De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[θ΄. Περὶ καρδαμώμου.] Καρδάμωμον ἔστι μὲν ἀμέλει καὶ τοῦτο θερμῆς ἱκανῶς δυνάμεως, οὐ μὴν οὕτως ἰσχυρῶς ὡς τὸ κάρδαμον, ἀλλ’ ὅσον ἥδιόν τε καὶ ἀρωματικώτερον ὑπάρχει καρδάμου, τοσοῦτο καὶ τῆς θερμῆς δυνάμεως ἀσθενεστέρας μετείληφεν. οὐ μὴν ἑλκοῦν ἱκανόν ἐστι καὶ αὐτὸ καθ’ αὑτὸ καταπλασσόμενον, ἔχει δέ τι καὶ πικρότητος ἐμφερόμενον ἑαυτῷ, δι’ ἣν καὶ τὰς ἕλμινθας ἀναιρεῖ καὶ ψώρας ἰσχυρῶς ἀποῤῥύπτει καὶ σὺν ὄξει.

13

[ι΄. Περὶ κάρου.] Κάρου τὸ σπέρμα θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν δριμεῖαν μετρίως ἔχον τὴν ποιότητα. ταῦτά τοι καὶ ἄφυσόν ἐστι καὶ οὐρητικὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ τὸ φυτὸν.

[ια΄. Περὶ κασίας.] Κασία ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην που τάξιν. ἔστι δὲ καὶ λεπτομερὴς ἱκανῶς, ἐν δὲ τῇ γεύσει πλεῖστον μὲν ἐν αὐτῇ τὸ δριμὺ, βραχὺ δέ τι καὶ στῦφον, ὥστε καὶ διὰ πάντα ταῦτα τέμνει τε ἅμα καὶ διαφορεῖ τὰ κατὰ τὸ σῶμα περιττὰ, καὶ πρὸς τούτοις ἔτι ῥώμην ἐντίθησι τοῖς ὀργάνοις. ἐπιτήδειος δὲ καὶ πρὸς τὰς τῶν καταμηνίων ἐπισχέσεις ἐστὶν, ὅταν ὑπὸ πλήθους τε ἅμα καὶ πάχους τῶν περιττωμάτων αὐτάρκως κενοῦσθαι κωλύηται.

[ιβ΄. Περὶ καρύων.] Κάρυα. τὸ δένδρον ἔχει μέν τι κᾀν τοῖς βλαστοῖς κᾀν τοῖς φύλλοις στυπτικὸν, ἐναργὲς δὲ καὶ πλεῖστον ἐν τῷ τοῦ καρύου λέμματι προσφάτῳ τε καὶ ξηρῷ. χρῶνται γοῦν αὐτῷ διὰ τοῦτο καὶ οἱ βαφεῖς. ἡμεῖς δὲ καὶ ἐκθλίβοντες αὐτὰ καὶ τὸν χυλὸν ὁμοίως τῷ τῶν

14
μόρων τε καὶ βάτων ἕψοντες σὺν μέλιτι στοματικῷ χρώμεθα φαρμάκῳ, καὶ πρὸς τἄλλα πάντα, πρὸς ἅπερ ἁρμόττουσιν οἱ προειρημένοι χυλοί· τοῦ καρύου δ’ αὐτοῦ τὸ μὲν ἐδώδιμον ἐλαιῶδές τ’ ἐστὶ καὶ λεπτομερὲς, ὥστε διὰ τοῦτο καὶ ἐκχυλοῦται ῥᾳδίως καὶ μᾶλλον, ὅσῳ περ ἂν ἀποκείμενον χρονίζῃ, τοιοῦτο γίνεται. ἔλαιον γοῦν ἐκθλῖψαι δυνατόν ἐστιν ἐξ αὐτοῦ παλαιουμένου. τηνικαῦτα δὲ καὶ διαφορητικὸν ἱκανῶς γίγνεται. ὥστε τινὲς καὶ γαγγραίνας αὐτῷ καὶ ἄνθρακας καὶ αἰγίλωπας ἰῶνται, τινὲς δὲ καὶ πρὸς τὰ νευρότρωτα χρῶνται. πρόσφατον δ’ ὑπάρχον ἔχει τι καὶ τῆς στυφούσης ποιότητος. τὸ δ’ ἀτελὲς ἔτι καὶ μηδέπω ξηρὸν, ὁμοίως τοῖς ἄλλοις καρποῖς, ὅσοι χλωροὶ, πλῆρές ἐστιν ὑγρότητος ἡμιπέπτου. τὸ μέντοι λέπος αὐτοῦ τὸ ξηρὸν καυθὲν λεπτομερές τε γίνεται καὶ ξηραντικὸν καὶ ἄδηκτον φάρμακον. ἔστι δὲ καὶ ἕτερόν τι γένος καρύων μικροτέρων, ἃ δὴ Ποντικὰ προσαγορεύεται, πλείονος μετέχον τῆς γεώδους οὐσίας ψυχρᾶς, ὥστε καὶ αὐστηρότερον γευομένῳ τό τε φυτὸν αὐτὸ καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς φαίνεται, τὰ δ’ ἄλλα
15
παραπλήσιον ὑπάρχει τῷ μεγάλῳ καρύῳ τῷ καλουμένῳ πρός τινων βασιλικῷ. προσαγορεύεται δὲ τὸ μικρὸν τοῦτο κάρυον ὑπὸ τῶν πολλῶν λεπτοκάρυον.

