De methodo medendi

Galen

Galen, De methodo medendi

Καὶ γὰρ καὶ τούτων ἁπάντων ἐν ἐκείνοις τοῖς ὑπομνήμασι τὴν ὕλην ἄφθονον ἔχεις. ὥστ’ ἀρκεῖ πρός γε τὰ παρόντα περὶ τῆς τῶν φλεγμαινόντων μορίων διαφορᾶς ὅσα λέλεκταί μοι. μελλήσω γὰρ ἐπὶ πλέον ἐρεῖν ὑπὲρ αὐτῶν ἐν τῇ μεθόδῳ τῆς θεραπείας ἁπάντων τῶν παρὰ φύσιν ὄγκων· οὐδὲ γὰρ οὐδὲ νῦν ὡς ἔργον τι καὶ σπούδασμα μετεχειρισάμην τόνδε τὸν λόγον, ἀλλ’ ἐν παρέργῳ διῆλθον, ὡς ἐξ ἀκολουθίας τινὸς ἐμπεσὼν αὐτῷ. προὔκειτο γὰρ οὐχ ὡς ἄν τις ἄριστα θεραπεύσειεν ἓν ἕκαστον τῶν μορίων φλεγμαῖνον ὑποθέσθαί σοι κατὰ τὸν ἐνεστῶτα λόγον, ἀλλ’ ἐνδείξασθαι τὴν βλάβην τῶν καταπλαττομένων ἐν πυρετοῖς ἄνευ τοῦ κενωθῆναι

802
τὸ σύμπαν σῶμα καὶ μάλισθ’ ὅταν μὴ φλεγμαίνῃ τι τῶν ἔνδον· εἰ γὰρ εἴη τὸ περιέχον θερμὸν ὡς κεχύσθαι τὰς ὕλας ἱκανῶς, μείζων ἡ βλάβη τοῖς τοιούτοις ἕπεται καταπλάσμασιν ἤπερ τοῖς λουτροῖς. καίτοι δοκοῦσί γε οἱ καθ’ ἑκάστην ἡμέραν αἰονῶντές τε καὶ καταπλάττοντες τὰ ὑποχόνδρια ἐκ τούτων μὲν οὐχ ὅπως βλάβην, ἀλλὰ καὶ μεγάλην ὠφέλειαν γίγνεσθαι τοῖς νοσοῦσιν, ἐκ λουτρῶν δ’ οὐκ ὠφέλειαν γίγνεσθαι, ἀλλὰ καὶ μεγίστην βλάβην, ἀγνοοῦντες ὥσπερ τῶν ἄλλων ἁπάντων ὧν περὶ τὸν κάμνοντα πράττουσιν, οὕτω καὶ τῶν βαλανείων τὴν φύσιν. ἐγὼ δὲ περὶ μὲν ὅλης αὐτῶν τῆς δυνάμεως ἔμπροσθεν εἴρηκα τελεώτατα, νυνὶ δ’ ἀρκεῖ μοι τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπὶ τινῶν μὲν οὔ τι βλάψει τὸ βαλανεῖον ὅλως, ἐπὶ τινῶν δὲ τοῦ καταπλάσματος ἧττον. ὃ γὰρ ἐν τοῖς ὑποχονδρίοις ἐργάζεται τὰ χαλαστικὰ πρὸς αὐτῶν ὀνομαζόμενα βοηθήματα, τοῦτ’ ἐν ὅλῳ τῷ σώματι τὸ βαλανεῖον. ὥσθ’ ὅταν ἐν τῇ παρακμῇ παραλαμβάνηται, διαπνεομένου τοῦ σώματος ἤδη μετρίως, οὐ σμικρὸν ὄφελος ἐργάζεται, κενῶσαν ἅπαντ’ ἔξ αὐτοῦ τὰ λιγνυώδη καὶ
803
