De methodo medendi

Galen

Galen, De methodo medendi

Ἀρά σοι δοκεῖ σμικρὰ διαφορὰ προσέρχεσθαι τῇ κοινῇ τῶν φλεγμονῶν θεραπείᾳ παρὰ τῶν μορίων; ἐμοὶ μὲν γὰρ μεγίστη φαίνεται, κᾂν εἰ τὴν Θεσσάλειον ἀναισθησίαν ζηλοῦντες οἴονται τὴν κοινὴν ἔνδειξιν ἀρκεῖν μόνην. ἀναμνῆσαι δέ σε βούλομαι καὶ τῆς καλῆς αὐτῶν θεραπείας, ἣν ἐπὶ Θεαγένους ἐποιήσαντο τοῦ Κυνικοῦ φιλοσόφου· ταύτην γὰρ ἔγνωσαν οὐκ ὀλίγοι διὰ δόξαν τἀνθρώπου, δημοσίᾳ διαλεγομένου κατὰ τὸ τοῦ Τραϊανοῦ γυμνάσιον ἑκάστης ἡμέρας.

910
ὁ μὲν οὖν θεραπεύων αὐτὸν ἦν εἷς τῶν Σωρανοῦ μαθητῶν, Ἄτταλος τοὔνομα. κατέπλαττε δὲ ἑκάστης ἡμέρας τὸ ἧπαρ ἀρτομέλιτι, μὴ γινώσκων ὅτι στύφεσθαι μετρίως δεῖται τὸ σπλάγχνον τοῦτο, διότι τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῖς ζώοις ἐστὶ καὶ τὸ φλεβῶδες γένος ἀπ’ αὐτοῦ πέφυκεν. οὕτως οὖν ἐθεράπευσε τὸ σπλάγχνον, ὡς τοὺς βουβῶνας ἀμίκτῳ καὶ μόνῃ τῇ διὰ τῶν χαλώντων ἀγωγῇ, καταπλάττων μὲν ἀρτομέλιτι, προκαταιονῶν δὲ ἐλαίῳ θερμῷ καὶ τρέφων ἐκ χόνδρου ῥοφήματι. ταῦτα γὰρ ἀρκεῖ τὰ τρία σχεδὸν ἅπασι τοῖς νῦν ἀμεθόδοις Θεσσαλείοις εἰς τὴν τῶν ὀξέων ἴασιν. ἔδοξε δέ μοι κατὰ μόνας εἰπεῖν τῷ Ἀττάλῳ, προσμιγνύναι τι τῶν στυφόντων καὶ μὴ ψιλῇ χρῆσθαι τῇ διὰ τῶν χαλαστικῶν ἀγωγῇ. περὶ μὲν οὖν τῆς τοῦ σπλάγχνου φύσεως οὐκ ἔμελλον ἐρεῖν αὐτῷ· τοῦτο γὰρ ἦν ὄντως ὄνῳ μῦθον λέγειν· ὃ δ’ ᾤμην εἰπὼν πείσειν αὐτὸν, ᾧ καὶ πάντας ἀνθρώπους ὁρῶ τάχιστα πειθομένους, τοῦτο διῆλθον μόνον· ὡς ἡ μακρὰ πεῖρα ἐδίδαξε τοὺς ἰατροὺς θεραπεύειν ἧπαρ ὕλῃ φαρμάκων μικτῇ· γεγραμμένην δ’ αὐτὴν εὑρήσεις ἐν τοῖς θεραπευτικοῖς
911