[ιγ΄. Περὶ καυκαλίδος.] Καυκαλίς. ἔνιοι δὲ τοῦτο δαῦκον ἄγριον ὀνομάζουσιν· ἔστι γὰρ ὅμοιον αὐτῷ καὶ κατὰ τὴν γεῦσιν καὶ κατὰ τὴν δύναμιν. θερμαίνει τε γὰρ ὡς ἐκεῖνο καὶ ξηραίνει καὶ διουρεῖται, καὶ ταριχεύεταί γε εἰς ἀπόθεσιν.

[ιδ΄. Περὶ καρπησίου.] Καρπήσιον ὅμοιον μὲν ὑπάρχει τῷ καλουμένῳ φοῦ κατά τε τὴν γεῦσιν καὶ τὴν δύναμιν, ἐπιπλέον δ’ ἐστὶ λεπτομερὲς, διὸ καὶ μᾶλλον ἐκείνου ῥύπτει τὰς τῶν σπλάγχνων ἐμφράξεις καὶ οὖρα κινεῖ καὶ νεφροὺς ἐκκαθαίρει λιθιῶντας. οὐ μὴν εἰς τοσοῦτόν γε λεπτομερές ἐστιν, ὡς ἀντὶ κινναμώμου χρῆσθαι μὴ παρόντος, ὥσπερ ὁ Κόϊντος ἔπραττεν. ἄμεινον μὲν οὖν ἐστι τὸ Ποντικὸν καρπήσιον τοῦ Λαερτικοῦ, οὐ μὴν οὐδ’ αὐτὸ πλησίον κινναμώμου τὴν δύναμιν, ἀλλὰ καὶ τῆς ἀρίστης κασίας οὐκ ὀλίγῳ λειπόμενον. ὠνόμασται δ’ ἑκάτερον ἀπό τινων ὀρῶν 

16
τῆς Παμφυλίας, ἐν οἷς γεννᾶται καὶ πλείστων αὐτῶν εὐπορήσαις ἂν ἐν Συρίῃ.

[ιε΄. Περὶ κέγχρου.] Κέγχρος ψύχει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ ἤτοι κατὰ τὴν τρίτην ἐκλελυμένην ἢ τὴν δευτέραν ἐπιτεταμένην. ἔστι δέ περ καὶ λεπτομερὴς ἐπ’ ὀλίγον. ἐξ οὖν τῆς τοιαύτης συστάσεώς τε καὶ κράσεως ἐσθιόμενος μὲν ὡς ἔδεσμα παντελῶς ὀλιγότροφόν ἐστιν ἁπάντων σχεδόν τι τῶν σιτηρῶν ἐδεσμάτων. ἀτὰρ οὖν καὶ τὴν κοιλίαν ἐπιξηραίνει, ἔξωθεν δὲ ἐπιτιθέμενος διά τε μαρσύππων ἐπιτήδειός ἐστι πυρία τοῖς ἀδήκτως ξηρανθῆναι δεομένοις, καὶ καταπλασσόμενος δὲ ξηραίνειν πέφυκεν, ἱκανῶς μέντοι ψαθυρὸν καὶ διὰ τοῦτο δύσχρηστον γίγνεται τὸ δι’ αὐτοῦ κατάπλασμα.

[ιστ΄. Περὶ κέδρου.] Κέδρος ἐστὶ μὲν διττὴ κατ’ εἶδος, ἡ μὲν ἑτέρα θαμνώδης, ὁμοίως ταῖς ἀρκεύθοις, ἡ δ’ ἑτέρα δένδρον οὐ μικρόν. εἰσὶ δ’ ἀμφότεραι θερμῆς καὶ ξηρᾶς κράσεως, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἄμφω. ἡ μέντοι κεδρέα, καλεῖται δ’ οὕτω τὸ ἔλαιον τὸ ἐκ τῆς κέδρου, καὶ τῆς τετάρτης ἂν ἤδη δόξειεν ἐφάπτεσθαι τάξεως,