καπνώδη περιττώματα. καὶ εἴ γε μηδὲν εἴη τῶν σπλάγχνων ἀσθενὲς, ὀνήσει τὸν κάμνοντα, χωρὶς τοῦ φρῖξαι τότε γενόμενον. τρεῖς γὰρ ἔχειν δεῖ τούτους σκοποὺς ἐπὶ τῶν ἐν ἅπασι πυρετοῖς λουτρῶν· ἕνα μὲν εἰ χωρὶς τοῦ φρῖξαι γένοιτο, δεύτερον δ’ εἰ μηδὲν τῶν κυρίων μορίων ἀσθενὲς ὑπάρχοι, καὶ τρίτον εἰ μὴ πλῆθος ὠμῶν εἴη χυμῶν κατὰ τὰς πρώτας φλέβας. ἡ μὲν γὰρ φρίκη λέλεκται πρόσθεν ὅπως οὐ μόνον αὐξάνειν τοὺς ὄντας ἤδη πυρετοὺς, ἀλλὰ καὶ γεννᾷν ἐνίοτε πέφυκε τοὺς οὐκ ὄντας· ἡ δ’ ἀσθένεια τῶν μορίων χυθέντας τοὺς χυμοὺς ὑποδέχεται μᾶλλον ἢ πρὶν χυθῆναι· τὸ δὲ τῶν ὠμῶν χυμῶν πλῆθος εἰς ὅλον ἀναδίδοται τὸ σῶμα. μηδενὸς δὲ τούτων ἐμποδίζοντος ἐπὶ τῶν βαλανείων δύο ἂν ταῦτα κερδαίνοιτο τῷ κάμνοντι, κενωθῆναί τι τῆς περιουσίας τῶν χυμῶν καὶ διαπνεῦσαι τὸ πολὺ τῆς τοῦ πυρετοῦ θερμότητος. εἰ δὲ πρὸς τῷ μηδὲν ἀσθενὲς εἶναι τῶν κυρίων μορίων, ἔτι καὶ τῶν ἀκύρων ἀσθενὲς ὑπάρχει τι, καθάπερ ἐπὶ μὲν τῶν ποδαγρικῶν οἱ πόδες, ἐπὶ δὲ τῶν ἀρθριτικῶν ἅπαντα τὰ τοῦ σώματος ἄρθρα, μεγίστη τις ἂν ἐκ τοῦ βαλανείου τῷ 
804
κάμνοντι πρὸς τὴν σωτηρίαν ἀπεργασθείη μοῖρα, δεξαμένων τὰ περιττὰ τῶν ἀσθενῶν. εἴωθε μὲν γὰρ ἐνίοτε καὶ χωρὶς τῶν βαλανείων ἐπιῤῥεῖν τοῖς ἀσθενέσι τὸ περιττόν· ἐπὶ βαλανείοις δὲ μᾶλλον, ὡς ἂν καὶ τῶν ὑγρῶν χεομένων καὶ τῶν ὁδῶν αὐτοῖς παρασκευαζομένων εἰς εὔροιαν· ἄμφω γὰρ ταῦτα θερμαινομένοις μετρίως ἀναγκαῖον ἐπακολουθεῖν. λέγω δὲ τήν τε χύσιν τῶν ὑγρῶν καὶ τὴν εὐρυχωρίαν τῶν ὁδῶν. ὅθεν ὅταν ἧπαρ, ἢ γαστὴρ, ἢ πνεύμων, ἢ θώραξ, ἤ τι τῶν οὕτω κυρίων ἀσθενὲς τύχῃ, μέγιστα βλάπτονται λουσάμενοι πάντες οἷς ἂν ᾖ τι περιττὸν ἐν τῷ σώματι· τοῖς δ’ αὐτοῖς τούτοις καταπλασθεῖσιν ἡ βλάβη γίγνεται διπλασία μετὰ τοῦ μηδὲν ὀνίνασθαι. τὰ μὲν γὰρ βαλανεῖα καὶ κενοῖ τὸ σύμπαν σῶμα καὶ τὸ καπνῶδες ἅμα τῷ λιγνυώδει διαφορεῖ, τὰ δ’ εἰρημένα καταπλάσματα τὰ χαλαστικὰ μετὰ τῶν ὁμοίων αἰονήσεων οὔτε τι τῶν ἀγαθῶν ἔχει καὶ πάνθ’ ἕλκει τὰ περιττὰ πρὸς τὸ τῶν μορίων ἀσθενέστερον, ὅ τί περ ἂν ᾖ τοῦτο τῶν κατὰ τὰ μέσα τοῦ σώματος, εἴτ’ οὖν ἧπαρ, εἴτε γαστὴρ, εἴτε φρένες, εἴτε μεσάραιον ἢ νῆστις ἢ κῶλον ἢ νεφροί.