γράμμασι τῶν ἰατρῶν. ἐὰν οὖν σοι δοκῇ, μῖξον, ἔφην, ἀψινθίου τι τῆς κόμης μὲν ἀκριβῶς κεκομμένης τῷ καταπλάσματι, τῆς πόας δ’ ὅλης τῷ ἐλαίῳ, καθάπερ ὁρᾷς ἄλλους ἐναφέψοντας αὐτῷ μετρίως. τῷ καταπλάσματι δὲ μυροβαλάνου πίεσμα καὶ ἴριν καὶ σχίνου τὸ ἄνθος ἢ τῆς ναρδίτιδος βοτάνης τὴν ῥίζαν ἢ κυπέρου μῖξον· οὐ χεῖρον δὲ καὶ δι’ οἴνου ποτ’ αὐτὰ κατασκευάσαι καὶ μῖξαι ποτὲ τῆς ἰλύος αὐτοῦ, καί τι τῶν στυφόντων ἐναφεψῆσαι μήλων, ὁποῖα τὰ κυδώνιά τε καὶ στρούθια καλούμενα καὶ ταῦτα δὴ τὰ πλεονάζοντα κατὰ τὴν Ῥωμαίων πόλιν, ἃ προσαγορεύουσι κεστιανά. τὸ δ’ ἔλαιον, ὁρῶ γάρ σε καὶ τοῦτο μιγνύντα, μὴ τὸ τυχὸν ἔστω, ἀλλ’ ἤτοι τὸ ἀπὸ τῆς Ἱσπανίας ἢ τὸ Ἱστρικὸν, ἢ τὸ ὀμφάκινον, ἢ σχίνινον, ἢ μύρτινον, ἢ μήλινον, ἢ νάρδινον μύρον. πολλὴν δὲ καὶ ἄλλην ἔφην ὕλην ἄφθονον εἶναι τῶν ἐναφεψεῖσθαι δυναμένων. καὶ γὰρ σχίνου τοὺς ἁπαλοὺς κλῶνας καὶ μυρσίνης καὶ βάτου καὶ ἀμπέλου καὶ μᾶλλον τῆς ἀγρίας, ἀφ’ ἧς καὶ τὴν οἰνάνθην καλουμένην λαμβάνομεν. οὐ χεῖρον δ’ ἂν εἴη καὶ τὸ Ἀττικὸν ὕσσωπον
912
τῷ τε καταπλάσματι καὶ ταῖς κηρωταῖς μιγνύναι· καὶ γὰρ καὶ κηρωτάς τινας ἐξ ὕλης τοιαύτης αὐτῷ αὐτῷ συνεβούλευον ἐπιτιθέναι μετὰ τὸ κατάπλασμα. καὶ συνάπτειν γ’ ἐπειρώμην ἐφεξῆς αὐτῷ τὴν ὅλην ἀγωγὴν, ἵνα καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐπιθέματα διὰ μικτῆς ὕλης σκευάζῃ. βέλτιον γὰρ, ἔφην, ἐστὶν ἀρθέντος τοῦ καταπλάσματος ἐπικεῖσθαί τι τῷ σπλάγχνῳ. καὶ ὁ Ἄτταλος ὑποτεμνόμενός μου τὸν λόγον, εἰ μὴ σφόδρα σ’ ἐτίμων, ἔφη, τούτων οὐδενὸς ἂν ἠνεσχόμην· ἐν οἷς γὰρ ἐναυάγησαν οἱ πρόσθεν ἰατροὶ, πρὶν τὴν ὄντως ἰατρικὴν ὑπὸ τῶν ἡμετέρων εὑρεθῆναι, ταῦτά μοι συμβουλεύεις ὥσπερ οὐκ εἰδότι. τρεῖς οὖν ἡμέρας ἢ τέσσαρας, ἔφη, συγχώρησόν μοι προνοήσασθαι τοῦ Θεαγένους ὡς ἐγὼ βούλομαι, καὶ θεάσῃ τελείως αὐτὸν ὑγιαίνοντα. τί οὖν, ἔφην, ἐὰν ἐξαίφνης ἱδρώτων ὀλίγων καὶ τούτων γλίσχρων ἐπιφανέντων ἀποθάνῃ, μνημονεύσεις ὧν ὑπέσχου καὶ μεταθῇ τοῦ λοιποῦ; καταγελῶν ἐπὶ τούτοις ὁ Ἄτταλος ἐχωρίσθη, μηκέτ’ ἀποκρινόμενος μηδὲν, ὥστ’ οὐδὲ περὶ τοῦ χόνδρου τι συμβουλεῦσαί μοι συνεχώρησεν, οὐδ’ ὅτι δεήσει τῶν οὐρητικῶν φαρμάκων
