De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Λευκὴ Ἥρα πρὸς τοὺς ὑδροφόβους.] Πάλιν οὖν ἐπὶ τὸν Ἥραν ἀφικόμεθα, γράφοντα μετὰ τὴν Ἀτταλικὴν ἔμπλαστρον ἑτέραν λευκὴν, αὐτοῖς ὀνόμασι τοῖσδε· λευκὴ πρὸς τοὺς λυσσοδήκτους. ποιεῖ δ’ ἀκριβῶς καὶ πρὸς τοὺς ὑδροφόβους. ῥύεται γὰρ εὐθὺς τοῦ κινδύνου ἐπιτεθεῖσα τῷ τραύματι. τοῖς μέντοι κεκρατημένοις ἄγαν καὶ καταπότιον ὅσον καρύου Ποντικοῦ ἐξ αὐτῆς ποιήσαντα διδόναι καὶ 

432
τοῦτο ποιεῖν ἐφ’ ἡμέρας μ΄. μεταβάλλει μέντοι τὴν χρόαν ἐπὶ τῶν σπληνῶν καὶ γίνεται μέλαινα. ποιεῖ δὲ καὶ πρὸς ἀνθρωπόδηκτα, κυνόδηκτα, ἀποσύρματα, δυσκατούλωτα, αἴρει καὶ ὑπώπια κεράτιον α΄ καὶ τραύματα κολλᾷ. ποιεῖ καὶ πρὸς φύματα καὶ ῥαγάδας. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. δεῖ μέντοι παρὰ μίαν ἡμέραν λύειν καὶ ἀποσπογγίζειν τὴν ἐπιγινομένην τοῖς ἕλκεσι μελανίαν. καὶ τοῦτο ποιεῖν, ἕως ἂν μηκέτι φαίνηται ἡ μελανία. ἡ αὐτὴ καὶ κατουλωτική ἐστι καὶ πρὸς πάντα ἀγαθή. ταῦτα προειπὼν Ἥρας ἐφεξῆς ἔγραψε τὴν συμμετρίαν τῆς ἐμπλάστρου κατὰ τήνδε τὴν λέξιν. λευκή. ♃ κηροῦ λευκοῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου χρυσίτιδος λίτραν α΄. ψιμυθίου λίτραν α΄. σμύρνης οὐγγίας β΄. μυελοῦ ἐλαφείου οὐγγίας β΄. λιβάνου ἀτόμου οὐγγίαν α΄. ἐλαίου παλαιοῦ ξε. α΄. συμμετρία μὲν ἥδε τῶν συντιθέντων τὴν ἔμπλαστρον. ἐφεξῆς δὲ τὴν ἕψησιν οὕτως ἔγραψε. λιθάργυρον ἐλαίῳ ἕψε, ὅταν δὲ δοκῇ γλοιοῦσθαι κατὰ τὴν σύστασιν κηρὸν, εἶτα τὸ ψιμύθιον ἔμπασσε καὶ κίνει. ὅταν δ’ ἑνωθῇ καὶ ἀμόλυντος γένηται, ἀφελὼν τὴν
433
ἀνθρακιὰν, τὸν μυελὸν ἀποδίδου. ψύξας δὲ ἀποδίδου τὴν σμύρναν καὶ τὸν λιβανωτὸν καὶ μαλάξας χρῶ. καὶ κατὰ τοῦτο οὖν ἐπαινεῖν χρὴ τὸν Ἥραν, οὐκ ἐφ’ ἡμῖν ἀπολιπόντα τὴν ἔμπλαστρον ἕψειν ὅπως ἂν βουληθῶμεν, ἀλλ’ αὐτὸν προσγράψαντα. πρόχειρον γὰρ ἦν ἅμα τῇ λιθαργύρῳ τὸ ψιμύθιον εὐθέως ἀπ’ ἀρχῆς ἕψειν, ὡς ἐπὶ τῶν ἄλλων λευκῶν, ἡμεῖς τε τοῦτο ὡς ἐπίπαν εἰώθαμεν ποιεῖν, ἀλλ’ αὐτός τε ἐκεῖνος ἐπ’ ἄλλων ἔγραψεν. ἀλλ’ ἐπί γε ταύτης ὕστερον ἐμβάλλειν αὐτὸ κελεύει μὴ προσγράψας μὲν τὴν αἰτίαν δι’ ἣν τοῦτο ποιεῖν ἄμεινον, ἐνδεικνύμενός γε μὴν ὡς οὐχ εἷς τρόπος ἑψήσεως ἐπὶ πάντων ἐστὶν ὁμοίως χρήσιμος, ἀλλ’ ἐπ’ ἐνίων καὶ δύο καὶ τρεῖς ποιήσασθαι δυνατόν ἐστιν, οὐ μόνον ὑπαλλάττοντας τὴν χροιὰν, ἀλλὰ καὶ τὴν δύναμιν τῶν φαρμάκων. ὥσπερ ἐπὶ τῆσδε τῆς νῦν προκειμένης οὐκ ἐβουλήθη τὸ ψιμύθιον ἑψηθῆναι μετὰ τῆς λιθαργύρου, γινώσκων αὐτὸ καὶ τὴν ἀκριβῆ λευκότητα μὴ φυλάττον ἐν τῷ καθέψεσθαι καὶ τὴν στύψιν ἣν ἔχει μετὰ τῆς ψύξεως ἀποτιθέμενον. ἴσως οὖν τις ζητήσει καὶ τί διαφορητικὸν εἶναι
434
βουλόμενος τὸ φάρμακον ὁ συνθεὶς πρῶτον, ὅστις ποτ’ ἦν, ὅμως ἐπειράθη διαφυλάξαι τὸ ψιμύθιον ὠμὸν ἐν αὐτῷ; δοκεῖ δέ μοι τούτου χάριν ἐπὶ τὴν τοιαύτην ἐλθεῖν σκευασίαν, ἵν’ ἔχῃ τι καὶ τῆς ἀποκρουστικῆς δυνάμεως τὸ φάρμακον. τὰ γὰρ οὐδεμίαν ἔχοντα τοιαύτην οὐκ ἀσφαλῆ τοῖς πληθωρικοῖς σώμασιν. ὅπως οὖν ἁρμόττῃ καὶ τούτοις, εἰκὸς μεμίχθαι τὸ ψιμύθιον ὠμόν. εὔδηλον δ’ ὅτι μεγάλας ἐπαγγελίας τὸ προκείμενον ἐπαγγέλλεται φάρμακον, ἐκ τοῦ προσειληφέναι τήν τε σμύρναν καὶ τὸν ἐλάφειον μυελὸν, ὡς τά τε ἄλλα ταῖς κοιναῖς ταύταις ἐμπλάστροις ἔχει τὰ αὐτά. μεμαθήκαμεν δὲ τὴν μὲν σμύρναν ἰσχυρῶς ξηραῖνον εἶναι φάρμακον, ἱκανῶς τε λεπτομερὲς, τὸν δὲ μυελὸν οὐδενὸς ἥττονα τῶν μαλακτικῶν ὀνομαζομένων. εἴρηται δὲ περὶ τῆς δυνάμεως ταύτης, ὥσπερ καὶ τῶν ἄλλων ἁπασῶν τῶν δευτέρων, ἐν τῷ ε΄. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας. ἔοικέ γε μὴν οὐ τούτοις μόνοις ὁ συνθεὶς τὸ φάρμακον, ἀλλὰ καὶ τῷ λευκῷ κηρῷ τῷ Ποντικῷ θαῤῥῆσαι, φαρμακώδη δύναμιν ἔχοντι καὶ διὰ τοῦτο πλεῖστον αὐτὸν
435
ἐμβάλλειν. ξέστου δὲ νομίζω μεμνῆσθαι τὸν Ἥραν τοῦ Ῥωμαϊκοῦ. παρὰ μὲν γὰρ τοῖς Ἀθηναίοις οὔτε τὸ μέτρον ἦν οὔτε τοὔνομα τοῦτο. νυνὶ δὲ ἀφ’ οὗ Ῥωμαῖοι κρατοῦσι, τὸ μὲν ὄνομα τοῦ ξέστου παρὰ πᾶσίν ἐστι τοῖς Ἑλληνικῇ διαλέκτῳ χρωμένοις ἔθνεσιν, αὐτὸ δὲ τὸ μέτρον οὐκ ἴσον τῷ Ῥωμαϊκῷ. χρῶνται γὰρ ἄλλος ἄλλῳ ξεστιαίῳ μέτρῳ. παρὰ γοῦν τοῖς Ῥωμαϊκοῖς ὁ ξέστης ἔχει μίαν λίτραν καὶ ἡμίσειαν καὶ ἕκτον, ὡς εἶναι τὰς πάσας οὐγγίας κ΄. ἃς ὡς τὸ πολὺ τοῖς κέρασι μετροῦσιν, ἐπιτετμημένοις ἔξωθεν γραμμαῖς τισι κυκλοτερέσιν. ἔνιοι δὲ ψευδῶς ὑπειλήφασι τὸν Ῥωμαϊκὸν ξέστην ὀκτωκαίδεκα μετρικὰς ἔχειν οὐγγίας. ἔοικεν οὖν καὶ ὁ Ἥρας ὅταν κοτύλην γράφῃ, τὸ μὲν ἥμισυ τοῦ ξέστου σημαίνειν. ἤτοι δὲ τὰς θ΄. δηλοῦσιν οὐγγίας ἐκ τοῦ λιτραίου κέρατος ἢ τὰς δέκα, τοῦτο γὰρ ἄδηλον. εἰ δὲ καὶ πρὸς λυσσοδήκτους ἐπιτήδειόν ἐστι φάρμακον, εἴτ’ οὖν καταπινόμενον εἴτ’ ἔξωθεν ἐπιτιθέμενον, ἐκ λόγου μὲν οὐχ οἷόν τε γνῶναι. δέδεικται γὰρ ἡμῖν ὅλῃ τῇ τῆς οὐσίας ἰδιότητι τὰ τοιαῦτα φάρμακα τὴν ἐνέργειαν ἔχοντα καὶ διὰ
436
τοῦτο τῇ πείρᾳ κρινόμενα. πειραθῆναι δὲ οὐδέποτε ἐτόλμησα τοῦ φαρμάκου τοῦδε, τίνα δύναμιν ἐν τοῖς λυσσοδήκτοις ἐπιδείκνυται, διὰ τὸ βεβαίως θεραπεῦον ἔχειν φάρμακον τὸ διὰ τῶν καρκίνων, ὅταν δὲ τοῦτο μὴ παρῇ, καὶ ἄλλα τινὰ μηδέποτε ἀποτυχόντα. τὸ τοίνυν ἐν οὕτως ἐπικινδύνῳ πάθει καταλιπόντα τὰ βέβαια, πολυπράγμονος ἕνεκα πείρας προδοῦναι τὴν σωτηρίαν τοῦ δεδηγμένου, δεινὸν καὶ ἄδικον ἐφαίνετό μοι. περὶ μὲν δὴ τῶν λυσσοδήκτων ἀρκεῖ καὶ ταῦτα εἰρῆσθαι. τὰ δ’ ἄλλα τὰ περὶ τῆσδε τῆς ἐμπλάστρου γεγραμμένα τῷ Ἥρᾳ, καθάπερ ἐπὶ τῆς Ἀτταλικῆς, ἔνια μὲν ἀληθεύεσθαί φημι, τινὰ δὲ ἐπὶ τὸ μεῖζον ἐξαίρεσθαι. κάλλιστον μὲν γάρ ἐστι φάρμακον, ὡς ἐν ἐμπλάστροις, τῶν ὀνομαζομένων ὑπωπίων, ἐναίμων δὲ τραυμάτων κολλητικὸν, οὐκ ἐν τοῖς πρώτοις καὶ ἀρίστοις. ὅλως δὲ περὶ τοῦ γένους τούτου τῶν ἐμπλάστρων εὑρίσκω παμπόλλους τῶν ἰατρῶν οὐ μόνον τῶν νῦν, ἀλλὰ καὶ τῶν γεγραφότων συγγράμματα, μείζονας τῶν ἀληθῶν ἐπαίνους πεποιημένους, ὑπὲρ ὧν ἐν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται. νῦν δὲ ἐπὶ τὴν προκειμένην 
437
ἐλθόντες, αὖθις ἐπισκεψόμεθα περὶ τῶν εἰρημένων τῷ Ἥρᾳ. φησὶ γὰρ αὐτὴν ἰᾶσθαι φύματα, μηδένα προσθεὶς διορισμὸν ὧν ἐγὼ περὶ τῆς φοινικίνης ἔγραψα. τινὰ μὲν γὰρ πάνυ θερμὰ τῶν φυμάτων ἐστὶ καὶ σφοδρῶς ἐξορμῶντα, τινὰ δὲ καὶ ψυχρὰ καὶ ξηρά. πάμπολλα δ’ ἄλλα μεταξὺ τούτων, ἔνια μὲν ἀκριβῶς μέσα τῶν εἰρημένων, ἔνια δὲ ὀλίγον ἀφιστάμενα τῆς μεσότητος ἑκατέρωσε καί τινα πλέον ὡσαύτως ἐφ’ ἑκάτερα, καί τινα τῶν ἄκρων ἐγγὺς ἢ μεταξύ πως ἐξ ἴσου τῶν τε μέσων καὶ τῶν ἄκρων, ἐφ’ ὧν ἁπάντων ἀδύνατόν ἐστι τὴν ἔμπλαστρον ταύτην ἐφαρμόττειν, εἰ μὴ ἄρα βούλοιτο τήκειν αὐτὴν ὑγροῖς τισιν, ὡς γίγνεσθαι τρόπους πολλοὺς τῆς χρήσεως, οὓς ἐχρῆν αὐτὸν εἰρηκέναι, καθάπερ ἐπ’ ἄλλων ἐποίησε. διὸ καὶ δίκαιον εἶναί φημι τοῦτον μὲν ἐπαινεῖν ἐφ’ οἷς οὕτως ἔγραψε, μέμφεσθαι δὲ Ἀνδρομάχῳ. περὶ δὲ τοῦ τὴν ἔμπλαστρον ταύτην ἐπ’ ἀνθρωποδήκτων καὶ κυνοδήκτων ἁρμόττειν, τοὺς αὐτοὺς νόμιζε παρ’ ἐμοῦ λόγους ἀκούειν, οὓς καὶ περὶ τῆς Ἀτταλικης εἶπον, ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα μαρτυρεῖ τῷ
438
φαρμάκῳ, καθάπερ ἐπ’ ἐκείνης οὕτω κᾀπὶ ταύτης λέγων καλὸν εἶναι τὸ φάρμακον, ἀλλὰ πολὺ λείπεσθαι τῶν εἰς ἕκαστον ἐκείνων ἄριστα ποιούντων, ὡς χρήσασθαί τινα αὐτῷ θαῤῥούντως μηδενὸς τῶν ἀρίστων παρόντος. οὐ σμικρὸν δὲ οὐδὲ τοῦτ’ ἔστιν ἐν τοῖς φαρμάκοις, ὥσπερ κᾀν τοῖς διαιτήμασι καὶ πᾶσι τοῖς κατὰ τὴν τέχνην, οὗ κατεφρόνουν μὲν ἐγὼ τὸ πρῶτον, ὡς μηδ’ ἄξιον Ἱπποκράτει εἶναι νομίζειν παραινοῦντι ἡμῖν οὕτω πάντα τὰ κατὰ τέχνην πράττειν, ὡς ὠφελεῖν ἢ μὴ βλάπτειν. ὕστερον δ’ ἔγνων αὐτὸ μεγίστην δύναμιν ἔχον, ὡς ἑώρων ἐνίους τῶν ἰατρῶν, οἷς κατώρθωσαν ἔμπροσθεν φαρμάκοις, ὡς θαυμασθῆναι, τούτοις ὕστερον ἐπ’ ἄλλων ἀποτυχόντας, ὡς καταγελασθῆναι. καὶ διὰ τοῦτ’ ἐπειράθην ἀεὶ τοιούτοις χρῆσθαι βοηθήμασιν, ἐφ’ οἷς ἡ μὲν τῆς ὠφελείας ἐλπὶς ἐνίοτε ἀμφιβολίαν ἔχει, τὸ δὲ μηδεμίαν ἀπαντῆσαι βλάβην ἀκριβῆ γνῶσιν. ἅπερ οὖν ἐπῄνεσε τῆς Ἀτταλικῆς ἐμπλάστρου καὶ ταύτης ὁ Ἥρας, ἔστι μὲν, ὡς ἔφην, οὐ μεγάλα. οὐ παρόντων δὲ τῶν μεγάλως αὐτὰ
439
δρώντων, οὐκ ἄν τις τούτοις χρώμενος ἐργάσεται βλάβην σαφῆ, κᾂν μηδὲν ὠφελήσῃ. χρῆσθαι μέντοι τις τῷ φαρμάκῳ τούτῳ βουλόμενος ἐπὶ φυμάτων, ἐξ ὧν εἶπον ἐπὶ τῆς φοινικίνης, αὐτὸς ἐξευρήσει τήκων ἄλλοτε ἄλλως αὐτήν. εἰρήσεται δὲ ἐπὶ πλέον ἐν τοῖς ἑξῆς καὶ τῶν φυμάτων ἐπιμέλεια πᾶσα, δι’ ἧς ἐλπίζω τὴν μέθοδον ὑμᾶς ἕξειν ἀκριβῆ τε καὶ τελείαν τῶν δυναμένων φαρμάκων ὠφελεῖν φύματα. καλείσθω δὲ ὑμῖν ἡ ἔμπλαστρος αὕτη λευκὴ πρὸς λυσσοδήκτους, ὥσπερ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλική. γράφει δ’ ἐφεξῆς τῇδε καὶ ἄλλην ἔμπλαστρον ὁ Ἥρας κατὰ τήνδε τὴν λέξιν. λευκὴ ἡ Ἀριοβαρζάνειος, ᾗ Ξενοκράτης τὸ περὶ τὸν ταρσὸν ἀπόστημα διεφόρησεν ἤδη μεταβεβληκός. εἶτα τήν τε συμμετρίαν τῶν ἐμβαλλομένων εἰς αὐτὴν εἰπὼν καὶ μετὰ ταῦτα τὴν ἕψησιν, ἐπὶ τέλει προσέγραψε κατὰ λέξιν οὕτως. ποιεῖ μάλιστα πρὸς τὰ κακοήθη καὶ νεμόμενα καὶ δυσαλθῆ, καθόλου τε πρὸς. πᾶν ἕλκος. αὐτὴν δὲ τὴν συμμετρίαν τῶν συντιθέντων τὸ φάρμακον οὐκ οἶδ’ ὅπως ἐκ τρίτου μέρους ἔγραψε, τῆς ὁλοκλήρως ὑπ’ ἄλλων γεγραμμένης
440
κατὰ τόνδε τὸν τρόπον. (X) λιθαργύρου δραχ. σ΄. κηροῦ δραχ. ν΄. παλαιοῦ ἐλαίου κο. γ΄. ψιμυθίου δραχ. π΄. τερμινθίνης δραχ. λβ΄. κηρύκων κεκαυμένων δραχ. ι΄. λιβανωτοῦ δραχ. ιθ΄. ὕδατος κυ. ιβ΄. ταῦτα πάντα τὰ νῦν ὑπ’ ἐμοῦ λελεγμένα φάρμακα κατὰ τὸ τρίτον μέρος ἔγραψεν ὁ Ἥρας. ♃ λιθαργύρου δραχ. ξστ΄. ὀβολοὺς δ΄. κηροῦ δραχ. ιστ΄. ὀβολοὺς δ΄. ἐλαίου δὲ παλαιοῦ κοτύλην α΄. καὶ ψιμυθίου μὲν δραχ. κστ΄. καὶ τετρώβολον· τῆς δὲ τερμινθίνης ῥητίνης δραχ. ι΄. καὶ τετρώβολον, κηρύκων κεκαυμένων δραχ. γ΄. καὶ διώβολον καὶ λιβανωτοῦ δραχ. στ΄. καὶ διώβολον, ὕδατος κυάθους δ΄. εἶτ’ ἐφεξῆς τὴν ἕψησιν οὑτωσὶ γράφει. τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον σὺν τῷ ὕδατι καὶ τῷ ἐλαίῳ τρῖβε, εἶτα ἕψε ἐν καινῇ χύτρᾳ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σιδηρᾷ σπάθῃ ἐπιμελῶς, ἵνα μὴ καυθήσῃ. ὅταν δὲ ἡμίεφθος ᾖ, ἐπέμβαλλε κηρὸν, τακέντος δὲ ῥητίνην καὶ λιβανωτὸν, καὶ ἕψε ἕως ἀμόλυντον γένηται ποσῶς, εἶθ’ ὅταν δοκῇ ἐγγὺς εἶναι τοῦ καλῶς ἔχειν, ἐπεμβαλὼν τοὺς κήρυκας, συνέψησον τὸν λοιπὸν χρόνον. ὅταν δὲ τελέως συστραφῇ, κατέρασον εἶς θυείαν, ὕδατος ὀλίγου