17
ἱκανῶς θερμή τε ἅμα καὶ λεπτομερὴς ὑπάρχουσα. τὰς μὲν οὖν ἁπαλὰς σάρκας ἑτοίμως τε ἅμα καὶ ἀνωδύνως σήπει, καθάπερ καὶ τἄλλα, τὰ τῆς μὲν αὐτῆς τάξεως ὑπάρχοντα κατὰ τὸ θερμαίνειν, λεπτομερῆ δὲ ταῖς οὐσίαις ὄντα· ἐπὶ δὲ τῶν σκληρῶν ἐν χρόνῳ τε πλείονι καὶ μόγις ἐνεργεῖ. καλεῖται μὲν οὖν τὰ τοιαῦτα φάρμακα πάντα σηπτικά τε καὶ σηπτά. διαφέρει δ’ ἀλλήλων κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ἔστι δὲ καὶ αὐτῶν τῶν τοιούτων φαρμάκων ἐκ τῆς πρώτης τε καὶ ἀσθενεστάτης τάξεως ἡ κεδρέα· τὰ πλεῖστα γὰρ αὐτῶν ἐστιν ἱκανῶς δραστήρια. τὰ μὲν οὖν τοιαῦτα καὶ τὰς τῶν νεκρῶν σωμάτων διαφθείρει σάρκας· ἡ μέντοι κεδρέα ξηραίνει τε καὶ ἄσηπτα διαφυλάττει τὰ τεθνεῶτα σώματα, τὰς μὲν ὑγρότητας αὐτῶν ἐκβοσκομένη τὰς περιττὰς, τῶν στερεῶν δ’ οὐχ ἁπτομένη σωμάτων. ἐπὶ δὲ τῶν ζώντων ἡ θερμότης ἡ ἐν τοῖς σώμασι συναυξάνουσα τὴν δύναμιν τῆς κεδρέας αἰτία γίγνεται τοῦ τὰς ἁπαλὰς σάρκας ὑπ’ αὐτῆς διακαίεσθαι. θαυμαστὸν δ’ οὐδὲν, εἰ τοσαύτη τὴν δύναμιν καὶ φθεῖρας καὶ κονίδας καὶ ἀσκαρίδας καὶ τοὺς ἐν τοῖς ὠσὶ σκώληκας ἀναιρεῖν πέφυκεν, ἔμβρυά τε προστιθεμένη
18
τὰ μὲν ζῶντα κτείνει, τὰ δὲ νεκρὰ ἐκβάλλει. καθάπερ οὖν καὶ αὐτὸ τὸ κατὰ συνουσίαν σπέρμα, περιαλειφομένη τῷ αἰδοίῳ. καὶ διὰ ταῦτ’ ἀτόκιόν ἐστι φάρμακον οὕτω χρωμένοις οὐδενὸς δεύτερον, ἄλλα τε πολλὰ κατὰ μέρος ἐργάζεται τοιαῦτα. τεκμήριον γοῦν τοῦ θερμαίνειν ἰσχυρῶς, ὥσπερ κᾀπειδὰν τοῖς τῶν ὀδόντων ἐνσταχθῇ τρήμασι· τὸ μὲν γὰρ ἄλγημα πρᾳΰνει, θραύει δ’ αὐτούς. λεπτύνει δὲ καὶ τὰς τῶν ὀφθαλμῶν οὐλὰς καὶ τὰς διὰ πάχος ὑγρῶν ἀμβλυωπίας ἰᾶται. τὸ δὲ λιπαρώτατον ἐξ αὐτῆς καὶ ἀκριβῶς ἐλαιωδέστατον, ὃ διὰ τῶν ὑπεραιωρουμένων ἐρίων ἑψομένης ἀθροίζεται, λεπτομερέστερον μὲν γίγνεται τῆς ὅλης κεδρέας, ἧττον δὲ δριμὺ, καίτοι θερμαῖνον οὐχ ἧττον. ἔχει γὰρ ὡς πρὸς τὸ ὑπολειπόμενον τῆς κεδρέας τὸ παχυμερέστερον τὸν αὐτὸν λόγον, ὅνπερ καὶ τὸ ἔλαιον πρὸς τὴν ἀμόργην. ὅθεν ἐκεῖνο μὲν, ὡς ἂν παχυμερὲς ὑπάρχον, δακνῶδές τ’ ἐστὶ καὶ ἀναστομωτικὸν, καὶ διὰ τοῦτο τῶν ἑλκῶν ἐρεθιστικόν τε ἅμα καὶ φλεγμονῶδες. ἡ δ’ ἐλαιώδης κεδρέα πραεῖα τὴν δύναμίν ἐστιν εἰς τοσοῦτον, ὥστε τῇ πείρᾳ μαθόντες οἱ ἰδιῶται τὰ
19
γιγνόμενα τραύματα τοῖς κειρομένοις προβάτοις ὑπὸ τῶν ψαλίδων ἐπαλείφοντες αὐτὴν θεραπεύουσιν, ὥσπερ καὶ τὴν ὑγρὰν πίσσαν. χρῶνται δ’ αὐτῇ καὶ πρὸς τὰς ψώρας τῶν προβάτων καὶ τοὺς κρότωνας. αἱ δὲ κεδρίδες, οὕτω γὰρ ὀνομάζουσιν τὸν καρπὸν τῆς κέδρου, μετριωτέραν ἔχουσι τὴν δύναμιν, ὥστε καὶ ἐσθίεσθαι δύνασθαι. πλείους μέντοι καὶ τούτων, εἴ τις προσενέγκαιτο, τήν τε κεφαλὴν ἀλγεῖ καὶ θερμαίνεται καὶ δάκνεται κατὰ τὴν γαστέρα.