De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ καλαμίνθης.] Καλαμίνθη λεπτομερὴς τὴν οὐσίαν ἐστὶ καὶ θερμὴ καὶ ξηρὰ τὴν κρᾶσιν, ἐκ τῆς τρίτης που τάξεως κατ’ ἀμφοτέρας τὰς ποιότητας. ἐναργῆ δὲ τούτων τὰ γνωρίσματα τά τε τῇ γεύσει φαινόμενα καὶ τὰ διὰ τῆς πείρας γιγνωσκόμενα. τῇ μὲν γὰρ γεύσει δριμεῖά τε καὶ θερμὴ σαφῶς ἐστι καὶ βραχύ τι παντελῶς ὑπόπικρον ἔχει. πειρωμένοις δ’ αὐτῆς καὶ προσάγουσι τῷ σώματι πρῶτον μὲν ἔξωθεν ἐπιτιθεμένη λίαν θερμαίνει τε καὶ δάκνει καὶ ἀμύττει τὸ δέρμα καὶ τελευτῶσα ἕλκος ἐργάζεται. λαμβανομένη δὲ εἴσω τοῦ σώματος αὐτή τε καθ’ ἑαυτὴν ξηρὰ καὶ διὰ μελικράτου, θερμαίνει τε σαφῶς καὶ ἱδρῶτας κινεῖ καὶ διαφορεῖ καὶ ξηραίνει τὸ πᾶν σῶμα. διὰ τοῦτο γοῦν αὐτῇ τινες ἐχρήσαντο καὶ πρὸς τὰ κατὰ περίοδον ῥίγη, ἔξωθεν μὲν ἐναφέψοντες ἐλαίῳ καὶ συναλείφοντες ὅλον τὸ σῶμα μετὰ τρίψεως γενναίως, ἔσωθεν δὲ λαμβάνοντες, ὡς εἴρηται. καὶ μέν γε καὶ κατὰ τῶν ἰσχίων

5
καταπλάττουσί τινες αὐτὴν ἐπὶ τῶν ἰσχιαδικῶν ἀῤῥωστημάτων ὡς γενναῖον βοήθημα· καὶ γὰρ ἕλκει τὰ ἐκ τοῦ βάθους εἰς τὴν ἐκτὸς ἐπιφάνειαν καὶ θερμαίνει σύμπαν τὸ ἄρθρον, ἐπικαίει τε σαφῶς τὸ δέρμα καὶ καταμήνιά τε πινομένη καὶ προστιθεμένη προσκαλεῖται πάνυ δραστηρίως. ἀγαθὸν δὲ καὶ τῶν ἐλεφαντιώντων φάρμακον, οὐ μόνον τῷ γενναίως διαφορεῖν τοὺς λεπτοὺς χυμοὺς, ἀλλὰ καὶ τῷ λεπτύνειν καὶ τέμνειν ἰσχυρῶς τοὺς παχεῖς, οἷοί πέρ εἰσιν οἱ τὸ τοιοῦτο νόσημα γεννῶντες, οὕτω δὲ καὶ οὐλὰς μελαίνας λαμπρύνει καὶ ὑπώπια διαφορεῖ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων χλωρὰν ἐν οἴνῳ ἑψηθεῖσαν καταπλάττειν αὐτὴν μᾶλλον, ἢ ξηράν. ἰσχυροτέρα γὰρ ξηρανθεῖσα γίγνεται καὶ καίειν ἑτοιμοτέρα. τῷ δ’ εἶναι τοιαύτη καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα παραλαμβάνεται, καθάπερ τά τε καυτήρια καὶ ὅσα τῶν φαρμάκων ἐστὶ θερμὰ καὶ δριμέα καὶ λεπτομερῆ καὶ ῥᾳδίως ἐκ τοῦ βάθους ἐπισπώμενα πρὸς ἑαυτὰ τὴν παρακειμένην ἅπασαν ὑγρότητα. ἡ δὲ συνοῦσα πικρότης αὐτῇ βραχεῖα μέν ἐστι παντελῶς· δρᾷ δ’ ἅπερ ἡ ἰσχυροτάτη 
6
πρὸς ἔνια, διὰ τὸ συνεῖναι σφοδρᾷ θερμότητι μετὰ λεπτομεροῦς οὐσίας. οὕτω γοῦν ἀσκαρίδας τε καὶ ἕλμινθας ὁ χυλὸς αὐτῆς ἐνιέμενός τε καὶ πινόμενος ἀναιρεῖν πέφυκε. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοὺς ἐν ὠσὶ σκώληκας, ἢ εἴ που καθ’ ἕλκους σηπεδονώδους ἑτέρωθι τοῦ σώματος ἡ τοιαύτη γένοιτο διάθεσις. οὕτω δὲ καὶ τὰ κυούμενα πινομένη τε καὶ προστιθεμένη διαφθείρει τε καὶ ἐκβάλλει. ἡ μὲν οὖν τμητικὴ δύναμις ὑπάρχει διά τε τὸ θερμὸν αὐτῆς καὶ λεπτομερὲς καὶ πικρὸν, ἡ δὲ ῥυπτικὴ διὰ τὸ πικρὸν μόνον. καὶ τοίνυν ὀνίνησι τοὺς μὲν ἀσθματικοὺς διὰ πάντα τὰ εἰρημένα, τοὺς δ’ ἰκτεριώδεις διὰ τὴν πικρότητα μάλιστα, καθάπερ καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ πικρὰ τῷ ῥύπτειν τε καὶ καθαίρειν τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις. ἔστι δ’ εἰς ἅπαντα τὰ εἰρημένα πρακτικωτέρα ἡ ὄρειος.

