De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ τῆς διὰ λιθαργύρου καὶ ὑδρελαίου σκευαζομένης ἐμπλάστρου.] Τὸ ὕδωρ ὑγραίνει μὲν ἀεὶ καὶ ψύχει κατὰ τὴν οἰκείαν οὐσίαν· ἐπίκτητον δὲ θερμότητα προσλαβὸν, ἄχρι περ ἂν αὐτὴν διαφυλάττῃ θερμαίνει, ψυχρὸν δὲ γενόμενον ψύχει. τό γε μὴν ἔλαιον, ἐὰν εἴη νέον, οὐκ ἀντιπράττει τῷ φαρμάκῳ, διαμένει γὰρ ὑγρόν τε καὶ μετρίως ψυχρὸν, ὁποίου μάλιστα δεῖται τά θ’ ἁπαλόσαρκα σώματα καὶ τὰ κακόχυμα. γυναῖκές τε οὖν καὶ παῖδες καὶ τῶν τελείων οἱ μαλακὴν ἔχοντες τὴν ἕξιν τοῦ σώματος, εἰσὶ δ’ οὗτοι καὶ λευκοὶ κατὰ τὸ χρῶμα, τῶν τοιούτων δέονται φαρμάκων. ἑψηθὲν δ’, ὡς εἴρηται, μετὰ πλείονος ἐλαίου τε καὶ ὕδατος οὕτως γίνεται δυσαπόπτωτον, ὡς μηδὲ λουομένων ἀποῤῥεῖν. καὶ μέντοι καὶ συμφέρει τοῖς ἐπουλουμένοις ἕλκεσιν ἐπιμένειν τὸ φάρμακον ἐφεξῆς ἡμερῶν πλεόνων, ἄμεινόν τε γὰρ οὕτω καὶ θᾶττον ἐπουλοῦται. πρόδηλον δ’ ὅτι κνήσμασι καὶ ἀποσύρμασι καὶ συνελόντι φάναι μικροῖς ἕλκεσιν ἁρμόττει τὸ τοιοῦτον φάρμακον, ἐφ’ ὧν καὶ ἡ πάρυγρος ὀνομαζομένη κηρωτὴ καὶ ἄλλαι τινὲς ὅμοιαι χρησιμώτεραι

400
τῶν ἰσχυρὰν δύναμιν ἐχόντων εἰσὶν, ὁποῖα τοῖς μεγάλοις τραύμασιν ἐπιτίθεμεν. ὑπὲρ ὧν ἁπάντων τῆς καθόλου δυνάμεως ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται, καθ’ ὃ τοὺς γενικοὺς καὶ κοινοὺς λόγους, οὓς καθόλου καλοῦσιν, ἐφ’ ἑκάστης διαφορᾶς ἕλκους, διῆλθον ἐπιδεικνὺς ὁποίας τινὰς εἶναι προσήκει τὰς δυνάμεις τῶν ἰασομένων αὐτὰ φαρμάκων, ἐνταυθοῖ δὲ τὰς κατὰ μέρος ὕλας διέρχομαι, συμμετρίας τε τῶν μιγνυμένων ὁρίζων, ἐπιδεικνύς τε τοὺς τρόπους ἐν οἷς σκευαζόμενα γενήσεται κάλλιστα. δι’ ὑδρελαίου μὲν οὖν ἡ λιθάργυρος, ὡς εἴρηται, σκευαζομένη τὴν μὲν ἔμπλαστρον εὐαφεστάτην τε ἅμα καὶ δυσαπόπτωτον ἐργάζεται, καὶ προσέτι λευκὴν ὀφθῆναι, δύναμιν ἔχουσαν ψυκτικὴν μετρίαν, ᾗ χρωμένη καὶ κωλύει τὶ τοῖς ἡλκωμένοις μορίοις ἐπιῤῥεῖν καὶ τὸ φθάσαν ἐπιῤῥυῆναι, πάλιν ἀποκρούεται πρὸς τοὺς πέριξ τόπους, ὡς γίνεσθαι τὸ πρᾶγμα τοιοῦτον, οἷον ὅταν ὕδατι ψυχρῷ διάβροχον ἐργασάμενοι σπόγγον ἐπιθῶμέν τινι μορίῳ τοῦ σώματος. ἐκεῖνός τε γὰρ ῥυσὸν καὶ προσεσταλμένον ἐργάζεται τὸν τόπον ὅλον, οὐ
401
μόνον ἀποκρουόμενος τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸς τοὺς πλησιάζοντας ἐκθλίβων. ἥ τε νῦν εἰρημένη κατὰ τὸν λόγον ἔμπλαστρος, οὐ κατὰ πρώτην δύναμιν, ἀλλὰ κατὰ συμβεβηκὸς ξηραίνειν ἂν λεχθείη. κυρίως μὲν γὰρ καὶ πρώτως τά τε διαφοροῦντα καὶ τὰ τὰς κράσεις ὑπαλλάττοντα πρὸς τὸ ξηρότερον ὀνομάζεται ξηραίνοντα. κατὰ συμβεβηκὸς δὲ καὶ τὰ διὰ ψύξιν, ἀναστέλλοντα μὲν τὸ ἐπιῤῥέον, ἐκθλίβοντα δὲ τὸ περιεχόμενον. ὅλως δὲ οὐδὲν τῶν ὑγραινόντων ἢ πρώτως ἢ κατὰ συμβεβηκὸς ὠφέλιμον ἕλκεσίν ἐστιν, ὡς ἐν τῷ τρίτῳ δέδεικται τῆς θεραπευτικῆς μεθόδου.