805
εἰ δ’ ἐπιμελέστεροι βουλόμεθα φαίνεσθαι καὶ τὸν θώρακα συνθερμαίνοιεν, ἤτοι γ’ εἰς αὐτὸν ἐκεῖνον ἕλξουσι τὸ περιττὸν ἢ εἰς τὴν καρδίαν ἢ εἰς τὸν πνεύμονα. λέγω δὲ ἀσθενὲς μόριον ἤτοι τὸ φύσει δυσκρατότατον, ἄλλῳ γὰρ ἄλλο τοιοῦτον, ἢ τὸ κατά τινα προηγησαμένην νόσον ἐν δυσκρασίᾳ γενόμενον, ἢ κατὰ τὸν ἐνεστῶτα χρόνον εἰς αὐτὴν ἠγμένον. οὐ γὰρ ἁπάντων εὐθέως τῶν φλεγμαινόντων μορίων ἢ σηπομένους χυμοὺς περιεχόντων ἢ ἐμπεφραγμένων ἡ δύναμις ἀῤῥωστεῖ· θᾶττον μέντοι κᾀπὶ τούτων εἰς τὸ πεπονθὸς φέρεται τὸ περιττὸν, ὁπόσον ἂν ᾖ διὰ τὴν ἐκ τοῦ παθήματος θέρμην· ἡ γὰρ οἷον ἑστία τοῦ πυρετοῦ τὸ τὴν ἔμφραξιν ἢ τὴν σῆψιν ἢ τὴν φλεγμονὴν ἐκδεξάμενόν ἐστι μόριον. ὅταν οὖν ἕλκοντι διὰ θέρμην αὐτῷ προσέλθοι τις ἔξωθεν ἑτέρα πρόφασις, ἔκ τινος τῶν δυνάμει θερμαινόντων ἀναγκαῖον αὐξάνεσθαι τὴν διάθεσιν. εἰ δ’, ὡς εἴρηται, προκεκενωμένος ὅλον τὸ σῶμα διὰ τῶν χαλαστικῶν θεραπεύοιτο, χωρὶς τοῦ μέγιστον εἶναι τὸν πυρετὸν ὀνίναιτ’ ἄν τι. τηνικαῦτα δ’, ὡς ἐλέχθη, καὶ λούοιτ’ ἂν ἀβλαβῶς. χρὴ δὲ φυλάττεσθαι τὴν
806
ψυχρὰν δεξαμενὴν τοὺς τοιούτους· εἰώθασι γὰρ οἵ τ’ ὠμοὶ χυμοὶ καὶ οἱ σηπόμενοι δυσδιάπνευστοι γίγνεσθαι χρονιζόντων ἐν αὐτῇ. βλάπτει δ’ αὐτοὺς, κᾂν ἰσχυρῶς εἴη τὸ ὕδωρ ψυχρὸν, ἐπειδὴ διαπνεῖσθαι τῶν οὕτω διακειμένων καὶ ὅλον μὲν τὸ σῶμα δεῖται, μάλιστα δὲ τὸ πεπονθός. ὥστε ἤτοι περιχέειν αὐτοῖς, ὡς εἰώθαμεν, ἐπιτήδειον ὕδωρ, ἢ εἰ μετρίως εἴη τὸ κατὰ τὴν κολυμβήθραν ψυχρὸν, ἐπιτρέψαντας ἐμβῆναι διὰ ταχέων ἐξιέναι κελεύειν. ἐπὶ δὲ προήκοντι τῷ νοσήματι, καθ’ ὃν ἤδη καιρὸν ἐκδεδαπάνηται μὲν τὰ περιττὰ, πέπτεται δὲ τὰ ὠμὰ καὶ τὰ σηπόμενα, καὶ καταπλάσμασι χαλῶσι καὶ βαλανείοις ἀκίνδυνον χρῆσθαι.