913
μιγνύναι τῷ ὕδατι μικρὸν ὕστερον, ἐπειδὴ τὰ κυρτὰ τοῦ ἥπατος ἐπεπόνθει. καθάπερ γὰρ τὰ σιμὰ διὰ τῆς γαστρὸς ἐκκενωτέον ἐστὶν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὕτω τὰ κυρτὰ διὰ τῶν μετρίως οὐρητικῶν φαρμάκων, οἷόν ἐστι τὸ σέλινον. ἐν δὲ τῷ χρόνῳ προϊόντι πεττομένης ἤδη τῆς φλεγμονῆς καὶ τοῖς ἰσχυροτέροις ἐγχωρεῖ χρήσασθαι, τῷ ἀσάρῳ καὶ τῇ Κελτικῇ νάρδῳ καὶ τῷ καλουμένῳ φοῦ καὶ πετροσελίνῳ καὶ σμυρνίῳ καὶ μήῳ· καθάπερ γε καὶ διὰ τῆς γαστρὸς κενοῦν, εἰ τὰ σιμὰ πεπόνθασι, κνίκον μιγνύντα τοῖς ἐδέσμασι καὶ ἀκαλήφην καὶ λινοζῶστιν, ἐπίθυμόν τε καὶ πολυπόδιον καὶ πάνθ’ ὅσα μετρίως ὑπάγει. ἔτι δὲ μᾶλλον ἐν ταῖς παρακμαῖς αὐτοῖς τε τούτοις χρῆσθαι θαρσαλεώτερον ἢ πρόσθεν, ὅσα τε τούτων ἐστὶ σφοδρότερα, τὰ μὲν ἐναφέψοντας τῇ πτισάνῃ, τὰ δὲ κόψαντας, ὡς χνοώδη γενέσθαι· διδόναι δὲ καὶ ταῦτα διὰ πτισάνης ἢ μεθ’ ὕδατος. ἐγὼ γοῦν καὶ πολυποδίου τι ποτὲ συνέψησα τῇ πτισάνῃ καὶ μέλανος ἐλλεβόρου φλοιόν. καὶ διὰ τῶν κλυσμάτων δὲ κενοῦν αὐτοὺς προσῆκεν, ἐν ἀρχῇ μὲν ἀρκουμένους ἁλσὶν ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μεμιγμένοις 
914
τῷ μελικράτῳ· κατὰ δὲ τὰς παρακμὰς καὶ μάλιστα ἐὰν σκιῤῥῶδές τι καταλείπηται τῆς φλεγμονῆς, ἰσχυρότερα μιγνύντας φάρμακα· τὸ γοῦν ὕσσωπον ἐναφεψόμενον τῷ ὕδατι τηνικαῦτα καὶ τὴν ὀρίγανον καὶ τὴν κολοκυνθίδα καὶ τὸ λεπτὸν κενταύριον. ἐπιτηδειότατα γάρ ἐστι σκιῤῥωθῆναι τὰ δύο σπλάγχνα, τό θ’ ἧπαρ καὶ ὁ σπλὴν, ἐὰν ἀμελήσῃ τις αὐτῶν ἢ τοῖς γλίσχροις ἐδέσμασι χρήσηται, καθάπερ καὶ ὁ Ἄτταλος ἐπὶ τοῦ Θεαγένους ἑκάστης ἡμέρας χόνδρον προσφέρων καὶ μηδὲν διδοὺς τῶν ἐκφραττόντων τε καὶ ῥυπτόντων. ἀλλὰ τό γε συμβὰν τῷ Θεαγένει, μᾶλλον δὲ τῷ Ἀττάλῳ, καιρὸς εἰπεῖν. ὡς γὰρ ὑπέσχετό μοι, μετὰ τρεῖς ἡμέρας ἐπιδείξειν τὸν ἄνδρα τῆς φλεγμονῆς τοῦ ἥπατος ἀπηλλαγμένον, ὁ μὲν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ πλεῖστόν τε κατήντλει τὸ σπλάγχνον ἐλαίῳ θερμῷ· κατέπλαττέ τε συνεχέστερον ἐκ τῆς ἐπιμελείας ἐλπίζων αὑτῷ προχωρήσειν τὰ τῆς θεραπείας ἄμεινον, ἀπεκρίνατό τε πυνθανομένοις γαυριῶν ὑπὲρ τοῦ· Θεαγένους τὰ βελτίω. ἀλλὰ συνέβη γε καθ’ ὃν ἐγὼ τρόπον, ἐξαίφνης ἀποθανεῖν αὐτόν. καὶ τὸ πάντων γελοιότατον, ὁ μὲν
915
Ἄτταλος ἦγέ τινας τῶν ἠρωτηκότων φίλων ὅπως διάγοι, δεῖξαι βουλόμενος αὐτὸν οὕτως ἔχοντα καλῶς ὡς λούεσθαι μέλλειν, ἀγαλλόμενός τε μετὰ πολλῶν εἰσῆλθεν εἰς τὸν οἶκον ἐν ᾧ κατέκειτο· τὸν Θεαγένη δὲ τεθνεῶτα λούειν ἐνεχείρουν ἔνιοι τῶν φίλων, ταῦτα δὴ τὰ νενομισμένα, Κυνικοί τέ τινες ὄντες καὶ ἄλλως φιλόσοφοι. διὸ καὶ μέχρι τοῦ νεκροῦ παραγενέσθαι συνέβη τῷ Ἀττάλῳ μετὰ τοῦ χοροῦ τῶν θεατῶν, ἅτε μηδενὸς ἔνδον οἰμώζοντος. οὔτε γὰρ οἰκέτης οὔτε παιδίον οὔτε γυνὴ τῷ Θεαγένει ἦν, ἀλλ’ οἱ φιλοσοφοῦντες μόνοι παρῆσαν αὐτῷ φίλοι, τὰ μὲν ἐπὶ τοῖς τεθνεῶσι νομιζόμενα πράττοντες, οὐ μὴν οἰμώζειν γε μέλλοντες. οὕτω μὲν ὁ Θεσσάλειος ὄνος εὐδοκίμησεν, ἐπὶ πολλῶν θεατῶν ἐπιδείξας ἀπηλλαγμένον τῆς φλεγμονῆς ἐντὸς τῶν τεττάρων ἡμερῶν, ὡς ὑπέσχετο, τὸν ἄνθρωπον. οἱ δ’ ἄλλοι μεθοδικοὶ μυρίους ἀποκτείνοντες ὁσημέραι τὴν ἀγωγὴν τῆς θεραπείας οὐδέπω καὶ νῦν ὑπαλλάξαι τολμῶσιν, οὐδὲ πειραθῆναί ποτε κᾂν ἅπαξ τῆς τοῖς ἄλλοις ἰατροῖς, οἷς ὄντως ἐσπουδάσθη τὰ τῆς τέχνης ἔργα, γεγραμμένης· οὕτω δευσοποιόν τι πρᾶγμά ἐστιν ἀμαθία
916
σφοδρὰ, καὶ μᾶλλον ὅταν ἀλαζονίᾳ μιχθῇ. τοιοῦτοι μὲν οὖν ἐν ἅπασιν οἱ Θεσσάλειοι.

