆς τερμινθίνης ῥητίνης, λιβανωτοῦ δὲ ἤτοι τοῦ ἡμίσεος ἢ τοῦ ἴσου ταύτῃ, καὶ στυπτηρίας μὲν ἓξ δραχμῶν, τριῶν δὲ τοῦ πεπέρεως. ἡ δὲ ἕψησις εὔδηλος ἀπ’ ἀρχῆς μὲν ἑψομένων τῶν μεταλλικῶν ἐν ἡλίῳ, μέχρι τοῦ γενέσθαι τελέως ἀμόλυντον ἢ καὶ βραχὺ σκληρότερον. ἐμβαλλομένων δὲ τηνικαῦτα κηροῦ καὶ ῥητίνης, εἶθ’ ὅταν ἑνωθῇ πάντα, τοῦ λιβανωτοῦ μὲν πρῶτον, ἐπ’ αὐτῷ δὲ τῆς στυπτηρίας τε καὶ τοῦ πεπέρεως. ἐμβάλλειν δὲ χρὴ τὸ ῥοδιακὸν καλούμενον ψιμύθιον, εἰ βούλοιτό τις πάνυ λευκὴν τὴν
416
ἔμπλαστρον γενέσθαι. ἀλλὰ καὶ κατὰ τὴν πάλαι μὲν Δικαιαρχίαν ὀνομαζομένην, νυνὶ δὲ Ποτιόλους, ἔνιοι τῶν σκευαζόντων τὸ ψιμύθιον ὁμοίως τῷ ῥοδιακῷ λευκὸν εἰώθασι ποιεῖν. ὅτι δὲ ἐν ἡλίῳ τε χρὴ σκευάζειν τὴν ἔμπλαστρον, ὕδατός τε μιγνύειν, ὡς λευκοτέραν τε ἅμα καὶ ψυκτικωτέραν γενέσθαι, λέλεκται πρόσθεν. εἰ δ’ ἐπουλωτικωτέραν ἐθέλοι τις αὐτὴν ἐργάσασθαι, τοῦ μὲν ὕδατος οὐδ’ ὅλως μικτέον ἐστὶ, δι’ ἐλαίου δὲ παλαιοῦ μόνον σκεναστέον γο β΄. ἥμισυ, ἀλλὰ καὶ τρεῖς ἐμβάλλοντα. τοῦτο τὸ φάρμακον οὐ τῶν ὑπ’ ἐμοῦ πρώτου συντεθέντων ἐστὶν, ἀλλ’ ἤδη πρὸ πολλῶν ἐτῶν ὑπὸ τοῦ βασιλεύσαντος ἡμῶν τῶν Περγαμηνῶν Ἀττάλου σπουδάσαντος ἀνδρὸς περὶ φάρμακα παντοῖα, καὶ σύγκειται λόγῳ τῷ προειρημένῳ καὶ κρεῖττον αὐτοῦ θαυμάζοιμεν ἂν, εἴ τι δύναται τῶν ὁμοειδῶν συντεθῆναι. μέμνηται δὲ αὐτοῦ καὶ ὁ Ἥρας ἐν τῷ βιβλίῳ τῶν φαρμάκων, ὃ τινὲς μὲν ἐπιγράφουσι νάρθηκα, τινὲς δὲ τόνον δυνάμεων, ἀξιῶν τὸ μὲν ἔλαιον εἶναι παλαιὸν, ὕδατος δ’ αὐτῷ μίγνυσθαι τὸ ἴσον ἢ τὸ ἥμισυ. τὰ δ’ ἄλλα τῆς συμμετρίας, 
417
ὡς ὑπ’ ἐμοῦ γέγραπται, πλὴν ὅτι κοτύλας ἐκεῖνος, οὐ λίτρας ἔγραψε, τοῦ τε ὕδατος καὶ τοῦ ἐλαίου μὴ δηλώσας ὁπόσων οὐγγιῶν βούλεται εἶναι τὴν κοτύλην, ἤτοι σταθμικῶν ἢ μετρικῶν. αἱ μὲν γὰρ σταθμικαὶ τὸ βάρος κρίνουσι τῶν σωμάτων, αἱ δὲ μετρικαὶ τὸν ὄγκον. θεραπεύειν μὲν οὖν λέγων τὸ φάρμακον τοῦτο γερόντων ἕλκη καὶ ἁπαλοχρώτων ἀληθεύει· πλέον δὲ ἢ δεῖ χαρίζεται, πᾶν ἕλκος ἰᾶσθαι φάσκων. ὅσα μὲν γὰρ ὑγρότερα καὶ διὰ τοῦτο δυσεπούλωτα θεραπεύει ταῦτα, τῶν κακοήθων δ’ οὐδὲν, ὥσπερ οὐδὲ τῶν ἐναίμων τι τραυμάτων· ὁ δέ γε καὶ ταῦτα πάντα φησίν. ἀποσύρματα μέντοι λέγων αὐτὸ θεραπεύειν ἀληθεύει, πολλάκις γὰρ οὕτως ἀποσεσυρμένου, ὡς ἀποκρέμασθαι