De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ιζ΄. Περὶ κενταυρίου τοῦ μεγάλου.] Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὥσπερ ἐν τῇ γεύσει ποιότητας ἐναντίας, οὕτω κᾀν τῇ χρείᾳ τὰς ἐνεργείας ἐπιδείκνυται. κατὰ μὲν οὖν γεῦσιν δριμεῖά τε ἅμα καὶ στύφουσα φαίνεται μετά τινος βραχείας γλυκύτητος, κατὰ δὲ τὰς ἐνεργείας ἡ μὲν δριμύτης τὰ τῆς θερμότητος ἔργα διαδείκνυται, προτρέπουσα καταμήνια καὶ ἔμβρυα νεκρὰ κατασπῶσα καὶ ζῶντα διαφθείρουσά τε καὶ ἐκβάλλουσα, ἡ δὲ στύψις τὰ τῆς παχυμεροῦς καὶ γεώδους ψυχρότητος, ἔν τε τῷ κολλᾷν τὰ τραύματα καὶ τοὺς αἷμα πτύοντας ὠφελεῖν. δίδονται δ’ αὐτοῖς δραχμαὶ

20
δύο, τοῖς μὲν πυρέσσουσι μεθ’ ὕδατος, τοῖς δὲ ἀπυρέτοις· μετ’ οἴνου, κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν ποιοτήτων ἐνέργειαν καὶ ῥήγμασι καὶ σπάσμασι καὶ δυσπνοίᾳ καὶ ταῖς πεπαλαιωμέναις ἁρμόττει βηξίν. οὐ γὰρ ἐκκενῶσαι χρὴ μόνον ἐπὶ τούτων τὸ παρὰ φύσιν, ἀλλὰ καὶ ῥῶσαι καὶ τονῶσαι τὰ ἐκκαθαρθέντα. εἰς μὲν οὖν τὸ κενῶσαι χρήσιμος ἡ δριμύτης, ὅταν μὴ μόνη μηδ’ εἰλικρινὴς ὑπάρχει, ἀλλ’ ἤτοι γλυκύτητί τινι μίγνυται, ἢ οὐ πάντως γε πικρότητι. τὸ γὰρ ἰσχυρὸν οὕτω γε καὶ τὸ βίαιον οὐχ ἕξει, μεμιγμένης αὐτῇ τινος οὐσίας εὐκράτου, τοιαύτη γὰρ ἡ γλυκεῖα. εἰς δὲ τὸ ῥῶσαι καὶ τὸ συναγαγεῖν τὰ κενωθέντα τῆς στύψεως ἡ χρεία. τὰ δ’ αὐτὰ τῇ ῥίζῃ καὶ ὁ χυλὸς αὐτῆς ἐργάζεται καί τινες ἀντὶ λυκίου χρῶνται τῷ φαρμάκῳ.

[ιη΄. Περὶ κενταυρίου μικροῦ.] Κενταυρίου τοῦ μικροῦ μὲν ἡ ῥίζα παντάπασιν ἄπρακτος, οἱ δὲ κλῶνές γε καὶ μᾶλλον τὰ φύλλα τὰ ἐπ’ αὐτῶν καὶ τὰ ἄνθη χρησιμώτατα. κρατεῖ δ’ ἐν αὐτοῖς ἡ πικρὰ ποιότης, ὀλίγον τι καὶ στύψεως μετέχουσα, καὶ διὰ τὴν τοιαύτην κρᾶσιν ἰσχυρῶς 

21
ξηραντικόν ἐστι τὸ φάρμακον, ἄνευ δήξεως. ὅτι δὲ πάντα τὰ τοιαῦτα χρησιμώτερα καὶ πρόσθεν μὲν εἴρηται καὶ νῦν δ’ οὐδὲν ἧττον ἀναμνῆσαι καιρὸς, ἁπάσας αὐτοῦ τὰς κατὰ μέρος ἐνεργείας διελθόντες. τά τε οὖν μεγάλα τραύματα κολλᾶται καταπλαττόμενα, τῆς πόας αὐτῆς ἔτι προσφάτου, καὶ τὰ παλαιὰ δὲ καὶ τὰ δυσκατούλωτα τῶν ἑλκῶν ἐπουλοῦται, κατὰ τὸν αὐτὸν τρόπον χρωμένων, καὶ ξηρανθεῖσα δὲ ταῖς κολλητικαῖς τε καὶ ξηραντικαῖς μίγνυται δυνάμεσιν, ὅσαι κόλπους καὶ σύριγγας ἰᾶσθαι πεφύκασι, καὶ τὰς παλαιὰς σκληρότητας μαλάσσειν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶσθαι. μίγνυται δὲ τοῖς τὰς ῥευματικὰς διαθέσεις ἰωμένοις, ἐφ’ ὧν ἄριστα φάρμακά ἐστιν ὅσα ξηραίνοντα σφοδρῶς ἅμα τινὶ στύψει μηδεμίαν ἔχει δῆξιν. τὸ δ’ ἀφέψημα τῆς πόας ἐνιᾶσί τινες ἰσχιαδικοῖς, ὡς ἄγον χολώδη τε καὶ παχέα, καὶ γὰρ καθαίρει τοιαῦτα, καὶ μὲν δὴ καὶ ὅταν ἐνεργήσῃ σφοδρῶς, ὡς αἱματώδη κενοῦν, ὠφελεῖ μᾶλλον. ὁ δὲ χυλὸς αὐτοῦ πλησίας ὑπάρχων δυνάμεως, τουτέστι τῆς ξηραντικῆς τε καὶ ῥυπτικῆς, τά τε ἄλλα τὰ προειρημένα καλῶς ἐργάζεσθαι πέφυκε
22
καὶ μετὰ μέλιτος ὑπαλείφεται τοῖς ὀφθαλμοῖς, ἔμμηνὰ τε προστιθέμενος ἄγει καὶ ἔμβρυα. διδόασι δ’ αὐτοῦ πίνειν ἔνιοι καὶ τοῖς τὰ νεῦρα πεπονθόσιν, ὡς κενοῦντός τε καὶ ξηραίνοντος ἀλύπως τὰ ἐμπεπλασμένα. καὶ γὰρ οὖν καὶ τῶν καθ’ ἧπαρ ἐμφράξεων ἄριστόν ἐστι φάρμακον, ἀγαθὸν δὲ καὶ σπληνὶ σκιῤῥουμένῳ, καὶ ἔξωθεν μὲν ἐπιτιθέμενον, οὐδὲν δὲ ἧττον εἰ καὶ πίνειν τις ἐθέλει.