[Περὶ τῆς διὰ λιθαργύρου καὶ ὀξελαίου σκευαζομένης ἐμπλάστρου.] Περὶ μὲν οὖν τῆς δι’ ὑδρελαίου σκευαζομένης λιθαργύρου καὶ ταῦθ’ ἱκανά. μεταβῆναι δὲ ἤδη καιρὸς ἐπὶ τὴν δι’ ὀξελαίου συντιθεμένην. συμμέτρως μὲν οὖν ξηραντικὸν γίνεται τὸ φάρμακον, ἐὰν διπλάσιον ἑκάτερον ᾖ τῆς λιθαργύρου τό τε ἔλαιον καὶ τὸ ὄξος. ἐὰν δὲ καὶ παλαιὸν ᾖ τὸ ἔλαιον, ἔτι καὶ μᾶλλον ξηραίνει. 

402
πλέον δὲ ἢ διπλάσιον ἑκάτερον αὐτῶν ἐμβληθὲν ἰσχυρότερον ποιεῖ τὸ φάρμακον, ὥστε καὶ σύριγγας, ὅσαι μήπω τύλον ἔχουσι σκληρὸν, ἰᾶσθαι. βάλλεται δὲ λιθαργύρου μὲν ἓν μέρος, ἑκατέρου δ’ ἐκείνων δύο καὶ ἥμισυ. καὶ μέντοι καὶ τριπλάσιον ἐνίοτε μίξας ἑκατέρου, δι’ ὅλης μὲν ἡμέρας ἥψησα τὸ φάρμακον. ἐγένετο δὲ μέλαν μὲν, στίλβον δ’ ὁμοίως ἀσφάλτῳ τῇ καλῇ. ξηραντικωτάτην δ’ ἔχει δύναμιν τοῦτο, θεραπεύει τε ἕλκη δυσίατα καὶ σύριγγας οἵας εἶπον, ἐναίμων τε τραυμάτων κολλητικὸν ὑπάρχει. ἑνὶ δὲ λόγῳ ξηραντικὸν ἀδήκτως. διὰ τοῦτο οὖν καὶ τἄλλα πάντα ἕλκη θεραπεύει τά τε μείζω καὶ τὰ μικρότερα, μέχρι συνουλώσεως. ἄξιον δὲ καὶ ἄλλα τινὰ τῶν ἔργων αὐτοῦ διελθεῖν, ἃ τάχ’ ἂν οὐδὲ ἐλπίσειέ τις, ὅσον ἐπὶ τῷ τῆς ὕλης εὐκαταφρονήτῳ. κριθέντος γάρ τινος ἐν πυρετῷ διὰ παρωτίδος ἐκπυησάσης, ὑπελείφθη συρίγγιον, ὃ μετὰ μῆνας ἓξ τῆς ἀρχῆς ἐδείχθη μοι κατ’ ἀγρόν. ἦν γὰρ ὁ παῖς υἱὸς γεωργοῦ περὶ τὴν πέντε καὶ δέκα τὴν ἡλικίαν, τούτῳ δοὺς ἐπιτεθῆναι τῆς ἐμπλάστρου
403
ταύτης, ὅσον εἶχον ἑπόμενον, αὐτὸς μὲν ἐπανῆλθον εἰς τὴν πόλιν, ἐν ἀσχολίαις πλείοσιν ἰατρικαῖς γενόμενος ἐπελαθόμην τοῦ λαβόντος τὸ φάρμακον. ἀλλὰ μετὰ δύο γε μῆνας ἧκεν ὑγιὴς, οὐ πάνυ τι ἐλπίσαντος ἐμοῦ τοῦτο γενέσθαι. καθιέντων γὰρ ἡμῶν ὑείαν τρίχα διὰ τοῦ συριγγίου, μέχρι