τὸ δέρμα μετὰ τῆς ὑποκειμένης ἐπί τινος σαρκὸς, ἐπιθεὶς τὸ φάρμακον ἐθεασάμην ἑνωθὲν αὐτῇ τὸ ἀποσεσυρμένον, καὶ τό γε τούτου μεῖζον, ἐνίοτε μελαινόμενον ἤδη. καὶ πάλιν γε ἕτερον ἔτι τοῦδε μεῖζον, ἐπ’ ὠλεκράνου τε καὶ ἀντικνημίου καὶ γόνατος, ἐφ’ ὧν οὐδὲ σὰρξ, ἀλλ’ ὁ περιόστιος ὑμὴν ἢ τένων πλατὺς ὑπόκειται μόνος, ὥστε πρὸς ἀποσύρματα μὲν
418
ἄριστον ἂν ἔχοιτε τὸ φάρμακον τοῦτο, κόλπων δὲ καὶ ἀποστημάτων οὔτ’ ἄριστον ἁπάντων οὔτ’ ἀρετῇ τῶν ἀρίστων δεύτερον, ἀλλ’ ἐπὶ μετρίων τῷ μεγέθει τούτων τῶν παθῶν, ἐν ἁπαλοχρῶσι καὶ γυναιξὶ καὶ παισὶ καὶ γέρουσιν ἀγαθὸν φάρμακον, ὥστε κᾀνταῦθα πλέον ἢ δεῖ μεμαρτύρηκεν ὁ Ἥρας τῷ φαρμάκῳ. πολὺ δὲ μᾶλλον ἡνίκα ἐπῄνεσεν αὐτὸ πρὸς δήγματα πάντα φάσκων ἁρμόττειν. τί γὰρ βούλεται τὸ πάντα προσκείμενον τῷ λόγῳ; πότερον εἰ καὶ θηρίον εἴη τὸ δακὸν ἢ μόνα τὰ τῶν ἁπάντων ἀνθρώπων λέγει; καὶ μὴν ψεῦδός ἐστιν ἑκάτερον. ἐπὶ μὲν τῶν θηρίων ἄντικρυς· ἃ γὰρ ὑπὸ δραστηρίων φαρμάκων θεραπεύεται μόγις, οὐκ ἄν τις ταῦτα φαίη διὰ τοῦδε κατορθοῦσθαι δύνασθαι· περὶ δὲ τῶν ἀνθρώπων εἰ λέγει, καὶ οὕτως ἀδιόριστος ὁ λόγος, ὡς βλάπτειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούσαντας. ἀνέπεισε γοῦν τίς τινα τῶν ἰατρῶν, ἐπιτιθέναι τὴν ἔμπλαστρον ταύτην ἐν παγκρατίῳ δηχθέντι νεανίσκῳ τὸν λιχανὸν δάκτυλον, ὃς οὕτως ἔσχε κακῶς, ὡς κινδυνεῦσαι μὲν ἀποσαπῆναι τὸ δηχθὲν μόριον ὅλον, ἐπιγενομένης σηπεδόνος αὐτῷ. μόλις
419
δ’ ἐν χρόνῳ πλέονι θεραπευθεὶς ἐκολλήθη. γενομένου τοῦδε τοῦ δήγματος οὐκ εἰς νεῦρον, ἀλλ’ εἰς σάρκα, θαυμαστὸν οὐδὲν ὑπὸ τοῦ τοιούτου φαρμάκου θεραπευθῆναι. τὰ γὰρ τῶν ἀνθρώπων δήγματα παραπλήσια τοῖς ἄλλοις ἐστὶν ἕλκεσιν, εἰ μὴ πάνυ κακόχυμος ὁ δακὼν εἴη ἢ νενηστευκώς γε μέχρι καὶ πλέονος ἢ τεθυμωμένος, ὡς ἐκκεχολῶσθαι τό τε σύμπαν σῶμα καὶ τὰ περὶ τοὺς ὀδόντας. οὐ μὴν οὐδ’ ἐπὶ τούτων τὶ τοιοῦτον ἀξιόλογον φανεῖται ποιοῦν τὸ φάρμακον, ἀλλ’ ἀρκέσει τῷ παραχρῆμα χρησαμένῳ μηδὲν ἀδικηθῆναι, πρίν τι τῶν ἰδίως ἐπιτηδείων εἰς τὰ τοιαῦτα φαρμάκων ἐπιβληθῆναι κατὰ τοῦ δηχθέντος μορίου, περὶ ὧν αὖθις εἰρήσεται. νυνὶ δ’ ἀποχρήσει τοσοῦτον εἰπεῖν, ὡς ἐφ’ ὧν ἤτοι γε ἄνθρωπος ὁποῖον εἴπομεν εἴτε πίθηκος εἴτε κύων εἴτ’ ἄλλο τι τοιοῦτον ζῶον εἴη δακόν.

[Περὶ τῆς Ἀτταλικῆς Ἀνδρομάχου λευκῆς ἐξήγησις καὶ σύνθεσις, ὅτι ἧσσον βλάπτει τοὺς λυσσοδήκτους καὶ τοὺς νευροτρώτους.] Αἱ δι’ ἐλαίου νέου καὶ ὕδατος σκευαζόμεναι λευκαὶ, χωρὶς τοῦ τὸ πέπερι καὶ τὸν

420
λιβανωτὸν λαβεῖν, ἀδικοῦσι μεγάλως τὰ δηχθέντα μόρια, κᾂν βραχύτατον ἰώδους ἔχῃ τὸ τοῦ δακόντος ζώου σίαλον. ἧττον δ’ ἐκείνων ἁπασῶν ἡ Ἀτταλικὴ βλάπτειν πέφυκε τῷ τὴν τερμινθίνην ἐμβάλλεσθαι καὶ τὸ ἔλαιον τὸ παλαιὸν καὶ τὸν λιβανωτὸν καὶ τὸ πέπερι. κατὰ ταῦτα δὲ κᾀπὶ τῶν νευροτρώτων αἱ μὲν ἄλλαι λευκαὶ βλαβερώτεραι, πολὺ δὲ ἐλάττων ἡ ἐκ τῆσδε βλάβη, παλαιὸν μὲν ἔλαιον ἐχούσης, ὕδωρ δ’ οὐκ ἐχούσης. ἔτι δὲ μᾶλλον εἰ τὰς τρεῖς ὅλας οὐγγίας ἔχει τοῦ λιβανωτοῦ καὶ μὴ τὸ ἥμισυ. λέλεκται γάρ μοι καὶ πρόσθεν, ὡς εἰ καὶ οὕτω σκευάζοιμεν, ἐπὶ τῶν τοιούτων λευκῶν ἡ στυπτηρία πρὸς κακοῦ γίνεται τῷ φαρμάκῳ. δεῖται γὰρ οὐ τῶν στυφόντων, ἀλλὰ τῶν ἱκανῶς ἑλκόντων ἔξω τὰ διὰ βάθους ἐνοχλοῦντα, τά τε νενυγμένα νεῦρα καὶ τὸ τῶν ζώων ἰῶδες σίαλον. καὶ πυρίκαυτα δὲ τὴν ἔμπλαστρον ταύτην ἰᾶσθαί φησιν ὁ Ἥρας, ἀνιεμένην ῥοδίνῳ ἢ μυρσίνῳ ἢ μυῤῥίνῳ. πολὺ δὲ κᾀνταῦθα λείπεται τῶν θεραπευόντων καλῶς φαρμάκων τὰ πυρίκαυτα, περὶ ὧν καὶ αὐτῶν αὖθις εἰρήσεται. βελτίους γὰρ ἐπὶ τούτων αἱ ἄλλαι
421
λευκαὶ μήτε λιβανωτὸν ἔχουσαι μήτε ῥητίνην. ἀπολείπονται δὲ καὶ αὗται πάμπολυ τῶν ἰδίως ἰωμένων τὰ πυρίκαυτα, καθάπερ ἔφην τὴν ὑπ’ ἐμοῦ συντεθεῖσαν ἐκθεραπεύειν αὐτὰ προσλαβοῦσαν ὄξος. ἐκείνη μὲν γὰρ ἐν ἅπαντι καιρῷ χρήσιμος, ἡ δὲ διὰ τοῦ πεπέρεως λευκὴ τοῖς ἀποδαρεῖσι κατακαύμασιν. ὅταν μὲν οὖν εἰς οὐλὴν ἄγηται, χρήσιμος, ἔμπροσθεν δὲ καθ’ ἑαυτὴν μὲν ἄχρηστος, ἀνεθεῖσα δ’ ἐν ἐλαίῳ μυρσίνῳ χρήσιμος, οὐ μὴν ἰσοσθενῶς γε τοῖς ἰδίως ἁρμόττουσι πρὸς τὰ πυρίκαυτα φαρμάκοις. καὶ δηχθεῖσιν αὐτὴν ὁ Ἥρας ἁρμόττειν φησίν. ἀλλὰ κᾀνταῦθα διορισμοῦ χρεία. ἐπὶ μὲν γὰρ τῶν σκληρῶν καὶ δυσπέπτων ἀσθενέστερόν ἐστι τὸ φάρμακον, ἐπὶ δὲ τῶν μετριωτέρων ἱκανὸν καὶ μάλιστα ἐπὶ γερόντων καὶ παίδων καὶ γυναικῶν καὶ συλλήβδην φάναι τῶν ἁπαλοσάρκων. ἔστι δὲ καὶ τοῖς ἰόνθοις τὸ φάρμακον χρήσιμον, ὡς καὶ τοῦτο ἔγραψεν ὁ Ἥρας ἀληθεύων, ἀδιορίστως δὲ περὶ τῶν ἐξανθημάτων ἀπεφήνατο. καὶ γὰρ καὶ τούτων ὅσα μετρίως ὑπόσκληρα θεραπεύει, τὰ δὲ ἐπὶ πλέον ἥκοντα θέρμης ἤ τι φλεγμονῶδες ἔχοντα, παροξύνει 
422
καὶ μάλιστα ἐν ἀρχῇ. ἐφεξῆς δὲ τῶν εἰρημένων ὁ Ἥρας ἔγραψε κατὰ λέξιν οὕτως. ἐποίησε καὶ ἐπὶ σκληρίας τριμηνιαίου, ἥτις συνέστη ἐκ τόκου, καὶ διεφόρησεν, οὐκ ἀδύνατα λέγων. ἐχρῆν δ’ αὐτὸν προσγεγραφέναι τίνος ἦν ἡ σκληρία, πότερον αὐτῆς ὅλης τῆς μήτρας ἢ κατὰ τὸν αὐχένα μόνον ἢ τὸ στόμιον, ἢ κατὰ τὰς κεραίας ἢ κατά τι τῶν ἔξωθεν ἐπικειμένων σωμάτων αὐτῇ. καὶ πρὸς σύριγγας δὲ ἐπαινεῖ τὴν ἔμπλαστρον αὐτὴν ὁ Ἥρας μειζόνως ἢ πέφυκεν, ἁπάσας τε τὰς ἄλλας καὶ μάλιστα τὰς ἐν δακτυλίῳ γινομένας. αὐτὸς γὰρ οὕτως ὠνόμασε, θεραπεύειν αὐτὴν ἀποφηνάμενος. ὁμοίως δὲ καὶ πρὸς ποδάγραν καὶ ἄνθρακας, ἐπινυκτίδας τε καὶ κονδυλώματα, λέπρας τε καὶ λειχῆνας καὶ ὑπώπια τὴν προκειμένην ἔμπλαστρον ἐπαινῶν ἐστιν ὁ Ἥρας. εἰ μὲν οὖν ὡς τῶν βελτιόνων αὐτῷ μὴ παρόντων χρησάμενός τις αὐτῇ μετρίως ἂν ὠφελήσειεν, ἀληθῶς ὑπείληφεν· εἰ δ’ ὡς ἀρίστῳ φαρμάκῳ πρὸς ταῦτα, ψεύδεται φανερῶς, ἑτέρων πολλῶν ἀμεινόνων ὄντων. ἐπὶ δ’ οὖν τῷ τέλει τῶν ἐπαίνων αὐτῆς οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι.
423
χρῶ δὲ αὐτῇ μάλιστα, ὅταν ἕλκος ὑπὸ δριμέων φαρμάκων καὶ ἐναίμων ἀναλύηται καὶ ἀναφλεγμαίνῃ καὶ ἐπὶ τῶν περὶ τὸ γόνυ ἀποστημάτων. ἐχρῆν δὲ κᾀνταῦθα προσγεγράφθαι, κατὰ μὲν τὸν τῶν ἀποστημάτων λόγον τοὺς ἁπαλοσάρκους καὶ παῖδας καὶ γυναῖκας καὶ γέροντας, ἐπὶ δὲ τῶν ἑλκῶν τὰς ἰδέας αὐτῶν, ὡς ἡμᾶς ποιήσομεν ἐν τῷ περὶ τῶν κακοήθων ἑλκῶν λόγῳ. τῶν γὰρ οὕτως κακοήθων οὐδενός ἐστιν ἡ προκειμένη κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπλαστρος ἐπουλωτική. διορισμοῦ δὲ δεῖ τοῖς δυσεπουλώτοις ἀπὸ τῶν κακοήθων. οὐδὲ γὰρ πάντ’ ἐστὶ τὰ κακοήθη δυσεπούλωτα. καὶ λεχθήσεται δηλονότι προϊόντος τοῦ λόγου περί τε τῆς διαφορᾶς αὐτῶν καὶ τῶν φαρμάκων, ὅσα πέφυκεν ὠφελεῖν ἑκάτερα. καὶ διὰ μόνων δὲ τῶν μεταλλικῶν ἐγχωρεῖ σκευασθῆναι λευκὴν ἔμπλαστρον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς λιθαργύρου μόνης ἑψηθείσης ἔλεγον. ἐὰν γὰρ τῇ λιθαργύρῳ προσβληθῇ τὸ ψιμύθιον, εἶτα ἐλαίου τε καὶ ὕδατος ἑκατέρου διπλάσιον μιχθῇ καὶ τὴν ἕψησιν, ὡς ἀρτίως εἶπον, ἐπ’ ἀνθράκων προδιακεκαυμένων ἐν ἀέρι λαμπρῷ ποιήσηταί τις,
424
ἐχέκολλόν τε τὸ φάρμακον ἔσται καὶ λευκὸν τῇ χρόᾳ, τοῦ δὲ διὰ μόνης λιθαργύρου κατασκευασθέντος ἐμψυκτικώτερον. ὥσπερ γὰρ ἡ μολύβδαινα ψυκτικωτέρας τε καὶ παχυμερεστέρας ἐστὶ φύσεως καὶ ἐὰν λιθαργύρῳ περιβάλλῃ τις αὐτὴν, οὕτω καὶ τὸ ψιμύθιον ἢ καὶ μᾶλλον ἔτι τῆς μολυβδαίνης. εἰ δὲ καὶ παλαιὸν ἐμβληθείη τὸ ἔλαιον, ἕξει καὶ τοῦτο τὸ φάρμακον οὐκ ὀλίγην γλισχρότητα πρὸς τὸ μὴ ῥᾳδίως ἀποπίπτειν τοῦ σώματος, ᾧπερ ἂν ἐπιτεθὲν τύχῃ. λευκὴν δὲ γενέσθαι τὴν ἔμπλαστρον εἰ βούλοισθε, καθαρώτατον ὡς οἷόν τε καὶ λαμπρότατον ἔλαιον ἐμβάλλετε, πολλὰ γάρ ἐστιν οὐ τοιαῦτα. παρηγορικὸν δὲ καὶ ἀνώδυνον ἔσται τὸ φάρμακον, ἐὰν καὶ στέατος αὐτῷ τις ἐπεμβάλῃ, καθάπερ εἴωθα ποιεῖν ἐγώ. χήνειον δ’ ἔστω τὸ στέαρ ἢ τούτου μὴ παρόντος ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτ’ ἔχοιμεν, ὕειον ἐμβάλλωμεν, εἰδότες μὲν οὐ σμικρὰν ὑπεροχὴν εἶναι τοῦ χηνείου παρὰ τὰ ἄλλα, χρώμενοι δὲ καὶ τοῖς χείροσιν, ὅταν ἀπορῶμεν τοῦ καλλίστου, καὶ γὰρ ὅταν μὴ παρῇ κιννάμωμον, ἐπὶ τὴν ἀρίστην ἐρχόμεθα κασσίαν. ἀρκεῖ δὲ ἐπὶ τῇ προειρημένῃ συμμετρίᾳ
425