Χρὴ δ’ ἡμᾶς φεύγοντας τὰ τοιαῦτα ἁμαρτήματα κᾂν εἰ μηδὲν ἄλλο, ἀλλ’ οὖν τῇ ἐμπειρίᾳ πιστεύειν. ὅπερ ἀεὶ παραινῶ τοῖς ἀγυμνάστοις περὶ τὸν λόγον. ἄμεινον γὰρ αὐτοῖς ἐστι μηδ’ ὅλως ἐξ ἀναλογισμῶν τι λαμβάνειν, ὅταν ἀμαθεῖς τε ἅμα καὶ ἀγύμναστοι τῶν λογικῶν ὦσιν μεθόδων, ἃς νῦν ἡμεῖς γράφομεν. ἡ γάρ τοι τοῦ ἥπατος οὐσία ῥᾷστα σκίῤῥοις ἁλίσκεσθαι πέφυκεν, ἔχουσά τι καὶ φύσει πηλῶδες, ὡς παίζων τις ἔλεγεν ἰατρὸς τῶν καθ’ ἡμᾶς. ἡ δὲ τοῦ σπληνὸς ἀραιοτέρα μέν ἐστι τοῦ ἥπατος, ἁλίσκεται δὲ συνεχέστερον ἐκείνου τῷ σκιῤῥώδει παθήματι διὰ τὴν τῆς τροφῆς ἰδέαν ᾗ χρῆται. δέδεικται γὰρ ὑπὸ τοῦ παχέος αἵματος τρεφόμενος, ὃ καθάπερ τις ἰλύς ἐστι τοῦ καθαρωτέρου καὶ ῥᾷστα γίγνεται μέλαινα χολή· διὸ καὶ μελαγχολικὸν αὐτὸ ἢ μέλαν καλοῦμεν περίττωμα. ταῦτα μὲν οὖν τὰ δύο σπλάγχνα καὶ ἡ ἐμπειρία δείκνυσιν ἐναργῶς ἁλισκόμενα

917
τοῖς σκιῤῥώδεσιν ὄγκοις. οἱ νεφροὶ δὲ τῷ κατακεκρύφθαι λανθάνουσι τὴν ἁφήν· ὅ γε μὴν λόγος ἡμᾶς διδάσκει καὶ τούτους ἑτοίμως ἁλίσκεσθαι σκίῤῥοις· καὶ διὰ τοῦτο τὰς μὲν ἀλύτους τὸ πάμπαν εἶναι νεφρίτιδας, τὰς δὲ δυσλύτους· ἄμφω γὰρ ἔχουσιν οἱ νεφροὶ τὰ λελεγμένα τῶν προειρημένων σπλάγχνων ὑπάρχειν ἑκατέρῳ, τήν τε τῆς οὐσίας ποιότητα καὶ τὴν τῶν διερχομένων ἐν αὐτοῖς περιττωμάτων φαυλότητα. διὸ καὶ οἱ τὰ παχύχυμα τῶν ἐδεσμάτων ἐσθίοντες ἁλίσκονται τῷ τῆς λιθιάσεως πάθει. προορᾶσθαι τοιγαροῦν χρὴ τοσοῦτον μᾶλλον, ὅσον δυσιατότεραι τῶν τριῶν τούτων εἰσὶ σπλάγχνων αἱ σκιῤῥώδεις διαθέσεις, ὅπως μή τις αὐταῖς περιπέσῃ. μάλιστα δ’, ὡς εἴρηται, περιπίπτουσιν οἱ φλεγμηνάντων αὐτῶν ἐδέσμασι χρώμενοι παχεῖς ἢ γλίσχρους χυμοὺς γεννῶσι. καὶ μέντοι καὶ τὰ ἰάματα τῶν τοιούτων παθῶν ὡμολόγηται πᾶσιν εἶναι τὰ τέμνοντα καὶ διαλύοντα καὶ θρύπτοντα, τοῦ γένους μὲν ὄντα δηλονότι τοῦ τῶν ἐκφραττόντων καὶ ῥυπτόντων, ἰσχυρότερά γε μὴν ταῖς δυνάμεσι. μεμάθηκας δ’ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τήν τε δύναμιν αὐτῶν καὶ τὴν ὕλην. διὸ καὶ νῦν ὁ
918