441
προϋποκειμένου καὶ μαλάξας χρῶ. τοῦτο τὸ φάρμακον εἰς τὸ διαφορεῖν ἀδήκτως παρεσκεύασται, τό τε ψιμύθιον ὀλίγον ἔχον, ὡς πρὸς τὴν ἀναλογίαν τῆς λιθαργύρου καὶ μετὰ ταύτης ἀπ’ ἀρχῆς ἑψόμενον ἰσχυρῶς τε ξηραῖνον φάρμακον διὰ τοὺς κεκαυμένους κήρυκας. ἡ δ’ αὕτη πώς ἐστι δύναμις καὶ ταῖς πορφύραις καὶ τοῖς ὀστρέοις κεκαυμένοις. εὔδηλον δ’ ὅτι χωρὶς τῶν σαρκῶν καίεται τὰ τῶν ζώων τούτων ὄστρακα. καὶ Ἥρας μὲν ἓν ἔγραψε βιβλίον τῶν δυνάμεων. Ἀσκληπιάδης δὲ ὁ ἐπικληθεὶς φαρμακίων δέκα χωρὶς τῶν θηριακῶν καὶ γυναικείων προσθεὶς καὶ αὐτὸς ἑκάστου φαρμάκου τὴν ἐπαγγελίαν, ἐπὶ πολλῶν δὲ καὶ τὴν ἕψησιν, ἐπ’ ἐνίων δὲ καὶ τὸν τρόπον τῆς χρήσεως. ὁ δὲ Ἀνδρόμαχος πολλὰς ἤθροισε δυνάμεις καὶ σχεδὸν οὐκ ἐλάττους τῶν ἐν τοῖς δέκα τοῦ φαρμακίωνος Ἀσκληπιάδου. τρισὶ δ’ αὐτὰς περιέλαβε βίβλοις· ἑνὶ μὲν ἐν ᾧ τὰ ἔξωθεν ἐπιτιθέμενα φάρμακα γράφει, δευτέρῳ δὲ ἐν ᾧ τὰ εἴσω τοῦ σώματος λαμβανόμενα, καὶ τρίτῳ τῷ κατὰ τοὺς ὀφθαλμούς. μέμψαιτο δ’ ἄν τις, ὡς ἔφην, αὐτῷ μήτε τὰς σκευασίας προσγράφοντι 
442
μήτε τοὺς τρόπους τῶν χρήσεων μήτε τὰς δυνάμεις μήτε τὰς ἐπαγγελίας.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι λευκαί.] Ἐπὶ τὸν Ἀσκληπιάδην οὖν ἤδη μεταβὰς παραθήσομαι τὰς ὑπ’ αὐτοῦ γραφείσας ἐμπλάστρους λευκὰς ἐπὶ τῷ τέλει τοῦ τρίτου βιβλίου τῶν ἐκτός. ἐπιγράφει δ’ αὐτὸς αὐτὰ πρώτην Μαρκέλλαν καὶ δευτέραν καὶ τρίτην καὶ τετάρτην καὶ πέμπτην, ὥσπερ τὰ ἄλλα τῶν ἐντὸς πέντε, πρῶτον Μάσωνα καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καὶ πέμπτον. ἐν δὲ τῇ τρίτῃ Μαρκέλλῃ κατὰ τὸ τέλος ἔγραψε λευκὰς ἐμπλάστρους, μίαν μὲν ἧς τὴν ἐπαγγελίαν φησὶν εἶναι πρὸ τὰ πυρίκαυτα καὶ ἀποσύρματα καὶ χρῶτας ἁπαλοὺς, ἣν ἄκεσιν ὀνομάζεσθαί φησιν. ἕψειν δὲ ὁμοῦ τὰ τέτταρά φησι, λιθάργυρον, ψιμύθιον, ἔλαιον, ὕδωρ, ἴσα πάντα καὶ δῆλον ὅτι ψαθυρὸν καὶ ἀλιπὲς γίνεται τὸ φάρμακον τοῦτο, ὡς μηδὲ προσμεῖναι τῷ χρωτὶ δύνασθαι χωρὶς ἐπιδέσεως. εἰ μὴ γὰρ, ὡς προέφην ἔμπροσθεν, ἐπὶ πλέον ἑψηθείη τὰ μεταλλικὰ, τοιαύτην ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν ἔμπλαστρον.

443
ἐπὶ πλέον δ’ ἕψεται, πλέονα μοῖραν ἐν τῇ μίξει τῶν ὑγρῶν ἔχοντα. ἑτέραν δ’ ἐφεξῆς τῇδε λευκὴν ἔμπλαστρον ἔγραψεν ὁ Ἀσκληπιάδης, τὴν αὐτὴν μὲν ἐπαγγελίαν ἔχουσαν, οὐ τὴν αὐτὴν δὲ σύνθεσιν. οὔτε γὰρ ἴσον ἐμβάλλει σταθμὸν τῶν μεταλλικῶν, ἀλλὰ τὸ ψιμύθιον ἡμιώλιον τοῦ λιθαργύρου καὶ προσεμβάλλει στέατος μοσχείου, τὴν ὅλην συμμετρίαν ποιήσας τήνδε. ♃ ψιμυθίου δραχ. ρκ΄. λιθαργύρου δραχ. π΄. στέατος μοσχείου δραχ. λ΄. κηροῦ δραχ. κε΄. ἐλαίου κοτύλας β΄. τοῦτο τὸ φάρμακον ὀλίγον ἔχει ἔλαιον, ὡς πρὸς τὴν τῶν μεταλλικῶν ἀναλογίαν, ἐάν τις ὑπόθηται τὴν κοτύλην ἔχειν οὐγγίας θ΄. Ῥωμαϊκὰς τὰς καταγεγραμμένας ἐν τοῖς συνήθεσι κέρασι λιτραίοις. ἐπεὶ δὲ πεπλεόνασται τὸ ψιμύθιον ἐν αὐτῷ καὶ διὰ τοῦτο στυπτικώτερον ἐγίνετο τοῦ προγεγραμμένου, τὸ στέαρ ἔμιξεν ὁ συνθεὶς αὐτό. γινώσκων δὲ τὸ τῶν βοῶν στέαρ θερμότερόν τε καὶ διαφορητικώτερον ὑπάρχειν τοῦ τῶν ὑῶν, ἐφυλάξατο τελείου βοὸς ἐμβάλλειν στέαρ. ἐν ἅπαντι γάρ τοι γένει ζώου τὰ νέα τῶν τελείων ὑγρότερόν τε καὶ ἧττον θερμὸν ἔχει τὸ στέαρ. εἴη ἂν οὖν καὶ ἥδε ἡ σύνθεσις περιεργοτέρα
444
μὲν τῆς ἁπλῆς λευκῆς ἐμπλάστρου τῆς προγεγραμμένης ὑπ’ αὐτοῦ, πλέον οὐδὲν εἰς ὠφέλειαν ἔχουσα. τρίτην δὲ ἄλλην λευκὴν ἔγραψεν ἐπουλωτικὴν, ἐκ ψιμυθίου μὲν ἴσου τῇ λιθαργύρῳ, κηροῦ δὲ τετάρτου μέρους, ἢ κατὰ ταῦτα καὶ τῆς τερμινθίνης αὖ πάλιν ἐξ ἡμίσεος μέρους τοῦ κηροῦ. τὸ δ’ ἔλαιον ὀλίγου δεῖν ἴσον ἐμβέβληται τοῖς μεταλλικοῖς ἀμφοτέροις ὁμοῦ καὶ τούτῳ πάλιν αὐτῷ τὸ ὕδωρ ἴσον. ἐβουλήθη γὰρ ὁ συνθεὶς τὸ φάρμακον τοῦ μὲν ψιμυθίου καὶ τῆς λιθαργύρου βάλλεσθαι δραχ. ρ΄. ἑκατέρου, τοῦ κηροῦ δὲ δραχ. κε΄. καὶ τῆς τερμινθίνης ιβ΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος ἀνὰ δύο κοτύλας. τῆς οὖν Ἀτταλικῆς ἀναμνησθέντες ἐμπλάστρου, τὰ μεταλλικὰ μὲν ὡσαύτως ἐχούσης τῇδε, καθάπερ καὶ τὸ ἔλαιον ἅμα τῷ ὕδατι. τὸν δὲ κηρὸν διπλάσιον τοῦ κατὰ τήνδε καὶ τὴν τερμινθίνην ὡσαύτως· εἴσεσθε σαφῶς ἥντινα διαφορὰν ἔχει πρὸς ἄλληλα τὰ φάρμακα. προσέκειτο γὰρ ἐκείνοις καὶ λιβανωτὸς καὶ στυπτηρία καὶ πέπερι. καὶ μέντοι καὶ μέμνηται τῆς Ἀτταλικῆς ἐκείνης ἐμπλάστρου καὶ ὁ Ἀσκληπιάδης, οὐκ ὀνομάζων αὐτὴν Ἀτταλικὴν, ἀλλ’ οὐδὲ τὸ πέπερι βάλλων. τὰ δ’ ἄλλα πάνθ’