μιγνύναι τοῦ στέατος ἥμισυ μέρος τοῦ σταθμοῦ τῶν μεταλλικῶν ἑκατέρου, ὡς εἶναι λιθαργύρου μὲν καὶ ψιμυθίου μέρος ἓν ἑκατέρου, διπλάσιον δὲ ἐλαίου καὶ διπλάσιον ὕδατος ἢ καὶ πλεῖστον ὀλίγῳ, τοῦ δὲ στέατος ἥμισυ μέρος. ὅπως δὲ λέγω τοῖς ἱσταμένοις ἐπὶ ζυγοῦ τὰ μετρούμενα, διπλάσιά τε ἡμίσεα καὶ ἴσα, μικρὸν ἔμπροσθεν ἐδήλωσα, τὴν ὁμωνυμίαν ἐξηγησάμενος τῆς παρὰ Ῥωμαίοις σταθμικῆς λίτρας τῇ μετρικῇ. τοῦτο τὸ φάρμακον ἐσκεύασα πολυειδῶς· καὶ γὰρ ἴσα τὰ τέτταρα μίξας, ἥμισυ τοῦ στέατος ἐνέβαλον εἰς αὐτὰ, καί ποτε καὶ τῶν ὑγρῶν ἑκατέρου μέρους ἓν καὶ ἥμισυ. γενήσεται δὲ ὡς ἐπὶ παραδείγματος ἡ συμμετρία τοιάδε. λιθαργύρου λίτρ. α΄. ψιμυθίου λίτρ. α΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος ἑκατέρου λίτρας ἥμισυ καὶ λοιποῦ στέατος ἡμίλιτρον, ἔσθ’ ὅτε δὲ καὶ τὸ τρίτον τῆς λίτρας ἔβαλλον, ὥσπερ καὶ τοῦ ὕδατος μίαν λίτραν. ὃ δ’ εἰώθασι λέγειν πολλάκις οἱ ἰδιῶται καὶ τῶν ἰατρῶν οἱ τοιούτοις ὅμοιοι, φυλάξασθέ ποτε εἰπεῖν, ὡς αὐτοὶ λέγουσιν, ἄμεινον γίγνεσθαι τόδε τι τὸ φάρμακον, εἰ προσλάβοι τοῦδέ τινος,
426
ὅπερ ἂν ὀνομάσωσιν, ἔνιοι δ’ αὐτῶν μὲν ἀγνοεῖν ὁμολογοῦσιν, ἐρωτῶσι δ’ ἡμᾶς ὁποία τῶν συνθέσεων καὶ σκευασιῶν ἐστι καλλίστη, μὴ γινώσκοντες ἄλλην ἐπὶ ἄλλης διαθέσεως εἶναι χρησιμωτέραν, ἁπλῶς δὲ καὶ ἀδιορίστως οὐδεμίαν ἀρίστην. διὰ τοῦτ’ οὖν ἐγὼ τῶν ἁπλῶν φαρμάκων ὑμᾶς ἀξιῶ τὰς δυνάμεις ἀκριβῶς ἐπίστασθαι· χρῆσθαι γὰρ οὐχ οἷόν τε καλῶς τῷ συνθέτῳ τούτων ἀγνοουμένων. αὐτίκα γοῦν ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε λευκῆς ἐμπλάστρου τὸ πρόσφατον στέαρ μιγνύμενον ἀνωδυνώτερον μὲν ἐργάσεται τὸ φάρμακον, ὡς κᾂν ὑποφλεγμαίνῃ τὸ ἕλκος, ὠφελεῖν αὐτὸ, χεῖρον δ’ εἰς τὴν ἐπούλωσιν ποιήσει. τὸ δὲ χωρὶς τοῦ στέατος ἐπουλωτικώτερον μὲν, οὐχ ὁμοίως δὲ ἀνώδυνον. εἴρηται δὲ καὶ πρόσθεν ὡς ὕδατος μὲν προσλαβὸν ἐμψυκτικώτερον γίγνεται, παλαιοῦ δὲ ἐλαίου διαφορητικώτερον. ὁ δυνάμενος οὖν γνῶναι τίνος μᾶλλον χρῄζοι τὸ ἕλκος, οὗτος ἄριστα καὶ αὐτὸς συνθήσει τὰ φάρμακα καὶ τοῖς ἤδη συγκειμένοις χρήσεται. κᾀμὲ πολλάκις ἐθεάσασθε τοῖς τῶν παρακαλεσάντων ἰατρῶν εἰς συμβουλὴν 
427
φαρμάκοις θεραπεύσαντα πολλὰ τῶν ἐκείνοις ἀπορουμένων. ἄριστον οὖν εἴρηται φάρμακον οὐχ ἁπλῶς, ἀλλὰ τῶν ἐπαγγελλομένων τόδε τι ποιεῖν, ὥσπερ ἐγὼ τὴν φοινικίνην ἀρίστην ἔφην εἶναι πρὸς τὰ ῥευματικὰ χρωμένων αὐτῇ κατὰ τοὺς προειρημένους διορισμούς.