λόγος μοι γενήσεται σύντομος ἀρκουμένῳ ταῖς καθόλου δυνάμεσι καὶ μόνῃ τῇ μεθόδῳ μετὰ παραδειγμάτων ὀλίγων. ὅπου γὰρ ἥ θ’ ὕλη τῶν δυνάμεων ἤδη προπαρεσκεύασταί σοι καὶ τὰ συνενδεικνύμενα τὴν θεραπείαν ἔμπροσθεν εἴρηται, καταλείπεται νῦν οὐδὲν ἄλλο, πλὴν τῶν οἰκείων ἑκάστου νοσήματος ἐνδείξεων ἐπιμνησθῆναι. τὰ συνενδεικνύμενα δὴ λέγω δηλονότι δύναμιν καὶ φύσιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν καὶ ἔθος, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν περὶ τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ τὸ ἧπαρ ποιησάμενος. ἐνδείκνυται γὰρ τοῦτο τὰ μὲν ἔξωθεν ἐπιτιθέμενα κατὰ τὰς φλεγμονὰς αὐτοῦ μικτῆς εἶναι χρῆναι δυνάμεως οὐ μόνον ἐν γενέσει τῆς φλεγμονῆς οὔσης, τοῦτο μὲν γὰρ κοινὸν ἁπασῶν φλεγμονῶν, ὁπότε γε καὶ μόνοις τοῖς ἀποκρουστικοῖς βοηθήμασι κατὰ τὸν χρόνον ἐκεῖνον οὐκ ἄν τις ἁμάρτοι χρώμενος, ἀλλὰ κᾀπειδὰν μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι, μήτε ἀπώσασθαι δυνατὸν ᾖ τὸ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον. γίγνεται γὰρ καὶ τοῦτο διὰ πλείους αἰτίας. ἐν ἀρχῇ μὲν οὖν ὀλίγον τε τὸ ἐπιῤῥέον ἐστὶ καὶ λεπτότερον ὡς 
919
τὸ πολύ· ἐνίοτε δὲ καὶ ἡ κατ’ αὐτὸ τὸ δεχόμενον μόριον ἰσχυροτέρα δύναμις, ὡς ἂν μηδέπω κεκμηκυῖα καὶ τὸ περιεχόμενον αὐτὸ κατὰ τὸ φλεγμαῖνον οὐδέπω βιαίως ἐσφηνωμένον. ἀκμαζούσης δὲ τῆς φλεγμονῆς τό τε περιεχόμενον αἷμα πολὺ καὶ πολλάκις παχύτερον, ἐσφηνωμένον τε σφοδρῶς, ἥ τε τοῦ μορίου δύναμις ἀσθενεστέρα· δεόμεθα δὲ καὶ ταύτης ἰσχυούσης, ὡς ὠθεῖν δύνασθαι τὸ περιττὸν ἀφ’ ἑαυτῆς· ἐπειδὴ τῶν στυφόντων φαρμάκων ἡ δύναμις οὐχ ἱκανὴ τηνικαῦτα τὸ πᾶν ἐργάσασθαι μόνη. συνάγουσα μὲν γὰρ καὶ σφίγγουσα καὶ οἱονεὶ πιλοῦσα καὶ θλίβουσα τὰ σώματα δύναται τὰ λεπτότερα ταῖς συστάσεσιν ὑγρὰ πρὸς τοὺς περικειμένους ἀποπέμπειν τόπους, οὐ μὴν ἄνευ γε τοῦ συνεπισχεῖν τι καὶ τὴν ἐν τῷ πάσχοντι μορίῳ δύναμιν, ἀξιόλογον αὐτοῖς γίνεται τὸ ἔργον. τηνικαῦτα γοῦν ἡ μὲν ἀπὸ τῆς φλεγμονῆς ἔνδειξις τῶν ποιητέων ἐστὶ μία· καλοῦσι δ’ αὐτὴν διαφόρησιν, ἐκκενοῦσαν λόγῳ θεωρητοῖς πόροις τὸν ἐν τῷ φλεγμαίνοντι μορίῳ χυμόν. ἡ δ’ ἀπ’ αὐτοῦ τοῦ μορίου πρὸς τοὐναιτίον ἀντισπᾷ, κελεύουσα φυλάττειν αὐτοῦ τὸν τόνον.
920
ἐπιπλεκομένων οὖν ἀλλήλαις ἐναντίων ἐνδείξεων ἐπιπεπλέχθαι χρὴ καὶ τὸ φάρμακον. μηροῦ δὲ φλεγμαίνοντος, ἢ κνήμης, ἢ πήχεος, ἢ βραχίονος, ἢ καὶ ἐν αὐτοῖς ἀδένων, οὐ δεόμεθα φυλάττειν τὸν τόνον. οὗτος ὁ σκοπὸς ἔστω σοι κοινὸς ἐπὶ πάντων τῶν μορίων, ὧν ἔργον τι τοιοῦτόν ἐστιν, ὡς ὅλῳ τῷ σώματι χρήσιμον ὑπάρχειν.