445
ὡσαύτως ἔγραψε κατὰ λέξιν οὕτως. λευκὴ Μνασαίου λεγομένη, ποιεῖ καὶ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ. ♃ λιθαργύρου, ψιμυθίου ἀνὰ δραχ. ρ΄. κηροῦ δραχ. η΄. τερμινθίνης, λιβάνου ἀνὰ δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. ἐλαίου κοτύλας β΄. μὴ νομίσητε δὲ διαφέρειν, ἐὰν εὕρητέ που δραχ. ρ΄. ἀντὶ μιᾶς λίτρας γεγραμμένας, ἀλλ’ ἐκεῖνο σκοπεῖτε, πότερον ὁ γράψας τὰς δραχ. ρ΄. τὸ ἥμισυ τοῦ κηροῦ μίγνυσιν αὐταῖς, εἴτ’ ἐκείνου τὸ ἥμισυ τῆς τερμινθίνης, ὡς εἶναι τοῦ μὲν κηροῦ ν΄. τῆς δὲ θερμινθίνης δραχ. κε΄. ἤ τινα ἑτέραν ποιεῖται συμμετρίαν. εἰ μὲν γὰρ τὴν εἰρημένην, οὐδὲν διοίσει τοῦ λέγοντος λίτραν καὶ ἡμίλιτρον καὶ τρεῖς οὐγγίας. ἡ μὲν γὰρ λίτρα δραχ. στ΄. ἔχει πρὸς ταῖς ἐνενήκοντα, τὸ δὲ ἡμίλιτρον ὀκτὼ καὶ μ΄. δηλονότι, καθάπερ καὶ τούτου πάλιν τὸ ἥμισυ, τέτταρας καὶ κ΄. ὥσθ’ ἡ αὐτὴ ἀναλογία σώζεται, μηδὲν μέγα διαφέροντος εἴτε ταῖς δραχ. ρ΄. τῶν μεταλλικῶν εἴτε ταῖς ἐνενήκοντα ἓξ αἱ δύο κοτύλαι τοῦ ἐλαίου μιγνύοιντο. κατὰ τοῦτο μὲν οὖν οὐ διοίσει τὰ φάρμακα λίτρας ὀνομαζομένης ἢ δραχ. ρ΄. ἐκείνῃ δὲ διενήνοχε τὸ ὑπὸ τοῦ Ἀσκληπιάδου
446
γεγραμμένον φάρμακον τῆς Ἀτταλικῆς ἐμπλάστρου, τῷ τὴν Ἀτταλικὴν ἓξ μὲν δραχμὰς τῆς σχιστῆς στυπτηρίας, τρεῖς δὲ τοῦ λευκοῦ πεπέρεως, τὴν δ’ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένην τὸ μὲν λευκὸν οὐκ ἔχειν πέπερι, διπλάσιον δὲ τὸν σταθμὸν τῆς σχιστῆς στυπτηρίας. εὔδηλον δ’ ὅτι στυπτικώτερον μέν πως καὶ διὰ τοῦτο ἐπουλωτικώτερον ἔσται τὸ τοῦ Ἀσκληπιάδου φάρμακον, διαφορητικώτερον τὸ Ἀτταλικὸν, ὥσθ’ ὅπερ ἔφην καὶ πρόσθεν· οἱ ζητοῦντες, ὁπότερον αὐτῶν ἐστι βέλτιον, οὐκ ἴσασι χρῆσθαι φαρμάκοις. εἰς μὲν γὰρ τὴν ἐπούλωσιν, τὸ τοῦ Ἀσκληπιάδου βέλτιόν ἐστιν, εἰς δὲ τὴν διαφόρησιν τὸ Ἀτταλικόν. ἑνὶ δὲ λόγῳ μεμνῆσθαι χρὴ τοῦ ὑφ’ Ἱπποκράτους γεγραμμένου κατὰ τὸ περὶ τροφῆς, ὡς ἐν τῷ πρὸς τὶ τό τε φαῦλον καὶ τὸ οὐ φαῦλον λέγεται καὶ δηλονότι τὸ βλαβερόν τε καὶ ὠφέλιμον. ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν εἶναι τῆσδε τῆς ἐμπλάστρου τὴν Ἀτταλικὴν βελτίονα, τῷ πολυχρηστοτέραν ἐκείνην ὑπάρχειν, ἀμέλει καὶ αὐτὸς Ἀσκληπιάδης, ἐφεξῆς τῇδε τῇ νῦν εἰρημένῃ γράφων αὐτὴν ἐκείνην τὴν διὰ τοῦ λευκοῦ πεπέρεως, οὐκ ὀνομάζει Ἀτταλικὴν, ἀλλὰ Παμφίλειον, ἀγνοῶν, ὡς 
447
οἶμαι, τὸν πρῶτον αὐτὴν εὑρόντα, προσθεὶς δὲ τοὔνομα τοῦ χρωμένου τε καὶ δόντος αὐτῷ. τὴν δ’ οὖν ἐπαγγελίαν αὐτῆς κατὰ λέξιν οὕτως ἔγραψεν. ἄλλη, Παμφίλειον λεγομένη, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ, ἄνθρακας, ἐπινυκτίδας, ἀχῶρας, ψωρώδεις διαθέσεις, κόλπους παρακολλᾷ, ποιεῖ πρὸς ἀποστήματα, κονδυλώματα καὶ σχεδὸν πολυχρηστότερόν ἐστι τὸ φάρμακον. συγκεῖσθαι δ’ αὐτό φησιν ἐκ ψιμυθίου μὲν καὶ λιθαργύρου καὶ κηροῦ καὶ τερμινθίνης καὶ τῶν δύο κοτυλῶν τοῦ ἐλαίου κατὰ τὰ αὐτὰ τῷ Ἥρᾳ, καὶ πρὸς τούτοις ἔτι τῆς σχιστῆς στυπτηρίας καὶ τοῦ λευκοῦ πεπέρεως, ὕδατος δὲ οὐ μέμνηται κατὰ τὴν σκευασίαν, ἀλλ’ οὐδέ τι τοῦ λιβανωτοῦ. τινὲς δ’ οὐ πέντε καὶ εἴκοσι βάλλουσιν, ἀλλὰ τὸ ἥμισυ, καὶ μέντοι γε καὶ περὶ τοῦ ὕδατος· γράψας γὰρ ἐλαίου παλαιοῦ κοτύλας δύο βάλλεσθαι μετὰ ταῦτα προσέγραψεν ὕδατος κοτύλας δύο ἢ κοτύλην μίαν. ἐγὼ δὲ καὶ χωρὶς ὕδατος ἐσκεύασα τὸ φάρμακον πάνυ πολλάκις καὶ βέλτιον εἰς πάντα τἄλλα γιγνόμενον φαίνεται, πλὴν ἐπὶ τῶν ἁπαλοχρώτων· ἄμεινον γὰρ ἐπὶ τούτων ἐστὶ τὸ προσειληφὸς ὕδωρ καὶ μάλισθ’, ὅταν
448
ὑποφλεγμαίνῃ τὰ ἕλκη. διαγράφει δὲ σὺν ταῖς εἰρημέναις λευκαῖς ἐμπλάστροις καὶ ἄλλην ὁ Ἀσκληπιάδης, ἐπαγγελλομένην θεραπεύειν λυσσοδήκτους, ὥσπερ καὶ ἡ παρὰ τῷ Ἥρᾳ γεγραμμένη τὴν ἐπαγγελίαν εἶχε. προσλαμβάνει δὲ καὶ αὕτη παρὰ τὴν ἁπλῆν λευκὴν, τὴν ἐκ λιθαργύρου καὶ ψιμυθίου καὶ λιβανωτοῦ καὶ κηροῦ συγκειμένην, ἔτι ἔξωθεν μυελὸν ἐλάφειον καὶ σμύρναν. ἐμβάλλει δ’ εἰς αὐτὴν λιθαργύρου μὲν δραχ. μ΄, ψιμυθίου δὲ δραχ. λ΄. λιβανωτοῦ δραχ. ι΄. καὶ τὰς ἴσας τῆς σμύρνης, ἐλαφείου δὲ μυελοῦ δυοῖν δεούσας τῶν δέκα καὶ κηροῦ λευκοῦ δραχ. ν΄. καὶ τοῦ παλαιοῦ ἐλαίου ξε. α΄. πρώτην δὲ τούτων ἁπασῶν ὧν εἶπεν ἔγραψεν ὁ Ἀσκληπιάδης ἣν ὀνομάζει Ῥοδιακὴν, ὡς διαφορητικὴν καὶ τὰς ἐπὶ τῶν μαστῶν σκληρίας θεραπεύουσαν ἐκ τῶνδε συγκειμένην, λιθαργύρου καὶ κηροῦ Ποντικοῦ κελεύει βάλλειν ἀνὰ λίτραν α΄. ψιμυθίου δὲ καὶ στέατος ὑείου κατειργασμένου τὸ τῆς λίτρας ἥμισυ, τουτέστιν οὐγγίας ἓξ ἑκατέρου καὶ σμύρνης μὲν οὐγγίας δ΄. ὀπτῶν δὲ ὠῶν λεκίθους β΄. καὶ κοτύλην α΄. καὶ ἡμίσειαν ἐλαίου. ταύτην φησὶ καὶ ἑδρικὴν ἀγαθὴν εἶναι,
449
μὴ προγράψας διὰ τίνος βούλεται τήκεσθαι τό φάρμακον, ἀλλ’ ἡμῖν ἐπιτρέψας ἴσως στοχάζεσθαι ποτὲ μὲν διὰ ῥοδίνου, ποτὲ δὲ διὰ μυρσίνης, ποτὲ δὲ διά τινος τῶν ἐλαίων χρὴ τήκειν αὐτό.

[Πῶς χρὴ συντιθέναι λευκὰς ἐμπλάστρους πρὸς τὰ δυσεπούλωτα καὶ κακοήθη.] Τίνα τῶν ἑλκῶν ὀνομάζω δυσεπούλωτα καὶ τίνα κακοήθη διελέσθαι καιρὸς οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα λέγεσθαι, χρησίμου τοῦ διορισμοῦ γενησομένου. τὰ μὲν οὖν ἐξ ἐπιῤῥοῆς ὑγρῶν ἤτοι πολλῶν ἢ δριμέων, ἄνευ τοῦ διάθεσιν ἤδη τοιαύτην ἐσχηκέναι τὸν πεπονθότα τόπον, ὡς κᾂν ᾖ χρηστὸν τὸ ἐπιῤῥέον, ὅμως διαφθείρειν αὐτὸ, δυσεπούλωτα καλῶ· τὰ δ’ ἤδη τὴν εἰρημένην ἔχοντα διάθεσιν ἐξαιρέτως ὀνομάζω κακοήθη. νῦν οὖν ἐπειδή τινας τῶν λευκῶν ἐμπλάστρων, ὡς καλῶς ἐπουλώσας τὰ δυσεπούλωτα, γεγράφασιν οἱ πρὸ ἐμοῦ, διὰ τοῦτο κᾀγὼ γράφω λευκὰς ἐμπλάστρους, ἃς συνέθηκα πρός τε τὰ δυσεπούλωτα πάντα καί τινα τῶν κακοήθων,

450
ὅσα μὴ πονηρὰν πάνυ ἔχει τὴν κατασκευὴν, ἐπ’ ἐκείνων γὰρ αὖθις εἰρήσεται τὰ πρόσφορα φάρμακα. πρῶτον κᾀνταῦθα τὴν μέθοδον ἐρῶ, καθ’ ἣν μαθήσετε πολλὰς τοιαύτας ἐμπλάστρους συντιθέναι. διττὸς δ’ αὐτῆς ὁ σκοπὸς, ὁ μέν τις κοινὸς ἁπάντων τῶν κατὰ μέθοδον συντιθεμένων φαρμάκων, ὁ δέ τις ἴδιος, ὁ πρὸς τὴν χρόαν τούτων διαφέρων. ὅσα τοίνυν ἐγνώκατε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἀδήκτως μὲν ἰσχυρῶς δὲ πάνυ ξηραίνοντα, ταῦτα ἀναμνήσθητε. πάντως δ’ εἶναι προσῆκεν αὐτὰ πρὸς τῷ μὴ δάκνειν ἢ στύφειν σαφῶς, ἔτι καὶ ῥύπτειν δύνασθαι. καὶ γὰρ καὶ κοῖλα φαίνεται τὰ πλεῖστα τῶν τοιούτων ἑλκῶν, ὡς ἐξ ἀναβρώσεως ὑγρῶν κακοήθων γενόμενα καὶ διὰ τοῦτο σαρκωθῆναι δεόμενα. δέδεικται δ’ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὰ σαρκοῦντα φάρμακα πάντα ῥυπτικὴν ἔχοντα δύναμιν. πολλὰ μὲν οὖν καὶ ἄλλα φάρμακα ξηρὰν δύναμιν ἔχει τοιούτων ἑλκῶν θεραπευτικήν. ἀλλὰ νῦν ἡμεῖς ἀναμνησθῶμεν τῶν ἤτοι φυλάξαι τὴν λευκότητα τῆς συντεθειμένης
451
ἐμπλάστρου δυναμένων ἢ μὴ πολύ γε βλάψαι. τοιαῦτα δ’ ἐστὶ καδμεία καὶ πομφόλυξ καὶ τίτανος, ὄστρεά τε κεκαυμένα καὶ πορφύραι καὶ κήρυκες καὶ τὸ τῆς σηπίας ὀστῶδες. οὐ πολὺ δ’ ἂν λυμαίνοιτο τῇ χρόᾳ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ τῆς κεκαυμένης χαλκίτεως τὸ μὴ πυῤῥὸν, ἀλλὰ τεφρῶδες ἢ ὑπόλευκον. ὅπως δὲ χρὴ τὸ τοιοῦτο παρασκευάζειν, αὖθις εἰρήσεται κατὰ τὸν τῆς θηριακῆς ἀντιδότου λόγον. ἕκαστον δὲ τῶν εἰρημένων εἰ πλυθείη, παντάπασιν ἄδηκτον γίνεται, καθάπερ καὶ ὁ κηρὸς, ὃν χρὴ μῖξαι σκευαζομένῳ τῷ φαρμάκῳ, καὶ ἡ ῥητίνη. λέλεκται δ’ ὅτι κηρὸς μὲν ὁ Τυῤῥηνικὸς ἢ ὁ Ποντικὸς ὀνομαζόμενος ἐπιτήδειός ἐστιν εἰς τὴν τῆς λευκῆς ἐμπλάστρου κατασκευήν. αἱ ῥητίναι δὲ, ἥ τε λάριξ ὀνομαζομένη καὶ ἡ τερμινθίνη, πρὸς τὰ κακοηθέστερα τῶν ἑλκῶν λυσιτελεστέρα. καὶ λιβανωτοῦ δὲ ἐμβάλλειν τι προσήκει μέρος ἕνεκα τοῦ πέττεσθαι καὶ διαπυΐσκεσθαι τὴν διάθεσιν τῶν κακοήθων ἑλκῶν. οὐ μόνον δὲ πλύνειν χρὴ τῶν εἰρημένων φαρμάκων ἕκαστον, ἀλλὰ τά γε μεταλλικὰ καὶ λειοῦν ἐπὶ πλεῖστον ἐν ἡλιουμένῳ χωρίῳ μεθ’ ὕδατος 
452
ἢ ὄξους ἢ θαλάττης ἢ οἴνου. καθαρὸν δὲ καὶ λευκὸν καὶ διαφανὲς ἀκριβῶς ἕκαστον τούτων ἔστω, χάριν τοῦ συντελέσαι τι τῇ λευκότητι τοῦ φαρμάκου. καὶ περὶ τοῦ ψιμυθίου δὲ πρόσθεν εἴρηται καὶ τοῦ ἐλαίου καὶ τοῦ τρόπου τῆς ἑψήσεως καὶ τοῦ περιέχοντος ἀέρος καὶ τοῦ πυρὸς, ὅπως ἂν ἕκαστον αὐτῶν συντελοῖ τι τῇ λευκότητι. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων, οὕτως κᾀπὶ τούτων εἰδότα χρὴ τὰς δυνάμεις ὕδατός τε καὶ ὄξους καὶ θαλάττης οἴνου τε τοῦ λευκοτάτου μιγνύειν ἐν τῇ συνθέσει τὸ χρησιμώτατον εἰς τὴν θεραπευομένην διάθεσιν. ἐπὶ μὲν γὰρ τῶν ὀχθωδῶν ἑλκῶν καὶ τὰ χείλη παχέα καὶ σκληρὰ καὶ πολλῆς δεόμενα λεπτύνσεως ἐχόντων τὰ δι’ ὄξους καὶ θαλάττης λελειωμένα χρησιμώτερα τῶν δι’ ὕδατος· ἐφ’ ὧν δὲ δριμὺ καὶ δακνῶδές ἐστι τὸ φερόμενον ἐν τοῖς ἕλκεσιν ὑγρὸν, ἐν ὕδατι χρὴ λελειῶσθαι μᾶλλον ἕκαστον τῶν μεταλλικῶν, ὥσπερ γε πάλιν ἐν οἴνῳ μᾶλλον ἐφ’ ὧν πολὺ φαίνεται τὸ ἐπιῤῥέον ὑγρὸν τοῖς ἕλκεσι. τούτων οὖν ἕκαστον ὧν εἶπον ἐν ἑκάστῳ τῶν εἰρημένων ὑγρῶν λελειωμένων ἡμέραις πλείοσιν, ἐμβαλὼν
453
ἑκάστοτε τῶν διὰ ψιμυθίου τε καὶ λιθαργύρου φαρμάκων, πάντων αὐτῶν ἐπειράθην ἐπουλώντων κάλλιστα. τινὰς δὲ γραφὰς καὶ φίλοις ἔδωκα, δεομένοις τοιούτων φαρμάκων, ὑφ’ ὧν καὶ αὐτῶν εἰς πεῖραν ἀχθέντα τὴν ἐπαγγελίαν ἐφαίνετο διασώζοντα. προεψημένης οὖν, ὡς εἵρηται, τῆς λιθαργύρου μετὰ τοῦ ψιμυθίου καὶ πλησίον ἀμολύντου συστάσεως ἥκοντος τοῦ φαρμάκου, προσβάλλειν χρὴ τῆς λάρικος ἢ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ λευκοῦ κηροῦ καὶ τούτων καλῶς ἑνωθέντων ἐπεμβάλλειν τὰ μεταλλικὰ, τοιάνδε συμμετρίαν ἔχοντα. τῆς μὲν λιθαργύρου καὶ τοῦ ψιμυθίου κατὰ τὸ σύνηθες ἑκατέρου λίτρα μετὰ δυοῖν ἐλαίου λιτρῶν ἑψέσθω, πολλάκις δὲ καὶ ὕδατος ἡμίλιτρον ἐπεμβάλλων. τήκεται γὰρ οὕτως ἡ λιθάργυρος θᾶττον, ἥ θ’ ἕψησις ἀναλίσκει τὸ ὕδωρ, ὡς μηδὲν σαφῶς εἰς ὑγρότητα συντελεῖν τῷ φαρμάκῳ. ῥητίνης δὲ τρεῖς οὐγγίαι καὶ κηροῦ διπλάσιαι τούτων αὐτάρκεις εἰσίν. οὐ μὴν ἀλλὰ κᾂν δύο μὲν τῆς ῥητίνης ἐμβάλλητέ ποτε, τέτταρας δὲ τοῦ κηροῦ, καὶ οὕτως οὐδὲν μέγα διαφερούσας εὑρήσετε τὰς συνθέσεις. ἱκανὴ δὲ καὶ λιβανωτοῦ
454
μία καὶ ἡμίσεια οὐγγία μετὰ τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐμβαλλόμεναι. καὶ μετὰ ταῦτα οὐγγίαι τρεῖς τῶν ἄλλων, ἅπερ εἰσὶ δραχ. δ΄. πρὸς ταῖς εἴκοσιν. ἐμβαλεῖς δὲ δυοῖν καὶ τριῶν καὶ πλεόνων καὶ πάντων ὧν εἶπον, ὧν ἂν ἑκάστου τύχῃς εὐπορῶν. οἷον εἰ πάντ’ ἔχεις, ἴσον ἐμβαλεῖς ἑκάστου, τῆς καδμείας λέγω καὶ πομφόλυγος, καὶ τῶν κεκαυμένων κηρύκων ἢ ὀστρέων καὶ τῆς τοῦ χαλκοῦ λεπίδος. ἔσονται δ’ ἑκάστου ἀνὰ δραχ. στ΄. ἡ συμπλήρωσις τῶν τριῶν οὐγγιῶν. εἰ δὲ καὶ τιτάνου πεπλυμένης μιγνύεις, ἑκάστου δραχ. ε΄. βληθήσονται. εἰ δὲ καὶ τῆς κεκαυμένης χαλκίτεως, ἑκάστου δραχ. δ΄., ὡς ἁπάντων τῶν ἓξ συνελθόντων συμπληροῦσθαι τὰς τρεῖς οὐγγίας. ἔστω δὲ ἡ κεκαυμένη χαλκῖτις πεπλυμένη καὶ δηλονότι τεφρώδης τὴν χροιὰν, οὐχ οἵαν οἱ πολλοὶ τῶν καιόντων ποιοῦσιν αὐτὴν, ὠχρόξανθον, ὡς ἂν εἴποι τις. καὶ εἰ δύο δέ τινα τούτων ἔχοι τις μόνα, τρεῖς οὐγγίας ἐξ ἀμφοῖν ἐμβαλλέτω, τουτέστιν ἑκατέρου μίαν καὶ ἡμίσειαν. ταῦτα ἀρκεῖ κατὰ τὸ παρὸν ὑμῖν εἰς ἐμπλάστρων λευκῶν σύστασιν ἐπίστασθαι πρὸς ἕλκη δυσεπούλωτα. καὶ κηρωταὶ δὲ λευκαὶ
455
καὶ πάρυγροι διὰ τῶν αὐτῶν σκευάζονται, διαφέρουσαι τῶν ἐμπλάστρων τῷ μήθ’ ἑψῆσθαι τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον, ἐμβεβλῆσθαι δὲ στέαρ ἤτοι χηνὸς ἢ ἀλεκτορίδος ἢ ὑὸς ἢ μόσχειον. εἰ δ’ οἴνου πότ’ εὐποροίης ἢ ὄξους, λευκοτάτων τε καὶ διαυγεστάτων ἐμβαλεῖς αὐτῶν ἀντὶ ὕδατος.