[Περὶ τῶν ἄλλων λευκῶν ἐμπλάστρων.] Αἱ μὲν οὖν προειρημέναι λευκαὶ καθ’ ὃν εἴρηκα λόγον ἐσκευάσθησαν ἐκ παλαιοῦ. πολυειδεῖς δ’ ἄλλαι μετὰ ταῦτα συνετέθησαν, ἀφαιρούντων γέ τινα καὶ προστιθέντων καὶ ὑπαλλαττόντων τῶν ἐπιγινομένων ἰατρῶν, περὶ ὧν καὶ αὐτῶν ἄμεινον εἰπεῖν ἕνεκα τοῦ γυμνάσασθαι ποικίλως ὑμᾶς ἐν τῇ τῶν φαρμάκων συνθέσει. γέγραπται τοίνυν ὑπ’ Ἀνδρομάχου κατὰ τὸ βιβλίον, ὃ ἐπιγράφιι δυνάμεις πρὸς τὰ ἐκτὸς, ὡδί πως αὐτοῖς ὀνόμασι· λευκὴ ᾗ χρῶμαι. λιθαργύρου μνᾶ α΄. ψιμυθίου μνᾶ α΄. κηροῦ τέταρτον, ῥητίνης τέταρτον, ἐλαίου κοτύλαι γ΄. ὕδατος κοτύλαι β΄. ταῦτα μὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, οὔτ’ ἐπὶ τίνων ἁρμόττει προσγράψας οὔτε περὶ τῆς ἑψήσεως αὐτοῦ διελθών. τινὲς μὲν οὖν

428
εἴκοσιν οὐγγίας ἔχειν φασὶ τὴν μνᾶν, ἔνιοι δὲ ἑκκαίδεκα. καὶ δύναιτ’ ἂν ἑκατέρως σκευάζεσθαι τὸ φάρμακον, οὐ·μὴν ὀρθῶς μοι δοκεῖ τὸ ἴσον ἐμβάλλειν ῥητίνης τε καὶ κηροῦ. βελτίων γὰρ ἡ Ἀτταλικὴ σύγκειται, τὸν κηρὸν τῆς ῥητίνης λαμβάνουσα διπλάσιον. πρόδηλον δὲ ὅτι τῆς ῥητίνης ἴσης ἐμβληθείσης τῷ κηρῷ γένοιτ’ ἂν ἐχεκολλοτέρα μὲν ἔμπλαστρος, οὐχ ἡδεῖα δ’ ὁμοίως τοῖς ἕλκεσιν, ἀλλ’ ἔχουσα δριμύ. καὶ μέντοι καὶ τῷ μὴ δηλῶσαι ποίαν βούλεται βάλλεσθαι ῥητίνην οὐκ ὀρθῶς ἔπραξεν. ἀλλ’ ἡμεῖς γε γινώσκοντες ἀμείνω κατὰ πάντα τὴν τερμινθίνην εἶναι τῆς κολοφωνίας τε καὶ φρυκτῆς ὀνομαζομένης, ἐκείνην ἐμβαλοῦμεν. εἰ δὲ καὶ τῆς λάρικος εὐποροίημεν, οὐδὲν κωλύει χρήσασθαι, παραπλήσιαι γάρ πώς εἰσιν. ἐλαίου δὲ κοτύλας τρεῖς ἡγοῦμαι γράφειν αὐτὸν τὰς Ἀττικὰς ἢ πάντως ἂν ἐγεγράφει λίτρας. καίτοι θαυμάσειεν ἄν τις ὅπως ἐν Ῥώμῃ διατρίβων ἀντὶ λιτρῶν ὠνόμαζε κοτύλας. ἐπιχώρια γὰρ ταῦτα ὀνόματα, τό τε τῆς λίτρας καὶ τὸ τοῦ ξέστου καὶ τὸ τῆς οὐγγίας. ἐκ πολλῶν φαρμάκων πάλαι συγγεγραμμένων, πρὶν εἰς τοσοῦτο
429
δυνάμεως ηὐξῆσθαι τὰ τῶν Ῥωμαίων, ἐστοχασάμην ἣν ὀνομάζουσιν ἐκεῖνοι κοτύλην ἴσην εἶναι ταῖς κατὰ τὴν νῦν ἐν Ῥώμῃ λίτραν οὐγγίαις ἐννέα. μή τι οὖν καὶ ὁ Ἀνδρόμαχος τὰς τρεῖς κοτύλας ἀξιοῖ βάλλειν, ὡς ἑκάστης αὐτῶν οὔσης οὐγγιῶν θ΄. καὶ κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς τοῦ ὕδατος δύο; προειδότες οὖν ἡμεῖς τὴν ἑκάστου τῶν ἁπλῶν δύναμιν, ὅπως ἂν σκευάσητε χρῆσθαι δυνήσεσθε πρὸς ἅπερ ὁ τῆς συνθέσεως ἐπαγγέλλεται τρόπος, ἐπιτρέψαντες ἑτέροις ζητεῖν ὁποία τῶν συνθέσεών ἐστιν ἀρίστη. πᾶσαι γὰρ ἄρισταί τέ εἰσι καὶ οὐκ ἄρισται, καθότι προεπιδέδεικταί μοι. καὶ γὰρ αὖ καὶ ταύτης ἐφεξῆς ἑτέραν ὁ Ἀνδρόμαχος γράφει τήνδε.

