De methodo medendi

Galen

Galen, De methodo medendi

Οἶσθα δὲ δήπου καὶ τοὺς ἑκάστου τῶν μορίων οἰκείους πόρους εἰς τὴν τῶν περιττωμάτων ἔκκρισιν εὔρους ἡμᾶς παρασκευάζοντας· ἐντέρῳ μὲν καὶ γαστρὶ καὶ μεσαραίῳ καὶ τοῖς σιμοῖς τοῦ ἥπατος τὸν δι’ ἀπευθυσμένον· νεφροῖς δὲ καὶ κύστει καὶ τοῖς κυρτοῖς τοῦ ἥπατος καὶ κοίλῃ φλεβὶ καὶ ἀρτηρίᾳ τῇ μεγάλῃ καὶ πᾶσι τοῖς κατ’ ὀσφὺν τὸν τοῖς οὔροις ἀνακείμενον· πνεύμονι δὲ καὶ θώρακι τὸν διὰ τραχείας ἀρτηρίας καὶ φάρυγγος· ἐγκεφάλῳ δὲ καὶ μήνιγξι τὸν δι’ ὑπερώας καὶ ῥινός. ἡ δ’ εὔροια τοῖς μὲν δι’ ἕδρας ἐκκριθήσεσθαι μέλλουσιν ὑπό τε μελικράτου γενήσεται καὶ τῶν ἐδεσμάτων ὅσα λαπάττει τὴν γαστέρα, καὶ φαρμάκων ὅσα μετρίως ἐρεθίζειν πέφυκε· φυλάττεσθαι γὰρ χρὴ τὰ δριμύτερα, παροξύνοντα τὰς φλεγμονάς. ἐπὶ δὲ γαστρὸς καὶ ἥπατος καὶ σπληνὸς φλεγμαινόντων, οὐδὲ τὸ μελίκρατον ἀγαθόν· ἐκχολοῦται γὰρ αὐτίκα καὶ τὰς φλεγμονὰς

801
αὐξάνει τῶν σπλάγχνων. τοῖς δὲ διουρητικοῖς ὀνομαζομένοις φαρμάκοις ἐπ’ οὖρα προτρέψεις τὴν περιουσίαν· ὥσπερ γε καὶ τοῖς βηχικοῖς τὰ κατὰ θώρακα καὶ πνεύμονα διὰ βηχῶν ἐκκενώσεις· ἔμαθες δ’ ἐν τοῖς περὶ φαρμάκων τὰς ὕλας ἑκάστων οὐ μόνον τῶν εἰρημένων, ἀλλὰ καὶ ὅσα διὰ ῥινῶν ἐκκενοῖ τὰ κατ’ ἐγκέφαλόν τε καὶ μήνιγγας περιττά.