[Δαμοκράτους περὶ λευκῆς ἐμπλάστρου.] Ἐπεὶ δὲ αἱ διὰ μέτρων ἐγγεγραμμέναι δυνάμεις φαρμάκων εὐμνημόνευτοί εἰσι καὶ διαφυλάττουσαι ἀκριβῆ τὴν συμμετρίαν αὐτῶν, ἔδοξέ μοι κάλλιον καὶ τούτων μνημονεύειν. γεγραφότος οὖν Δαμοκράτους λευκὰς ἄλλας ἐμπλάστρους καὶ μέντοι καὶ λευκὴν, ἣν ἐπαινεῖ, παραθήσομαι τὴν γραφὴν αὐτοῖς τοῖς ὑπ’ ἐκείνου γεγραμμένοις στίχοις, τῷ τριμέτρῳ καλουμένῳ μέτρῳ.

  • Δεῖ δὲ μετὰ τούτων τοὺς φιλιάτρους ἔχειν
  • Λευκὴν καλὴν ἔμπλαστρον εἰς ἀποσύρματα,
  • Καὶ τὰ πυρίκαυτα καὶ τὰ χωρὶς αἰτίας
  • Ἔξ ἐπιπολῆς γινόμενα φανερᾶς ἕλκεα.
  • Σκευάζεται δ’ οὕτως. ψιμυθίου λίτραν
  • 456
  • Λιθαργύρου τε τῆς τρυφερᾶς μάλιστα νῦν
  • Λίτραν μίαν τε καὶ μέρος λίτρας τρίτον,
  • Κηροῦ τε καθαροῦ Ποντικοῦ πέντ’ οὐγγίας,
  • Τερμινθίνης τ’ οὐγγίαν τῆς καθαρωτάτης,
  • Λιβάνου δὲ μάννης ἢ λιβάνου πέντ’ οὐγγίας.
  • Λευκοῦ δ’ ἐλαίου τοῦ καλοῦ καὶ προσφάτου
  • Δύ’ ἥμισυ λίτρας καὶ ὕδατος ξέστην α΄.
  • Ἕψε δὲ ἔλαιον, ψιμύθιον, λιθάργυρον,
  • Ὕδωρ πυρὶ κούφω, τῇ σπάθῃ κινῶν ἀεί.
  • Ὅταν δὲ πᾶν μὲν ἐκφρυγῇ, καλῶς θ’ ὕδωρ,
  • Τὸ δὲ φάρμακον λεῖόν τε καὶ λευκὸν βλέποις,
  • Μαλακὸν, ἀμόλυντον, τότε βάλλεις τερμινθίνην,
  • Ἔπειτα κηρὸν, εἶτα λίβανον ὕστερον.
  • Ἄρας τε κίνει τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
  • Ὑποψυχέν τε συμμέτρως τὸ φάρμακον
  • Εἰς τὴν θυείαν καταχέας ἀναλάμβανε.
  • Ἐπί τε γυναικῶν ἢ τρυφερῶν τῶν παιδίων
  • Ἐπί τε γερόντων ἢ τῶν καχεκτούντων νέων.
  • 457
  • Ταύτῃ κατάμισγε τῆς στυπτηρίας τρίτον
  • Ἣν προαποδεδώκαμεν ἔμπλαστρον ἔμπροσθεν βραχὺ,
  • Καὶ χρῶ πρὸς ἅπαντα καὶ νεότρωτα τραύματα.
  • Κατάμισγε δ’ αὐτῇ ῥόδινον τετηγμένῃ
  • Καὶ κηρὸν ὀλίγον, καὶ λιπαρὰν ἕξεις καλὴν
  • Οἶνον παραχέας λευκὸν αὐστηρὸν βραχύ.
  • Τῆς στυπτηρίας, ἧς ἐμνημόνευσεν, ἡ σύνθεσις ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας.

    458

    Τῆς προκειμένης πραγματείας σκοπὸν ἐχούσης σὺν τοῖς ἄλλοις καὶ τοῦτον, ὡς ἐὰν ἀπολέσωμέν ποτε τὸ βιβλίον, ἐν ᾧ τῶν φαρμάκων οἷς χρώμεθα τὰς συνθέσεις γεγραμμένας ἔχομεν, αὐτοὺς ἡμᾶς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἀπολλυμένοις ἀναγκαῖόν ἐστι, πρῶτον μὲν ἡμᾶς καθόλου τινὰ τύπον ὁδοῦ μεμαθηκέναι, δι’ ἧς εὑρήσομεν ὃ προεθέμεθα. δεύτερον δὲ γεγυμνάσθαι κατὰ τὴν

    459
    ὁδὸν ταύτην ἐπὶ πολλοῖς τῶν κατὰ μέρος, εἰδότας ὅτι χωρὶς τοῦ γυμνάσασθαι τὸ τοιοῦτο γυμνάσιον οὐδὲν τῶν ἔργων ὀρθῶς περαίνεται. δεινὸν δὲ καὶ τὸ συμβὰν ἤδη τισὶν ὧν ἐγὼ γινώσκω δυσὶν ἰατροῖν. ὁ μὲν γὰρ ὑπὸ λύπης ἐπὶ τῇ τῶν τοιούτων γραφῶν ἀπωλείᾳ συντακεὶς ἀπέθανεν, ὁ δὲ ἀπέστη τῶν ἰατρικῶν ἔργων. ὑπάρχει δὲ τοῖς γυμνασθεῖσιν, ὡς ἐγὼ λέγω, πρὸς τῷ δύνασθαι συντιθέναι φάρμακα χρήσιμα καὶ τὸ κριτικοῖς εἶναι τῶν γεγραμμένων τοῖς πρὸ ἡμῶν ἰατροῖς, ἐπιτηδείως τε χρῆσθαι πᾶσι τοῖς ὑπ’ ἐκείνων γεγραμμένοις, οἷς τ’ ἂν αὐτὸς εὕρῃ κατὰ τὴν διδαχθησομένην μέθοδον. βέλτιον μὲν οὖν ἐστι τοῖς διὰ τῆς πείρας ἤδη βεβασανισμένοις χρῆσθαι, μαθόντα τῆς χρήσεως αὐτῶν τὴν μέθοδον, ἀλλ’ ὅπερ ἔφην, ἀνάγκη καταλαμβάνει πολλάκις ἡμᾶς, ὡς καὶ τοῖς ἀπειράστοις αὐτοσχεδιάζοντας χρῆσθαι. κατὰ μὲν οὖν τὸ πρὸ τούτου βιβλίον, ὅπως ἄν τις ἐκ λιθαργύρου μόνης ἐμπλάστρους σκευάζοι, λέλεκται ποτὲ μὲν ἔλαιον μόνον μιγνὺς, ποτὲ δ’ ὄξος ἢ οἶνον ἤ τινα ταύτων, ἐξ ὁποίας τε συμμετρίας αὐτῶν ἔμπλαστρος δύναται γίγνεσθαι λευκὴ προσηκόντως ἑψηθεῖσα. γίγνεσθαι δ’
    460
    ἔφαμεν ἐκ τούτων τῶν ἐμπλάστρων ἐνίας μὲν ἐπουλωτικὰς, ἐνίας δὲ καὶ κολλητικὰς ἐναίμων τραυμάτων, ἐνίας δὲ φλεγμονῶν τῶν μικρῶν θεραπευτικὰς, ἐνίας δὲ αὐτῶν καὶ τὰ δυσεπούλωτα θεραπεύειν, ὁπόσα μὴ κακοήθη καί τινας ἐξ αὐτῶν ὄγκους παρὰ φύσιν, ὅσοι μὴ μεγάλοι μηδὲ σκιῤῥώδεις εἰσὶ διαφορεῖν. ἐγράφη δ’ οὐ μετὰ πολὺ τῆς ἀρχῆς ἐν αὐτῷ καὶ ἡ ὑπ’ ἐμοῦ συντεθεῖσα ἔμπλαστρος, ἣν ὀνομάζω φοινικίνην. ἐν τούτῳ δὲ τῷ βιβλίῳ τῷ νῦν ἡμῖν προκειμένῳ περί τε τῶν χλωρῶν ἐμπλάστρων εἰρήσεται καὶ μηλίνων καὶ κιῤῥῶν καὶ φαιῶν καὶ πυῤῥῶν, ἐν αἷς εἰσι καὶ αἱ δίχρωμοι καλούμεναι, μεταξύ τε τούτων ἕτεραι τινὲς μὲν ὠνομασμέναι, καθάπερ λευκομήλιναί τε καὶ μελάγχλωροι καὶ ῥυπώδεις ἀερίζουσαί τε καὶ κυανίζουσαι, τινὲς δὲ καὶ παντάπασιν ἀνώνυμοι. τὸ μὲν οὖν ἐφεξῆς ἀλλήλαις γράφειν τὰς κατὰ δύναμιν ὁμοίας χρήσιμόν ἐστιν εἰς τὸ πλείοσιν ἐντυγχάνοντα ἢ ἀναγινώσκοντα τὸ βιβλίον ἑλέσθαι τὴν ἐπιτηδειοτάτην τῷ θεραπευομένῳ σώματί τε καὶ πάθει. τὸ δὲ τὰς κατὰ χρόαν ὁμοίας ἀναγράφειν, οὐ κατὰ τεχνικὴν ὁμοιότητα
    461