[β΄. Περὶ καλάμου ἀρωματικοῦ.] Κάλαμος ἀρωματικὸς καὶ στύψεως βραχείας καὶ δριμύτητος ἐλαχίστης μετέχει. τὸ δὲ πλεῖστον αὐτοῦ γεώδους οὐσίας ἐστὶ καὶ ἀερώδους, εὔκρατον ἐν τῇ κατὰ θερμότητα καὶ ψυχρότητα συζυγίᾳ.

7
ὅθεν οὐρητικός τε μετρίως ἐστὶν καὶ ταῖς πρὸς ἧπαρ καὶ στόμαχον ἐπιτιθεμέναις μίγνυται δυνάμεσιν, εἴς τε τὰς τῆς ὑστέρας πυρίας, ὅσαι φλεγμονῆς ἕνεκεν ἢ καταμηνίων ἐρεθισμοῦ παραλαμβάνονται, χρησίμως μίγνυται. κείσθω τοίνυν δευτέρας τάξεως τῶν θερμαινόντων καὶ ξηραινόντων, καὶ σφοδρότερόν γε ξηραινόντων ἢ θερμαινόντων. ἔχει δέ τι καὶ λεπτομερὲς, ὥσπερ καὶ τἄλλα σύμπαντα ἀρώματα. ἀλλ’ ἐκείνων μὲν τοῖς πλείστοις πάμπολυ τὸ λεπτομερὲς ὑπάρχει, τῷ καλάμῳ δ’ οὐ πολύ.

[γ΄. Περὶ καλάμου φραγμίτου.] Καλάμου φραγμίτου τὴν ῥίζαν σὺν βολβοῖς ἀκίδας καὶ σκόλοπας ἐκ βάθους ἐπισπᾶσθαί τινες ἔγραψαν, ὡς ἂν ἑλκτικῆς τινος ὑπαρχούσης αὐτῇ δυνάμεως. οὐ μὴν ἡμεῖς γε ἐπειράθημεν, ὅσον μέντοι τῇ γεύσει τεκμήρασθαι, ῥυπτικῆς μετέχει δυνάμεως οὐκ ὀλίγης, ἥκιστα δριμείας. τὰ μέντοι φύλλα τὰ χλωρὰ μετρίως ἐμψύχει, μετέχοντα τῆς ῥυπτικῆς καὶ ταῦτα δυνάμεως. ὁ φλοιὸς δὲ αὐτοῦ καυθεὶς λεπτομεροῦς ἱκανῶς καὶ διαφορητικῆς γίνεται δυνάμεως, ἔχων τι καὶ ῥυπτικὸν, ὥστε καὶ ξηραίνειν

8
καὶ θερμαίνειν κατὰ τὴν τρίτην που τάξιν, καὶ πλέον γε ξηραίνειν ἢ θερμαίνειν. φυλάττεσθαι δ’ αὐτοῦ προσήκει τὴν καλουμένην ἀνθήλην. ἐμπίπτουσα γὰρ τοῖς ὠσὶν ἐμπλάττεται ἀναπολύτως καὶ κακοῖ τὴν ἀκοὴν, ὥστε κωφώσεις ἐργάζεσθαι πολλάκις.

[δ΄. Περὶ καγκάνου.] Καγκάνου ἡ ῥίζα δυνάμεως μέν ἐστιν ἀδήκτου τε καὶ μετρίως ξηραντικῆς, οὐσίας δὲ παχυμεροῦς ἐμπλαστικῆς. ὅθεν οἴνῳ βρεχομένη, καθάπερ ἡ τραγάκανθα καὶ ἐκλειχομένη, τὰς τῆς ἀρτηρίας ἰᾶται τραχύτητας, οὐδὲν δ’ ἧττον, εἰ καὶ διαμασήσαιτό τις αὐτὴν, ὁ παραῤῥέων χυλὸς ὀνίνησι τὴν ἀρτηρίαν ὁμοίως τῷ τῆς γλυκυρίζης.

[ε΄. Περὶ καννάβεως.] Καννάβεως ὁ καρπὸς ἄφυσός τε καὶ ξηραντικὸς εἰς τοσοῦτόν ἐστιν ὡς, εἰ πλείων βρωθείη, ξηραίνειν τὴν γονήν. ἔνιοι δὲ χλωρὸν αὐτὸν χυλίζοντες εἰς ὤτων ἀλγήματα χρῶνται τὰ κατ’ ἔμφραξιν, ὡς ἐμοὶ δοκεῖ, γινόμενα.

[στ΄. Περὶ καπνίου.] Κάπνιος οἱ δὲ καπνὸν ὀνομάζουσι, δριμείας ἅμα καὶ πικρᾶς μετέχει ποιότητος, οὐκ ἀπήλλακται

9
δὲ παντάπασιν οὐδὲ τῆς στρυφνῆς, ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις τε καὶ ἀτονίας ἰᾶται, καὶ ὁ χυλὸς δ’ αὐτῆς ὀξυδερκής ἐστι καὶ ἐπισπώμενος οὐκ ὀλίγον δάκρυον, ὥσπερ ὁ καπνὸς, ἐντεῦθεν δ’ αὐτῇ καὶ τοὔνομα. ἐχρῆτο δ’ αὐτῇ τις ἰδιώτης καὶ ὡς στόμαχον ῥωννυούσῃ μετὰ τοῦ καὶ γαστέρα λαπάσσειν. ἐξήραινε γὰρ τὴν πόαν πρότερον καὶ ἀπετίθετο καὶ οὕτως ἀπέπασσεν ὑπαγωγῆς μὲν ἕνεκα μελικράτῳ, ῥωννύναι δὲ βουλόμενος τὸν στόμαχον οἴνῳ κεκραμένῳ [δηλονότι].

[ζ΄. Περὶ καππάρεως.] Καππάρεως ὁ μὲν τῆς ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. ᾧ καὶ δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων. ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις, εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ

10
τοῦ σώματος λαμβανόμενον, ἤτοι ἀφεψημένον ἐν ὄξει καὶ ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ἢ ξηρὸν κεκομμένον ἀναμιγνύμενον αὐτοῖς. καὶ γὰρ δὴ καὶ κενοῖ φανερῶς τοὺς γλίσχρους καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν, οὐ δι’ οὔρων μόνον, ἀλλὰ καὶ κατὰ γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν, ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι. καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ ῥήγμασι καὶ σπάσμασι βοηθεῖ. τὸ δ’ ὅτῳ χρὴ πόματι μιγνύειν αὐτὴν ἐφ’ ἑκάστου τῶν παθῶν, οὐ τῆς προκειμένης πραγματείας ἐστὶν, ἀλλ’ ἤτοι τῆς περὶ συνθέσεως φαρμάκων, ἢ τῆς θεραπευτικῆς μεθόδου. καὶ καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν ἕλκεσι τῆς ῥίζης ὁ φλοιὸς ἀγαθὸν φάρμακον, ὡς ἂν ἀποῤῥύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς, καὶ τοὺς τῶν ὀδόντων τε πόνους κατὰ τὰς προειρημένας ὠφελεῖ ποιότητας, ἐνίοτε μὲν ὄξει συνεψηθεὶς, ἐνίοτε δ’ οἴνῳ, πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. ἔστι δὲ οὐδὲ τούτων τοὺς καιροὺς διορίσαι τῆς ἐνεστώσης πραγματείας. οὐ γὰρ τοῦτο πρόκειται νῦν, ἀλλ’ ἐξ ἑκάστου τῶν κατὰ μέρος 
11
ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης ὁ καρπὸς ἀνάλογον ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα. καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς αὐτῶν ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ σκώληκας ὁ χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. ἡ δ’ ἐν τοῖς θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἡ ἐν Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.

[η΄. Περὶ καρδάμου.] Καρδάμου τὸ σπέρμα καυστικῆς

12
μετέχει δυνάμεως, ὥσπερ τὸ νᾶπυ, καὶ διὰ τοῦτο ἰσχιάδας, κεφαλαλγίας καὶ ὁτιοῦν ἄλλο τῶν δεομένων φοινίξεως ἐκθερμαίνουσιν αὐτῷ, καθάπερ τῷ νάπυϊ. μίγνυται δὲ καὶ τοῖς πρὸς τοὺς ἀσθματικοὺς διδομένοις φαρμάκοις, ὡς ἂν δηλονότι τέμνειν ἰσχυρῶς τοὺς παχεῖς χυμοὺς δυνάμενον, ὥσπερ καὶ τὸ νᾶπυ· προσέοικε γὰρ ἐκείνῳ τὰ πάντα. καὶ ἡ πόα δὲ ξηρὰ μὲν γενομένη παραπλησίας ἐστὶ τῷ σπέρματι δυνάμεως, ὑγρὰ δὲ ἔτι καὶ χλωρὰ διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος ἀπολείπεται πάμπολυ καὶ οὕτως ἐστὶ μέτριος ἐν τῷ τοιῷδε τὴν δῆξιν ὥστε καὶ μετ’ ἄρτου δυνατὸν αὐτῇ χρῆσθαι καθάπερ ὄψῳ.