De methodo medendi

Galen

Galen, De methodo medendi

Οὐκοῦν οὐδὲ τὸν σπλῆνα παντάπασι χαλᾷν χρὴ, καὶ γὰρ καὶ οὗτος ἐκκαθαίρει τοῦ ἥπατος ὅσον ἰλυῶδές τέ ἐστι καὶ μελαγχολικὸν, ἐπεὶ δ’ ὑπὸ τοιούτου τρέφεται. καὶ διὰ τοῦθ’, ὅταν ἔμφραξίς τις ἢ φλεγμονὴ κατ’ αὐτὸν γένηται, καὶ μάλιστα ὅταν ᾖ ἐσκιῤῥωμένος, τῶν ἐκφραττόντων καὶ τεμνόντων ἰσχυροτέρων δεῖται. οἷον γάρ ἐστι φάρμακον ἥπατι τὸ ἀψίνθιον, τοιοῦτον τῷ σπληνὶ καππάρεως φλοιός· ὁποῖον δ’ ἥπατι τὸ καλούμενον εὐπατόριον, τοιοῦτον τῷ σπληνὶ τὸ σκολοπένδριον. ὁμοίων μὲν γὰρ δεῖται φαρμάκων κατὰ τὸ γένος ἀμφότερα τὰ σπλάγχνα· τοσούτῳ δ’ ἰσχυροτέρων ὁ σπλὴν, ὅσῳ παχυτέρᾳ χρῆται

921
τροφῇ. σκιῤῥουμένοις οὖν αὐτοῖς αἱ προσήκουσαι τροφαὶ κοιναὶ μὲν τῷ γένει, διαφέρουσαι δὲ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν. ὅθεν εἰ καὶ δι’ ὀξυμέλιτος ἡ κάππαρις ἐσθίοιτο, χρησίμη μὲν ἀμφοτέροις ἐστὶ τοῖς σπλάγχνοις, ἀλλ’ οὔτ’ ἴση τὸ πλῆθος οὔθ’ ὁμοίως κεκραμένον ἔχουσα τὸ ὀξύμελι· πλείων τε γὰρ αὕτη καὶ δι’ ἀκρατεστέρου τοῦ ὀξυμέλιτος ἐπὶ τοῦ σπληνὸς ὠφελιμωτέρα γίγνοιτ’ ἄν. αὕτη μὲν οὖν ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. τῶν δὲ ὁμοίων κατὰ γένος ἢ εἶδος ἢ ὡς ἄν τις ἐθέλοι ὀνομάζειν βοηθημάτων, ἔκ τε τῆς ἐνεργείας αὐτῶν εἴληπται καὶ διαπλάσεως. ἀπὸ δὲ τῆς εἰς τὰ παρακείμενα κοινωνίας, ὅπερ ἐστὶ ταὐτὸν τῇ θέσει, τὸ τὰ μὲν κυρτὰ τοῦ ἥπατος ἐκκαθαίρεσθαι διὰ νεφρῶν, τὰ δὲ σιμὰ διὰ τῆς κάτω γαστρός. ἐπὶ δὲ σπληνὸς τὴν ἑτέραν μόνην εἶναι κένωσιν τῶν περιττῶν, ἡ γὰρ ἐπὶ τοὺς νεφροὺς οὐκ ἔστι τούτῳ τῷ σπλάγχνῳ. διὰ τοῦτ’ οὖν ὅταν φλεγμαίνῃ, τοῖς κατωτερικοῖς ὀνομαζομένοις φαρμάκοις ἐρεθίζομέν τε καὶ διαῤῥύπτομεν αὐτὸν, ὅπως μεθιῇ καὶ χαλάσῃ τὰ περιττά.
922
διττὸς δ’ ὁ τρόπος ἐστὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως. ἐπὶ μὲν τῶν ἀνωτέρω κειμένων διὰ τῶν μὲν ἐσθιομένων καὶ πινομένων, ἐπὶ δὲ τῶν κατωτέρω διὰ κλυστῆρος ἐνιεμένου, ἐπειδὴ τῶν μὲν ἐσθιομένων καὶ πινομένων ἡ δύναμις ἐκλύεται πρὶν ἐπὶ τὰ κάτω μέρη προχωρῆσαι, τὰ δ’ ἐνιέμενα τὴν ἀρχὴν οὐδ’ ἐπαναβῆναι δύνανται πρὸς τὴν νῆστιν· ἀλλ’ εἰ καὶ πάνυ σφόδρα βιάζοιο, τάχ’ ἂν ἅψαιο τῶν λεπτῶν ἐντέρων μόνων. καὶ τοῦτ’ οὖν αὐτὸ παρὰ τῆς τῶν μορίων θέσεως ἐδιδάχθημεν, ἐνιέναι μέν τι τοῖς κατωτέρω κειμένοις ἐντέροις, ἄνωθεν δὲ διδόναι τοῖς τ’ ἀνωτέρω καὶ αὐτῇ τῇ γαστρὶ καὶ σπληνὶ καὶ στομάχῳ. λέγω δὲ νῦν στόμαχον, ὅνπερ δὴ καὶ κυρίως ὀνομάζουσιν· ἐνίοτε γὰρ οὕτω καλοῦσι καὶ τὸ στόμα τῆς γαστρός· ὥσπερ ὅταν εἴπωσι συγκόπτεσθαί τινας στομαχικῶς. ἀλλ’ ἐπί γε τοῦ κυρίως ὀνομαζομένου στομάχου καὶ τὰ καταπλάσματα κατὰ τῆς ῥάχεως ἐπιτίθεμεν, οὐκ ἔμπροσθεν, ὥσπερ ὅταν τὸ στόμα τῆς γαστρὸς φλεγμαίνῃ· κατὰ γάρ τοι τῆς ῥάχεως ὁ στόμαχος ἐπίκειται διά
923
τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενος κάτω μέχρι τῆς γαστρός.