τῆς διαρθρώσεως ἐφαίνετο προερχομένη, κατὰ τύχην δὲ μετ’ ὀλίγας ἡμέρας ἄλλου μοι δειχθέντος παιδαρίου τὴν ἡλικίαν ἄγοντος τὴν αὐτὴν τῷ πρόσθεν, ὁμοίαν τε διάθεσιν ἔχοντος, ἐπέθηκα τῆς ἐμπλάστρου, καὶ συνέβη καὶ τούτῳ τελέως ὑγιασθῆναι. μετὰ ταῦτα δὲ οὐκ ὀλίγους ἐκ τῆς αὐτῆς διαθέσεως ἰασάμην τῷ φαρμάκῳ τούτῳ καὶ παῖδας καὶ γυναῖκας καὶ νεανίσκους. εἰ τοίνυν καὶ ὑμεῖς βούλεσθε χρῆσθαι πρὸς τὰ τοιαῦτα αὐτῷ, παλαιότατόν τε τὸ ἔλαιον ἐμβάλλετε καὶ ὄξος δριμύτατον ἐξ οἴνου δηλονότι μόνου γεγονὸς, οὐχ ὡς ἔνιοι σκευάζουσιν αὐτὸ μιγνύντες ὕδωρ. ἔστω δὲ καθαρὸν ὡς ἔνι μάλιστα καὶ διαφανὲς τὸ ὄξος. οὕτω γὰρ ἂν εἴη λεπτομερέστερόν τε καὶ βέλτιον εἰς
404
ἃ δεόμεθα. τούτῳ τῷ φαρμάκῳ καὶ μῦς ἐσκληρυσμένους πολλάκις ἰασάμην.

[Περὶ τῆς διὰ λιθαργύρου καὶ οἰνελαίου σκευαζομένης ἐμπλάστρου.] Ὑπόλοιπον οὖν μοι διελθεῖν περὶ τῆς δι’ οἰνελαίου σκευαζομένης λιθαργύρου, τὰ μὲν τῆς συμμετρίας ἐχούσης τὰ αὐτὰ τοῖς εἰρημένοις, ἀκολούθως τε τὰς τῆς δυνάμεως ὑπεροχὰς τῷ πλήθει τῶν ὑγρῶν. καὶ γὰρ ἴσα τὰ τρία βαλὼν ἐσκεύασα, καὶ διπλάσιον ἑκάτερον τῶν ὑγρῶν τῆς λιθαργύρου καὶ πρὸς τῷ διπλασίονι ἔτι τὸ ἥμισυ προσθεὶς καί ποτε καὶ τριπλάσιον. ἐσκεύασα δέ ποτ’ αὐτὸ καὶ οὕτως. ὥρᾳ θέρους ἐν ἡλίῳ θερμῷ καθ’ ἑκάστην ἡμέραν ἡ λιθάργυρος ἐτρίβετο μετ’ οἴνου Φαλερίνου καὶ τοῦτο ἡμέραις ἐγένετο ιε΄. προσεπιχέοντός μου πάλιν οἶνον, εἰ διαφορηθεὶς ἔτυχεν ὁ πρότερος. μετὰ δὲ τὰς εἰρημένας ἡμέρας ἑψηθὲν τὸ φάρμακον ἱκανῶς ἐγένετο ξηραντικόν. ἐχρησάμην δὲ αὐτῷ καὶ κατὰ τῶν ῥευματικῶν διαθέσεων ὁμοίως τῇ φοινικίνῃ διατήκων ἐλαίῳ, καθάπερ ἐπ’ ἐκείνης προείρηται. καὶ μηρὸν δὲ χρονίως ἐσκληρυσμένον ἰασάμην αὐτῷ καὶ κατὰ

405
τραυμάτων ἐναίμων ἐπέθηκα καὶ ἦν εἰς πάντα κάλλιστον. ἔστω τοιγαροῦν ἐπ’ αὐτοῦ, κᾂν μὴ Φαλερῖνον ἔχῃ τις ἕτοιμον, ἕτερος κιῤῥὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν ὡς διαυγεῖσθαι. τοιοῦτος δέ ἐστιν ὅ τ’ Ἀριούσιος ἐν τῇ Χίῳ γεωργούμενος, ὅ τ’ εὐώδης πάνυ Λέσβιος, ἐν Μιτυλήνῃ μὲν ὀλίγος, ἐν Ἐρεσσῷ δὲ καὶ Μηθύμνῃ πλείων τε καὶ βελτίων ἅμα γινόμενος, ὅ θ’ ὅμοιος τῷ Φαλερίνῳ Τμωλίτης. ἔστι δὲ καὶ οὗτος λεπτότατος καὶ διαυγὴς, κιῤῥὸς δὲ τὴν χρόαν καὶ μετρίως γλυκὺς εὐώδης τε πάνυ. τούτῳ παλαιωθέντι εἰς ἅπαντα χρῆσθαι δυνατόν ἐστιν, εἰς ἅπερ καὶ τῷ Φαλερίνῳ. καὶ ἕτερος δ’ ἐστὶ Τμωλίτης οἶνος, ὅμοιος αὐτῷ κατὰ τὴν χροιὰν καὶ τὴν σύστασιν, ἀλλ’ οὔτε γλυκὺς οὔτ’ εὐώδης. ἔχει δέ τινα στύψιν, ἀπολειπόμενος δὲ τοῦ γλυκέος πολύ. ταυτὶ μὲν οὖν ἑψομένης τῆς λιθαργύρου γίνεται φάρμακα.

[Περὶ χρήσεως ὠμῆς λιθαργύρου.] Χωρὶς δὲ ἑψήσεως καθ’ ἑαυτὴν μὲν, ὡς ἔφην, ἐπὶ παρατριμμάτων ἐστὶ χρήσιμος. εἰ δὲ προπαρασκευασθείη δι’ ὄξους ἢ οἴνου τριβεῖσα καὶ ξηρανθεῖσα, τῶν δι’ ὑγρότητα δυσεπουλώτων

406
ἑλκῶν ἴαμα γίνεται. καὶ εἴ γε βουληθείης ἄδηκτον αὐτὴν εἶναι, πλυτῇ χρήσῃ.

[Ὅπως δεῖ πλύνειν λιθάργυρον καὶ μεταλλικὰ λοιπά.] Ῥᾳδίως δὲ πλύνεται διὰ τὸ σύμφυτον βάρος ὑφισταμένη ταχέως τοῖς ὑγροῖς, ἐν οἷς λειοῦται. τελεώτατα μὲν οὖν ἄδηκτος γίγνεται δι’ ὕδατος πλυθεῖσα. τοῖς δὲ εὐαισθήτοις σώμασι βραχεῖαν αἴσθησιν φέρει δήξεως, ὅταν δι’ ὄξους ἢ οἴνου πλυθῇ, χρὴ δὲ ἱκανῶς αὐτὴν προσλειώσαντα δι’ ὅλης ἡμέρας μετὰ τοῦ ὑγροῦ ἐᾶσαι καταστῆναι τῆς νυκτὸς, εἶτα κατὰ τὴν ὑστεραίαν ἕωθεν ἀποχέοντα τὸ ὑγρὸν αὖθις ἐπιχεῖν ἕτερον, εἶτ’ αὖθις ὁμοίως τρίβειν, ἀποχεῖν τε πάλιν ἐπὶ τῆς ὑστεραίας, καὶ τοῦτο ποιεῖν, ἄχρις ἂν ἅμα τῷ ὑγρῷ φαίνηταί τις οἷον ἄχνη τῆς λιθαργύρου. μηκέτι δ’ ἐφισταμένου μηδενὸς, οὐδ’ ἀποχεῖν ἔτι προσήκει, τρίβειν μέντοι πλείοσιν ἡμέραις, κᾂν μηδὲν ἐφίστηται, βέλτιόν ἐστι. καὶ τοῦτο πρᾶττε ἐν ἡλίῳ θερμῷ· ξηραντικώτερον γὰρ οὕτως τὸ φάρμακον γίγνεται. εὔδηλον δὲ ὅτι θέρους ὥρᾳ τοῦτο πράττειν ἄμεινον οὐκ ἐπὶ λιθαργύρου μόνον, ἀλλὰ καὶ τῶν 

407
ἄλλων, ὅσα τὸν τρόπον τοῦτον παρασκευάζεται. καὶ γὰρ ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλκὸς, ἔτι τε πρὸς τούτοις τὸ διφρυγὲς ὀνομαζόμενον καὶ τὸ ψιμύθιον καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι καὶ πάντες οἱ λίθοι καὶ πρὸς αὐτοῖς ὁ τίτανος ὁμοίως τῷ λιθαργύρῳ καὶ πλύνεται καὶ λειοῦται μετά τινος τῶν εἰρημένων. ἐνίοτε δὲ καὶ διὰ θαλάττης αὐτῶν ποιοῦμαι τὴν παρασκευὴν περὶ ὧν αὖθις εἰρήσεται προϊόντος τοῦ λόγου. νυνὶ γὰρ πρόκειταί μοι τὰς ἐμπλάστρους διελθεῖν, ἃς οἱ νεώτεροι τῶν ἰατρῶν μετὰ τοῦ ρω. γράφουσί τε καὶ λέγουσιν ἐπὶ τῆς ὑστάτης συλλαβῆς. ὥσπερ ἐπὶ τοῦ κεντρίου καὶ τῆς μηλωτρίδος εἰώθασι ποιεῖν ἅπαντες. καὶ γὰρ ἐπὶ τούτων ἡ μὲν πρώτη θέσις τῶν ὀνομάτων ἔοικεν ἄνευ τοῦ ρω γεγονέναι, παρὰ μὲν τὸ κεντεῖν ὠνομασμένου τοῦ κεντρίου τῆς ἐσχάτης συλλαβῆς οὐκ ἐχούσης τὸ ρω, τῆς μηλωτρίδος δὲ συγκειμένης ἐκ μήλης τε καὶ ὠτός. νυνὶ μέντοι σχεδὸν ἁπάντων αὐτὰ μετὰ τοῦ ρω λεγόντων οὐκ ἂν ἁμάρτοι τις ὁμοίως αὐτοῖς φθεγγόμενος καὶ μάλιστα τὸ κέντριον. ἐπιδέδεικται
408
γάρ μοι κατὰ τὰ πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι καὶ αὐτοὺς Ἀττικοὺς ἄνδρας ἠκολουθηκέναι τῇ κρατούσῃ συνηθείᾳ. δέδεικται γὰρ καὶ ἄλλοις πρὸ ἐμοῦ τῆς Ἀτθίδος αὐτῆς διαλέκτου μετάπτωσις γεγονέναι πολυειδὴς, ἕπεσθαί τε τῷ καθ’ ἑαυτοὺς ἔθει πάντας, ὧν δόξα μεγίστη παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ λόγων δεινότητι. καὶ ἡμεῖς οὖν, ἐπειδὴ πάσας εὑρίσκομεν ἤδη τὰς φαρμακίτιδας βίβλους μετὰ τοῦ ρω γεγραμμένον ἐχούσας τοὔνομα τὸ τῆς ἐμπλάστρου, καὶ αὐτοὶ τῇ κρατούσῃ συνηθείᾳ χρησόμεθα.