    σκοπούντων ἐστὶν, ἀλλ’ ἐπεί τινες ἐνίοτε τῶν πολὺ δυναμένων ἀνδρῶν κελεύουσιν ἡμᾶς ἔμπλαστρον αὐτοῖς μηλίνην ποιῆσαι κολλητικὴν ἑλκῶν ἢ ἐπουλωτικὴν ἢ μαλακτικὴν τῶν σκληρυνομένων ἤ τι τοιοῦτον ἐργάσασθαι δυναμένην, ἠναγκάσθησαν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἐφεξῆς ἀλλήλων γράφοντες ὁμοίας κατὰ χρῶμα προσγράφειν ἑκάστῃ τὰς οἰκείας ἐπαγγελίας. ἐγὼ τοίνυν πειράσομαι μικτήν τινα ποιήσασθαι τὴν διδασκαλίαν ἀπὸ τῆς τεχνικωτέρας ἀρξάμενος. γράφω γὰρ πρῶτον μὲν τὰς σαρκωτικὰς τῶν κοίλων ἑλκῶν, ὧν αἱ πλεῖσται χλωραὶ κατὰ χρόαν εἰσὶν, ἐπισημαινόμενος ὅσαι τε κολλητικαὶ τούτων ὑπάρχουσι καὶ ὅσαι τῶν κακοηθευομένων ἰατρικαὶ καί τι τῶν τοιούτων ἄλλο δυνάμεναι διαπράττεσθαι. δευτέρας δὲ τὰς κολλητικὰς, οὐ μόνον τῶν προσφάτων ἑλκῶν, ἀλλὰ καὶ τῶν κόλπων, ἐν αἷς εἰσι καὶ μέχρι συνουλώσεως ἄγουσαι πολλαί. καὶ τούτων ἁπασῶν ἕνα μὲν στίχον ποιήσομαι τῶν μηλίνων, ἕτερον δὲ τῶν βαρβάρων ὀνομαζομένων, ἕτερον δὲ φαιῶν, ἐπί τε τῶν ἄλλων χρωμάτων ὁμοίως. ἐρῶ δὲ καὶ καθ’ ἓν ἄλλο βιβλίον
    462
    ἄνευ χρωμάτων ὁμοιότητας, ὅσαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν θεραπεύουσιν, ἃ καὶ χειρώνεια καλοῦσι. καὶ μετὰ τοῦτο καθ’ ἕτερον βιβλίον, ὅσαι καὶ ταῦτα καὶ ἄλλ’ ἄττα πολύχρηστοι λεγόμεναί τε καὶ οὖσαι. καὶ μετὰ ταύτας ἁπάσας ὅσον ὑπόλοιπόν ἐστι τῶν κατὰ τὰς δυνάμεις ἐμπλάστρων ἐγνῶσθαι μεθόδῳ διελθεῖν πειράσομαι. ταῦτα μὲν οὖν προείρηται κοινόν τι προοίμιον ἁπασῶν τῶν προσγραφησομένων ἐμπλάστρων, ἐπὶ δὲ τὰς ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένας μεταβήσομαι, προτάξας αὐτῶν τινα λόγον κοινὸν, ὡς εἰ καὶ μηδὲν ἤδη μοι προείρητο. φαρμάκων συνθέσεις παμπόλλων ἀξίων ἐπαίνου πρῶτος ὧν οἶδα Μαντείας ὁ Ἡροφίλειος ἔγραψεν, οὗ μαθητὴς γενόμενος Ἡρακλείδης ὁ Ταραντῖνος οὐ μόνον ἐν τῇ τῶν φαρμάκων χρήσει φαίνεται μιμούμενος ἐκεῖνον, ἀλλὰ καὶ κατὰ τὸ διαιτητικὸν μέρος τῆς τέχνης. μεθ’ οὓς ἄλλοι μέν τινες ἐν πλείοσι βιβλίοις, ὥσπερ ὅ τε Μαντείας καὶ Ἡρακλείδης. εἰσὶ δὲ καὶ οἱ καθ’ ἓν ἢ δύο μόνα τὴν γραφὴν αὐτῶν ἐποιήσαντο, καθάπερ ὁ Καππαδόκης Ἥρας, οὔτ’ ἀδόκιμον γράψας τι φάρμακον, οὔτε 
    463
    τὰς σκευασίας αὐτῶν καταλιπὼν τάς τε κατὰ μέρος χρήσεις ἁπάσας διελθών. πολλὰ δὲ φάρμακα γεγράφασιν ἐπιμελῶς ἐν πλείοσι βιβλίοις ὅ τε Μούσας καὶ ὁ Ἀσκληπιάδης καὶ ὁ Κρίτων. ὁ δ’ Ἀνδρόμαχος ἐν ἑνὶ μὲν βιβλίῳ τὰ τῶν ἐκτὸς τοῦ σώματος ἰατρικὰ φάρμακα, καθ’ ἕτερον δὲ ἓν ἔγραψε τὰ τῶν ἐντὸς, ὄντος καὶ τρίτου μικροτέρου τούτων ὀφθαλμικοῦ. οὐ πρόσκειται δὲ ὀλιγίστων αὐτῶν ἥ τε σκευασία καὶ ἡ χρῆσις. οὔτε δὲ τούτων τις οὔτε ἄλλος ἔγραψε τὸν λογισμὸν τῆς συνθέσεως ἑκάστου τῶν φαρμάκων, καὶ διὰ τοῦτο θαῤῥαλεώτερον οἱ ἀπὸ τῆς ἐμπειρίας ἀποφαίνονται, καίτοι γε ἀδιανόητα λέγοντες, εἰς περίπτωσιν γὰρ ἀναφέρουσι τὴν εὕρεσιν τῶν συνθέτων φαρμάκων. ἐθάῤῥησαν δὲ τῷ μηδένα τῶν δογματικῶν ἰατρῶν διηρθρωμένως γεγραφέναι τὴν μέθοδον τῆς συνθέσεως αὐτῶν. ὅταν γὰρ οἱ δογματίζοντες ἐρωτώμενοι τὸν λόγον, ᾧ σύγκειται τῶν φαρμάκων ἕκαστον οἷς χρῶνται, μηδὲν ἔχωσι λέγειν, ἀπολέσαντές τε τὰς γραφὰς αὐτῶν ἀδυνατῶσιν αὐτοσχεδιάζειν ἑτέρας συνθέσεις, αὐτοί τε εἰκότως καταφρονοῦνται, τούς τε ἐμπειρικοὺς ἐργάζονται
    464
    τολμηροτέρους εἰς ἀντιλογίαν. εἰ δ’ ἠπίσταντο τὴν ἑκάστου πάθους ὧν θεραπεύουσι φύσιν ἐγίγνωσκόν τε μέθοδον, ὡς ἐξ αὐτῆς ἐξευρίσκειν τόν τε σκοπὸν τῆς θεραπείας, ἑκάστου τε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, οὐκ ἂν ἠγνόουν τὸν λόγον τῆς συνθέσεως· οἷον αὐτίκα κοῖλον ἕλκος ἀπερίστατον, οὐδὲν γὰρ χεῖρον, ὡς ἔνιοι καλοῦσι, συντόμου διδασκαλίας ἕνεκεν οὕτως καὶ ἡμᾶς ὀνομάσαι, πῶς ἄν τις ἰάσαιτο προκείσθω σκοπεῖν, ὡς εἰ καὶ μήπω μηδὲν εὕροιτο φάρμακον ἐπιτήδειον εἰς αὐτό. διδαχθέντες γὰρ ὑπὸ τοῦ λόγου τὴν τῶν κοίλων ἑλκῶν ἴασιν γίγνεσθαι γιγνομένης σαρκὸς ἀντὶ τῆς ἀπολωλυίας ἑτέρας, ἐξ αὐτῆς δηλονότι βλαστανούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνενοήσαμεν ἀδύνατον εἶναι γενέσθαι τοῦτο, ῥύπου κατὰ τὸ ἕλκος ἢ πολλῆς ὑγρότητος ὑποκειμένης. ἀλλὰ τὸν μὲν ῥύπον ἀφαιρεῖ τὰ ῥυπτικὰ τῶν φαρμάκων, τὴν δ’ ὑγρότητα διαφορεῖ τὰ ξηραντικά. χρὴ τοίνυν ἐπίστασθαι τὰς ὕλας τῶν τοιούτων φαρμάκων, οὐχ ἁπλῶς κατὰ γένος, ὡς Διοσκουρίδης ἄλλως ἔγραψεν, ἀλλ’ ὡς ἡμεῖς ἐποιήσαμεν ἐν ταῖς περὶ τῶν ἁπλῶν φαρμάκων,
    465
    οὐ μόνον γράψαντες ἤτοι θερμαίνειν ἢ ψύχειν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι τόδε τι τὸ φάρμακον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν πρώτην ἀπόστασιν ἢ δευτέραν ἢ τρίτην ἢ τετάρτην τοῦ μέσου φάρμακον τοιοῦτον εἴη. καὶ πολλάκις γε ὅτι κατὰ μεσοῦσαν ἑκάστην τούτων ἢ ἀρχομένην ἢ τελευτῶσαν, ὡς εἶναι δώδεκα τάξεις τῶν κατ’ ἐπικράτειαν ἡντιναοῦν λεγομένων φαρμάκων. ἐνίοτε μὲν γὰρ ἤτοι μετρίως θερμαίνοντος ἢ ξηραίνοντος, ἐνίοτε δὲ σφοδρότατα ποιεῖν ὁτιοῦν τούτων δυναμένου χρῄζομεν. ὁ δ’ ἁπλῶς ὅτι θερμανθῆναι δεῖται τὸ μόριον ἐπιστάμενος οὐδὲν μᾶλλον αἱρήσεται λιβανωτοῦ πέπερι καὶ νᾶπυ. ταῦτ’ οὖν εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν, εἴρηται δὲ κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ὡς προεπισταμένους δ’ αὐτὰ μετ’ ἀποδείξεως τῆς προσηκούσης, ἐπὶ τὰ λοιπὰ προάξω τὸν ἐνεστῶτα λόγον ἐντεῦθεν ἀρξάμενος. ἐπειδὴ ξηραίνοντός τε καὶ ῥύπτοντος μετρίως ἄνευ δήξεως ἐδείχθη δεόμενα τὰ σαρκωθησόμενα τῶν ἑλκῶν, ἀναμνησθῆναι χρὴ τὴν ὕλην τῶν τοιούτων φαρμάκων