Οὔτ’ οὖν ταῦτα γινώσκουσιν οἱ Θεσσάλειοι, καὶ διὰ τοῦτο πάντας ὁμοίως θεραπεύουσιν, οὔθ’ ὅτι πᾶν τὸ φλεγμαῖνον μέλος, ἐὰν μὴ στεγνὸν ἔχῃ τὸ περικείμενον ἑαυτῷ δέρμα, χαλᾷ τι καὶ μεθίησιν ἔξω τῶν λεπτομερῶν ἰχώρων. καὶ διὰ τοῦτ’ ἔκ τε τῶν κατὰ τὸ στόμα καὶ τὴν ῥῖνα καὶ τὴν φάρυγγα καὶ στόμαχον, ἔντερά τε καὶ γαστέρα καὶ τὰ σπλάγχνα πάντα, ῥεῖ τι πρὸς τοὐκτός. οὕτω δὲ καὶ κατὰ τὴν ἔνδον ἐπιφάνειαν τοῦ θώρακος ἐκκρίνεταί τις ἰχὼρ, ὅταν φλεγμαίνῃ. καθάπερ οὖν ὁ μὲν σπλὴν καὶ τὰ σιμὰ τοῦ ἥπατος ἐκκαθαίρεται διὰ τῶν ἐντέρων, οἱ νεφροὶ δὲ καὶ κυρτὰ τοῦ ἥπατος διὰ τῶν οὔρων, οὕτως ὁ θώραξ, ὅταν γε τὰ ἔνδον αὐτοῦ φλεγμαίνῃ, κατὰ τὸν ὑπεζωκότα μεθίησί τι πρὸς τὴν μεταξὺ χώραν ἑαυτοῦ καὶ τοῦ πνεύμονος· ἐκκαθαρθῆναι δὲ τοῦτο δεήσεται διὰ τῶν αὐτῶν ὁδῶν τῷ πνεύμονι. δώσομεν οὖν τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, ὅπως ἀναστομῶνται μὲν αἱ ὁδοὶ, τέμνωνται δὲ τὰ 

924
δι’ αὐτῶν ὁδοιπορήσειν μέλλοντα, καὶ μάλισθ’ ὅταν ᾖ παχέα ταῖς συστάσεσιν ἢ γλίσχρα, καθάπερ ἐπὶ τῶν ἐμπύων ἐστίν. ἐκλεξώμεθα δὲ καὶ τούτων ὅσα μὲν μέτρια, φλεγμαινόντων ἔτι τῶν πεπονθότων μελῶν, ὅσα δὲ ἰσχυρότερα, κατὰ τὰς ἀκριβεῖς παρακμὰς τῶν φλεγμονῶν ἢ καὶ τελέως μὲν αὐτῶν πεπαυμένων, ἐκκριθῆναι δὲ τῶν περιττῶν δεομένων. μέτριον μὲν οὖν ἐν τοῖς τοιούτοις ἐστὶν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον, ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ βραχύ τι τῷ μελικράτῳ τῶν δριμέων βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης καὶ γλήχωνος, ἵρεώς τε τῆς Ἰλλυρίδος ἡ ῥίζα. πλέον δ’ εἰ μίξαις τούτων ἢ καὶ τὴν ἴριν οὕτω κόψαις καὶ σήσαις ὡς χνοώδη ποιῆσαι, κᾄπειτα ἐπιβάλλοις τῷ μελικράτῳ, τμητικώτατον ἕξεις φάρμακον. οὕτω δὲ καὶ τὸ διὰ πρασίου σκευαζόμενον ὀξύμελί τε καὶ ἄλλα τοιαῦτα, τέμνειν ἱκανῶς πέφυκε τὰ παχύτερα τῶν ἐν θώρακι καὶ πνεύμονι περιττῶν. καὶ πάντων αὐτῶν τὴν εὐπορίαν ἔχεις ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις.