De methodo medendi

Galen

Galen, De methodo medendi

Οὐ μόνον δὲ τὴν εἰρημένην τῶν βοηθημάτων διαφορὰν ἐκ τῶν πεπονθότων ἐμάθομεν τόπων, ἀλλὰ καὶ τὸ τὰ μὲν ἐπιπολῆς φλεγμαίνοντα τοῖς τῆς φλεγμονῆς ἰδίοις βοηθήμασιν ἰάσασθαι, τὰ δ’ ἐν τῷ βάθει μετὰ τοῦ μιγνύναι τι καὶ τῶν δριμυτέρων· ἐκλύεται γὰρ ἡ δύναμις εἰς τὸ βάθος αὐτῶν διαδιδομένων. οὕτω δὲ καὶ ἡ σικύα βοήθημα γενναῖον εὕρηται τῆς τ’ ἔξω φορᾶς τῶν ἐν τῷ βάθει καὶ τῆς οἱονεὶ μοχλείας τῶν ἤδη σκιῤῥουμένων. ἀλλ’ οὐ χρηστέον ἐστὶ σικύᾳ κατ’ ἀρχὰς ἐπὶ μορίου φλεγμαίνοντος, ἀλλ’ ἐπειδὰν ὅλον τὸ σῶμα κενώσῃς καὶ χρεία σοι γένηται κενῶσαί τι καὶ ἐκμοχλεῦσαι τῶν κατὰ τὸ φλεγμαῖνον ἢ πρὸς τοὐκτὸς ἀποσπάσασθαι. γινομένων δ’ ἔτι τῶν παθῶν οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. οὕτω γοῦν καὶ μήτρας αἱμοῤῥαγούσης πρὸς τοὺς τιτθοὺς ἐπιβάλλομεν σικύαν, ἐπ’ αὐτῶν ἐρείδοντες μάλιστα τῶν κοινῶν ἀγγείων, θώρακός τε καὶ

926
μήτρας, τὸ τῆς σικύας στόμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμοῤῥαγίας διὰ ῥινῶν γιγνομένης ἐπιβάλλομεν τοῖς ὑποχονδρίοις μεγίστας σικύας. οὕτω δὲ καὶ πᾶσαν ἄλλην αἱμοῤῥαγίαν ἀντισπῶμεν ἐπὶ τἀναντία διὰ τῶν κοινῶν φλεβῶν, ὥσπερ αὖ πάλιν ἕλκομεν, εἰ τούτου δεοίμεθα· κατὰ γοῦν ἐφηβαίου τε καὶ βουβῶνος ἐπιτίθεμεν σικύαν, ἔμμηνα κινῆσαι βουλόμενοι. καὶ κατ’ ἰνίου δὲ σικύα τιθεμένη γενναῖόν ἐστι βοήθημα ῥεύματος ὀφθαλμῶν. χρὴ δὲ προκεκενῶσθαι τὸ σύμπαν σῶμα· πληθωρικοῦ γὰρ ὄντος αὐτοῦ, καθ’ ὅ τι περ ἂν ἐρείσεις μέρος τῆς κεφαλῆς τὴν σικύαν, ὅλην αὐτὴν πληρώσεις.

Οὗτος οὖν ὁ κοινὸς σκοπὸς ἁπάσης φλεγμονῆς οὐχ ὡσαύτως ἐφ’ ἑκάστου τῶν μορίων ἐπιτελεῖται. προσέρχεται δ’ ἅπασι τοῖς εἰρημένοις οὐ σμικρὰ μοῖρα καὶ ἡ τοῦ προσενεχθησομένου φαρμάκου φύσις. οὐ γὰρ ἁπλῶς εἰ στῦψαι δεοίμεθα τὴν ἀρχομένην φλεγμονὴν, ἅπαν τὸ στῦφον προσοίσομεν ἐπὶ τῶν καταπίνεσθαι μελλόντων, ἀλλ’ ὅσοις ἂν αὐτῶν οὐδεμία μέμικται δύναμις φθαρτική. χάλκανθος

927
γοῦν ἐν τοῖς μάλιστα στύφει, καθάπερ γε καὶ τὸ μῖσυ καὶ σῶρυ καὶ χαλκίτης καὶ διφρυγὲς, ὅ τε κεκαυμένος χαλκὸς ἥ τε λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος· ἀλλ’ ἔστι βλαβερὰ τὰ φάρμακα ταῦτα καταπινόμενα· διόπερ οὐδὲ τοῖς στοματικοῖς ἀσφαλῶς μίγνυνται παραῤῥεῖ γὰρ ἐνίοτε αὐτῶν τι μέχρι τῆς γαστρός. οὐ μὴν οὐδ’ ἀλόη καλῶς ἂν μιχθείη τοῖς καταπίνεσθαι μέλλουσι φαρμάκοις, ἕνεκα φλεγμονῆς τῶν ἔνδον· ἐπειδὴ καὶ ταύτῃ μέμικταί τις δύναμις καθαρτική. παρηκμακυίας μέντοι τελέως τῆς φλεγμονῆς, εἴ τις μικρὸν ἀλόης μίξειεν ἕνεκα τοῦ τὴν γαστέρα κινῆσαι μὴ διακεχωρηκυῖαν τελέως, οὐδὲν βλάψει. βέλτιον δὲ διὰ λινοζώστιδος ἢ ἀκαλήφης ἢ κνίκου ἤ τινος τῶν τοιούτων ὑπάγειν τὴν γαστέρα τῶν οὕτω καμνόντων. ὅλως δὲ, ἄν τις ἀφέλῃ τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν, οὐδὲν κωλύει τὴν ἰατρικὴν οὐχ ἓξ μησὶν, ἀλλ’ ἓξ ἡμέραις ὅλην ἐκμαθεῖν. οὐ μὴν οὐδὲ προσθέντες τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν ἔχοιμεν ἂν ἤδη τὸ πᾶν εἰς τὴν θεραπείαν ἄνευ τοῦ τὰς περὶ τῶν φαρμάκων ἐκμαθεῖν μεθόδους. ἐπ’ ἐκείνας οὖν ἰτέον ἐστὶ τῷ μέλλοντι τελέως ἰάσασθαι τὰ νοσήματα.
928
νυνὶ γὰρ, ὡς πολλάκις εἶπον, εἰ καί τινος ἐμνημόνευσα φαρμάκου, παραδείγματος ἕνεκα τοῦτ’ ἔπραξα.