    466
    ἥτις ἐστί. δέδεικται δὲ ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείᾳ, μετὰ τοῦ καὶ τὴν προσήκουσαν ἑκάστου τάξιν εἰρῆσθαι. τοῦτο γὰρ, ὡς ἔφην, ἔστι τὸ μάλιστα χρήσιμον, ὥστε ἐάν ποτε δέηταί τις ἰσχυροτέρου φαρμάκου, γινώσκειν ἐφ’ ὃ μεταβήσεται, μὴ παρόντος δὲ τῶν ἁπλῶν μηδενὸς, ἐπὶ τὸ σύνθετον ἐρχόμεθα. καὶ πρῶτόν γε ὑποκείσθω κηρὸν ἔχειν ἡμᾶς καὶ ἰὸν, ἄλλο δὲ μηδὲν τῶν ἁρμοττόντων ἄντικρυς ἕλκει κοίλῳ, λιβανωτὸν λέγω καὶ ἴριν καὶ ἀριστολοχίαν, ἄλευρόν τε τὸ τῶν ὀρόβων καὶ πάνακος ῥίζαν, ὅσα τ’ ἄλλα τοιαῦτα. γιγνώσκοντες οὖν ὅτι κηροῦ μὲν ἐπιτεθέντος μόνου ῥυπαρὸν εὑρεθήσεται τὸ ἕλκος, ὡς ἂν μήτε ῥύπτειν μήτε ξηραίνειν δυναμένου, δηχθήσεται δὲ καὶ διαβρωθήσεται καὶ φλεγμανεῖ προσαχθέντος ἰοῦ. τούτων μὲν ἑκάτερον παραιτησόμεθα, μέσον δ’ ἐξ ἀμφοῖν ἄλλο ποιήσομεν, ἀσθενέστερον μὲν ἢ κατὰ τὸν ἰὸν, ἰσχυρότερον δὲ κηροῦ. ἀλλ’ ἐπεὶ βραχὺ μὲν ἀπολείπεται τοῦ χρησίμως ἂν προσαχθέντος ὁ κηρὸς, ὁ δ’ ἰὸς ὑπερβάλλει πολὺ, πολλῷ τῷ κηρῷ μίξομεν ὀλίγον ἰοῦ. πόσον οὖν πόσῳ;
    467
    τοῦτο γὰρ ἐφεξῆς εἰπεῖν ἐστιν, ἀκριβῶς μὲν οὐχ οἷόν τε τὸ πόσον εὑρεῖν ἑκατέρου πρὸ τῆς πείρας, στοχάσασθαι δὲ οἷόν τε καὶ κρῖναι καὶ συνθεῖναι τὴν πρώτην, μηδεμίαν ἀποτυχίαν ἀξιόλογον ἕξον φάρμακον, ὥσπερ ἐγώ ποτ’ ἐποίησα κατά τινα κώμην, ἐν ᾗ μήτ’ αὐτὸς εἶχόν τι φάρμακον ἑπόμενον, ἄλλος τε οὐδ’ ηὐπόρει τῶν κατ’ αὐτὴν, εὗρόν τε μόνα τῶν ἐπιτηδείων εἰς σύνθεσιν ἰὸν καὶ κηρόν. ἀναλαβὼν δ’ ἀμφότερα καὶ τήξας ἐπὶ πυρὸς τὸν κηρὸν σὺν ἐλαίῳ ῥοδίνῳ, ὡς γενέσθαι κηρωτὴν ὑγρὰν, ἔμιξα τῇ λίτρᾳ τῆς κηρωτῆς οὐγγίαν μίαν ἰοῦ, τουτέστιν τὸ δωδέκατον μέρος. ἐνενόησα γὰρ ἢ τὸ δέκατον ἢ τὸ ιβ΄. μῖξαι τὸ πλέον μὲν ὑποπτεύσας, ὡς δριμύτερον ἐσόμενον τοῦ κηροῦ, τὸ δ’ ἔλαττον, ὡς ἀσθενέστερον. ἐλθόντες δὲ εἰς πεῖραν τοῦ συντεθέντος ἐφάνη καὶ τὸ δέκατον καὶ τὸ δωδέκατον ὀρθῶς μιγνύμενα κατὰ τὰς διαφορὰς τῶν σωμάτων. ὑπεδείχθη γὰρ ἡμῖν, ὅπερ καὶ διὰ τῆς πείρας μαρτυρεῖται, τὰ μὲν ἰσχυρὰ σώματα φαρμάκων ἰσχυροτέρων ἀνεχόμενα, τὰ δ’ ἀσθενέστερα μὴ φέροντα τὴν τῶν τοιούτων προσφοράν. ἰσχυρότερα δὲ λέγω σώματα 
    468
    τὰ ξηρότερα ταῖς κράσεσιν, ὁποῖα τά τε τῶν γεωργῶν ἐστὶ καὶ ναυτῶν καὶ κυνηγετῶν. ἀσθενέστερα δὲ τὰ μαλακώτερα κατὰ φύσιν ἢ ἔθος, ὁποῖα τὰ τῶν γυναικῶν, εὐνούχων τε καὶ παίδων, ὅσοι τ’ εἰσὶν ὑγροὶ φύσει ταῖς κράσεσι λευκὸν καὶ μαλακὸν ἔχοντες τὸ σῶμα. τὰ μὲν οὖν σκληρὰ σώματα πλέονος ἰοῦ τῇ κηρωτῇ μιγνυμένου σαρκοῦται, τὰ μαλακὰ δὲ ἐλάττονος. ὅθεν, ὡς εἴρηται πολλάκις, ἓν φάρμακον ἀδύνατόν ἐστι πᾶσιν ἁρμόττειν σώμασιν, ἀλλὰ χρὴ μέσον μὲν εἶναι τὸ φάρμακον, ὡς πρὸς τὴν μέσην κρᾶσιν ἡρμοσμένον, ἄγεσθαι δ’ ἐφ’ ἑκάτερα τῇ καθ’ ἑκάστην ἡμέραν χρήσει κρινόμενον. ἐὰν μὲν γὰρ φαίνηται τὸ δέον εἰργασμένον, ἐπιμένειν αὐτῷ προσήκει. ἐὰν δ’ ἐλλιπέστερον, αὐξάνειν αὐτοῦ τὴν δύναμιν, ὥσπερ γε καὶ καθαιρεῖν, ἡνίκα περαιτέρω τοῦ προσήκοντος ἐνήργησεν. οἷον ἐπ’ αὐτοῦ τοῦ προκειμένου διὰ τῆς κηρωτῆς καὶ ἰοῦ φαρμάκου, σκοπεῖσθαι πότερον ἐσαρκώθη τὸ ἕλκος ἢ σὰρξ μὲν οὐκ ἐγεννήθη, ῥυπαρὸν δὲ εὑρέθη καὶ μεστὸν ὑγρότητος, ἢ πρὸς τῷ μὴ σεσαρκῶσθαι
    469
    δήξεώς τις αἴσθησις ἐγένετο τῷ κάμνοντι, καὶ θερμότερον ἢ ἐρυθρότερόν γε τὸ ἡλκωμένον ἐφάνη. ἐὰν μὲν οὖν ἀσθενέστερον φανεῖται, μίξει μέλιτος ἢ ἰοῦ τὴν δύναμιν αὐτοῦ παραυξήσεις, ἐὰν δ’ ἰσχυρότερον, ἔλαιον ἢ ῥόδινον μίξεις μαλάττων τὸ μέλλον ἀναλαμβάνεσθαι τοῖς μοτοῖς φάρμακον. ἐπὶ καιροῦ μὲν ἥ τε κηρωτὴ καὶ ὁ ἰὸς οὕτω μίγνυται, καθάπερ ἔφην ὑπ’ ἐμοῦ μιχθῆναί ποτε. παρασκευὴ δ’ ἔστω τοῖς ἰατρεύουσιν ἐμπλάστρου γεγονυίας ἣν ἀπὸ τῆς χρόας ὀνομάζουσι χλωρὰν, ἱκανῆς μὲν καὶ τὰ πρόσφατα τραύματα θεραπεύειν, ὅσα μὴ μεγάλα, δυναμένης δὲ καὶ διὰ ῥοδίνου τήκεσθαι πρὸς σύστασιν ἐμμέσου φαρμάκου. δεήσει δ’ αὐτὴν ἔχειν τι καὶ ῥητίνης, ἤτοι τῆς κολοφωνίας τε καὶ φρυκτῆς ὀνομαζομένης ἢ τῆς τερμινθίνης. εἴρηται δὲ ὅτι τῇ τερμινθίνῃ παραπλησία πώς ἐστιν ἡ λάριξ ὀνομαζομένη. στοχαστικὴ δὲ κᾀνταῦθα τῆς μίξεως αὐτῶν ἐστιν ἡ ποσότης. ἐὰν μὲν γὰρ πλέον ἢ προσήκει μίξωμεν τῆς ῥητίνης, ἐν τῷ μαλάττεσθαι διὰ τῶν χειρῶν φαίνεται μαλακὸν, εἰς ὀθόνην δὲ ἐμπλασθὲν ὀλίγον ὕστερον ὡς δέρμα σκληρὸν ἔσται,
    470
    ῥᾳδίως ἀποπῖπτον τοῦ σώματος. ἐὰν δὲ ἔλαττον τοῦ συμμέτρου μιχθῇ τῷ κηρῷ τῆς ῥητίνης, οὐχ ἕξει τοῦτο δὴ τὸ καλούμενον ἐχέκολλον, ὡς ἑλκόμενον ἐπὶ πλέον ἐκτείνεσθαι, πρόδηλον δ’ ὅτι κᾂν ἐπιτεθῇ κατά τινος μορίου, δυσκόλλητον ἔσται καὶ τάχος ἀποπῖπτον αὐτοῦ. τίς οὖν ἡ σύμμετρος μίξις, ὡς πρὸς ἐμπλαστρώδη σύστασιν; εἰ μὲν ἐμοὶ πείθοις τὸ ἴσον ἑκατέρου. μήτε δὲ ὁ κηρὸς ἔστω ξηρὸς καὶ παλαιὸς μήτε ἡ ῥητίνη. κάλλιστα γὰρ οὕτως ἡ σύστασις γίγνεται τοῦ μιχθέντος ἐξ αὐτῶν, ἐὰν ἀμφότερα λιπαρὰ καὶ μαλακὰ παραλαμβάνηται. εἰ δ’ ὑπερβάλλοι θάτερον, ἄμεινον ἀεὶ τὴν ῥητίνην ἐπικρατεῖν, ὥστε ἔνιοι καὶ διπλασίαν στακτῷ τῷ κηρῷ μιγνύουσιν.