[Λευκὴ ἄλλη.] ♃ Λιθαργύρου δραχ. ρξ΄. ψιμυθίου δραχ. σ΄. κηροῦ δραχ. ν΄. τιρμινθίνης δραχ. κδ΄. ἐλαίου κοτύλης ἥμισυ, ὕδατος κυ. στ΄. αὕτη τοίνυν ἡ ἔμπλαστρος τῆς προτέρας πλέον ἔχουσα τὸ ψιμύθιον τῆς λιθαργύρου λευκοτέρα μὲν ἂν γένοιτο καὶ ψυκτικωτέρα κατά γε τοῦτο. ῥᾳδίως δ’ ἀποπίπτουσα, κᾂν ἑκκαίδεκα καὶ δίμοιρον οὐγγίας τὴν κοτύλην

430
ἔχειν ὑποθώμεθα, καθάπερ ἔνιοί φασι. βοηθεῖ γε μὴν αὐτῇ πρὸς τοῦτο τῆς τερμινθίνης ἡ μίξις, ὡς μὴ κραῦρον γίνεσθαι τὸ φάρμακον, ἐπεὶ τελέως ἂν ἀλιπὲς ἦν καὶ ξηρὸν, ὀλίγον ἔχον ἐλαίου τε καὶ ὕδατος. οὐ προσέγραψε δὲ οὐδὲ ἐπὶ ταύτης ὁ Ἀνδρόμαχος οὔθ’ ἕψησιν οὔτ’ ἐπαγγελίαν.

[Λευκὴ ἄλλη.] Ἑτέραν δ’ ἐφεξῆς τῇδε γράφει τρίτην, τὰ μὲν ἄλλα τὰ αὐτὰ πάντα ἔχουσαν τῇ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλικῇ. πρόσκειται δὲ αὐτῇ ταῦτα τὰ δύο, ὄρχεως βοτάνης δραχ. η΄. στρουθίου οὐγγίαι δύο, ὕδωρ δὲ οὐδ’. ὅλως ἐμβάλλει τῷ φαρμάκῳ τούτῳ καὶ τοῦ λιβανωτοῦ τὰς ε΄. καὶ εἴκοσι δραχμὰς ἀξιοῖ βάλλειν οὐ προσγράψας, ὡς ὁ Ἥρας εἴωθεν. ἔνιοι δὲ δέκα δύο καὶ εἴκοσι βάλλουσιν, ἐλαίου μέντοι κᾀνταῦθα δύο κοτύλας μίγνυσι, τὴν αὐτὴν ἀσάφειαν ἡμῖν καταλιπὼν ἧς ἔμπροσθεν ἐμνημόνευσα. μέμψαιτο δ’ ἄν τις αὐτῷ μεγάλως μὴ προσγράψαντι τὰς ἐπαγγελίας τῶν φαρμάκων. οὐ γὰρ δήπου τὴν αὐτὴν δύναμιν ἔχει τὸ δεύτερον γεγραμμένον τῷ πρώτῳ τε καὶ τῷ τρίτῳ. τὸν Ἥραν δὲ ἐπαινεῖν προσήκει τάς τε ἐπαγγελίας τῶν φαρμάκων γράψαντα

431
καὶ τοὺς τρόπους τῶν χρήσεων, οὓς ὅλως ὁ Ἀνδρόμαχος ἐπὶ τῶν λευκῶν ἐμπλάστων κατέλιπε, σπανίως που μόνην τὴν ἐπαγγελίαν προσθεὶς, οὐ μὴν οὐδ’ ὅπως χρὴ τὸ φάρμακον ἕψειν ἔγραψεν. ἀλλ’ οὐκ ἄν τις αὐτὸν ἴσως ἐν τούτῳ μέμψαιτο τοῖς ἤδη γεγυμνασμένοις κατὰ τὴν ἰατρικὴν τέχνην, οὐκ ἰδιώταις γράφοντα. τὸ δὲ μὴ προστιθέναι τὰς ἐπαγγελίας ἢ τὰς καθόλου δυνάμεις οὐ σμικρὸν ἁμάρτημα. τί γὰρ καὶ φήσει τις ἀπολογούμενος ὑπὲρ αὐτοῦ; τάχ’ ἴσως ὅτι τοῖς ἐπισταμένοις τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις γέγραπται ταῦτα. καὶ μὴν οὐδεὶς ἐκείνων Ἀνδρομάχου δεῖται, δυνάμενός γε καὶ αὐτὸς ὁμοίως συντιθέναι.