[ιθ΄. Περὶ κεράσου.] Κέρασος τὸ δένδρον καρπὸν φέρει, στύψεως οὐκ ἴσης ἐν ἅπασι τοῖς κατὰ μέρος φυτοῖς μετέχον· καὶ γὰρ καὶ τούτων, ὥσπερ καὶ τῶν ῥοιῶν καὶ τῶν μήλων, ἐν τισὶ μὲν ἡ αὐστηρὰ ποιότης, ἐν τισὶ δὲ ἡ γλυκεῖα, ἐν τισὶ δὲ ἡ ὀξεῖα κρατεῖ. καὶ μὲν δὴ καὶ αὐτῶν τῶν γλυκέων ὅσα μήπω πέπειρα τὰ μὲν ἱκανῶς στρυφνὰ τετύχηκεν ὄντα, τὰ δὲ ὀξέα τοῖς μόροις ὡσαύτως. ἀλλ’ ἐν μὲν τοῖς μόροις τοῖς ἀώροις ἡ ὀξεῖα ποιότης ἐπικρατεῖ τῆς στρυφνῆς, ἐν δὲ τοῖς κερασίοις οὐκ ἀεί. τὰ μὲν οὖν γλυκύτερα μᾶλλον μὲν ὑπάγει τὰ κατὰ τὸ ἔντερον, ἧττον δ’ ἐστὶν εὐστόμαχα, τὰ δ’ αὐστηρὰ τοὔμπαλιν. ὅσα δὲ ὀξέα φλεγματώδεσι

23
καὶ περιττωματικοῖς στομάχοις ἁρμόττει. ξηραίνει τε γὰρ μᾶλλον τῶν αὐστηρῶν καί τι καὶ τμητικὸν ἔχει. τὸ δὲ κόμμι τοῦ δένδρου τὴν μέν τινα· κοινὴν ἔχει δύναμιν ἅπασι τοῖς γλίσχροις τε ἅμα καὶ ἀδήκτοις φαρμάκοις, ἣ καὶ πρὸς τὰς τετραχυσμένας ἀρτηρίας ἁρμόττει, τὴν δ’ ἴδιον, εἴ γε ἀληθές ἐστιν ὃ γράφουσί τινες, ὡς μετ’ οἴνου πινόμενον ὀνίνησι λιθιῶντας. ὑπάρχοι ἂν γὰρ οὕτω γέ τις αὐτῷ λεπτομερὴς δύναμις.

[κ΄. Περὶ κερατωνίας.] Κερατωνία ξηραντικῆς ἐστι καὶ στυπτικῆς δυνάμεως, ὥσπερ καὶ ὁ καρπὸς αὐτῆς τὰ κεράτια καλούμενα, μετέχων δηλονότι καὶ γλυκύτητός τινος. πέπονθε δέ τι καὶ ταῦτα τοῖς κερασίοις παραπλήσιον. ὑγρὰ μὲν γὰρ μᾶλλον ὑπάγει τὴν γαστέρα, ξηρὰ δ’ ἵστησι μᾶλλον, ὡς ἂν ἀποπνέοντα μὲν τὴν ὑγρότητα, τὸ γεωδέστερον δὲ τῆς οὐσίας ὑπολειπόμενον ἔχοντα.

[κα΄. Περὶ κέστρου.] Κέστρον ἢ ψυχότροφον, Ῥωμαϊστὶ δὲ βετονίκη, δύναμιν ἔχει τμητικὴν, ὡς ἡ γεῦσις δηλοῖ. πικροτέρα γάρ ἐστι καὶ ὑπόδριμυς ἡ πόα, ὡς δηλοῖ καὶ ἡ κατὰ

24
μέρος ἐνέργεια. καὶ γὰρ τοὺς ἐν νεφροῖς λίθους διαιρεῖ καὶ πνεύμονα καὶ θώρακα καὶ ἧπαρ καθαίρει τε καὶ διαῤῥύπτει καὶ καταμήνια κινεῖ καὶ ἐπιλήπτους ὠφελεῖ καὶ ῥήγματα καὶ σπάσματα θεραπεύει, καὶ πᾶσι τοῖς τῶν θηρίων δήγμασιν ἐπιπλαττομένη τῷ ἕλκει βοηθεῖ καὶ ὀξυρεγμιῶντάς τε καὶ ἰσχιαδικοὺς ὀνίνησι πινόμενον.

[κβ΄. Περὶ κηκίδος.] Κηκὶς ἡ μὲν ὀμφακῖτις ὀνομαζομένη στρυφνὸν ἱκανῶς ἐστι φάρμακον, οὐσίας γεώδους ψυχρᾶς τὸ πλεῖστον μετέχουσα, δι’ ἣν ξηραίνει καὶ ἀποκρούεται ῥεύματα καὶ συνάγει καὶ σφίγγει τὰ χαλαρὰ καὶ ἄῤῥωστα μόρια καὶ πᾶσι τοῖς ῥοώδεσι πάθεσι γενναίως ἀνθίσταται. καὶ κείσθω τῆς τρίτης μὲν ἐν τῷ ξηραίνειν, τῆς δευτέρας δὲ ἐν τῷ ψύχειν τάξεως. ἡ δ’ ἑτέρα κηκὶς, ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη, ξηραίνει μὲν καὶ αὐτὴ, ἀλλ’ εἰς τοσοῦτον ἧττον, εἰς ὅσον καὶ τῆς στρυφνῆς ποιότητος ἧττον μετείληφεν. ἑψομένη τοιγαροῦν αὐτὴ καθ’ αὑτὴν, εἶτα λειουμένη, κατάπλασμα τῶν ἐν ἕδρᾳ φλεγμονῶν ἐστι καὶ προπτώσεων οὐκ ἀγεννές. ἑψεῖν δὲ χρὴ μετρίας μὲν τῆς στύψεως

25
δεόμενον ἐν ὕδατι, σφοδροτέρας δ’ ἐν οἴνῳ, καὶ εἰ μᾶλλον ἔτι δέοιτο παραυξῆσαι τὴν στύψιν, ἔστω σοι καὶ ὁ οἶνος αὐστηρότερος. οἰνοκηκίδα ταύτην ὀνομάζουσιν οἱ παρ’ ἡμῖν ἄγροικοι. καυθεῖσαι δὲ αἱ κηκίδες ἰσχαίμου δυνάμεως γίγνονται καὶ δηλονότι θερμότητος καὶ δριμύτητος ἐκ τῆς καύσεως μεταλαμβάνουσι, καὶ λεπτομερέστεραι τῶν ἀκαύστων εἰσὶ καὶ ξηραντικώτεραι. χρὴ δὲ ὅταν ἰσχαίμους αὐτὰς ποιῆσαι βουληθῇς, διαπύρους ἐπ’ ἀνθράκων ἐργασάμενον καὶ οἴνῳ, ἢ ὄξει σβεννύναι.

[κγ΄. Περὶ κηροῦ.] Κηρὸς ἐν τῷ μέσῳ πώς ἐστι τῶν θερμαινόντων τε καὶ ψυχόντων, ὑγραινόντων τε καὶ ξηραινόντων. ἔχει δέ τι καὶ παχυμερὲς καὶ ἐμπλαστικὸν, διὸ οὐ μόνον οὐ ξηραίνειν, ἀλλὰ καὶ κατὰ συμβεβηκὸς ὑγραίνειν ἂν ἴσως δόξειε κωλύων τὰς διαπνοὰς, ὅθεν καὶ ὕλη τῶν ἄλλων ἐστὶ φαρμάκων τῶν θερμαινόντων τε καὶ ψυχόντων, αὐτὸς δὲ καθ’ ἑαυτὸν ἐκ τῶν πεπτικῶν ἂν εἴη τῶν ἀσθενῶν, οὔτ’ εἴσω τοῦ σώματος λαμβανόμενον, ἀλλὰ τῶν ἔξωθεν 

26
ἐπιτιθεμένων. ἔχει γάρ τι βραχὺ διαφορητικῆς τε καὶ θερμῆς δυνάμεως, ἧς πλείστης τὸ μέλι μετείληφε.

[κδ΄. Περὶ κίκεως.] Κίκεως ὁ καρπὸς ὥσπερ καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητικὴν ἔχει δύναμιν, οὕτω καὶ τὸ φύλλον, ἀλλὰ πάντῃ ἀσθενέστερον. τό γ’ ἔλαιον τὸ ἐκ τοῦ καρποῦ θερμότερόν τε καὶ λεπτομερέστερόν ἐστι τοῦ κοινοῦ ἐλαίου καὶ διὰ τοῦτο καὶ διαφορητικόν.