De methodo medendi

Galen

Galen, De methodo medendi

Τῷ δὲ αὐτῷ λόγῳ κᾀπὶ τῶν κατὰ τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας φλεγμονῶν οὐ χρησόμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν· ἀλλ’ ὅταν μήτ’ ἐπιῤῥέῃ μηδὲν ἔτι καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, κατὰ τὴν ἀρχὴν δὲ κᾀνθάδε τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις χρηστέον. ἐπεὶ δὲ τῶν ὀστῶν τοῦ κρανίου μέσων κειμένων τὴν δύναμιν 

799
αὐτῶν ἐξικέσθαι βουλοίμεθα πρὸς τὸ βάθος, ἐπιμίξομεν τοῖς ἀποκρουστικοῖς ὀνομαζομένοις τῶν ποδηγεῖν τι δυναμένων, τουτέστι τῶν λεπτομερῶν κατὰ τὴν οὐσίαν. ὄξος μὲν οὖν οὐ μόνον ἐστὶ λεπτομερὲς, ἀλλὰ καὶ αὐτῆς τῆς ἀποκρουστικῆς δυνάμεως οὐ μετρίως μετείληφεν. ὅθεν εἰκότως ἐν ἀρχῇ τῶν παθῶν αὐτῷ χρῶνται, τῷ ῥοδίνῳ μιγνύντες. ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ καὶ σπονδυλίου καὶ ἑρπύλλου μιγνύουσιν, ἤδη τι καὶ θερμαῖνον ἐχόντων, οὐ μόνον λεπτομερές· ἐν ᾧ καιρῷ χρὴ μεταβαίνειν ἐπὶ τὰ διαπέττοντά τε καὶ διαφοροῦντα πλέον, ἢ κατὰ τὴν χρείαν τῶν φλεγμαινόντων αἱρούμενον ἑκάτερον, ὡς ἂν ἐκλυομένης αὐτῶν τῆς δυνάμεως ἐν τῷ μεταξὺ τεταγμένων ὀστῶν. οὕτως οὖν καὶ τῷ καστορείῳ χρώμεθα, καίτοι γ’ ἐπὶ τῶν ἄλλων οὐ χρώμενοι φλεγμονῶν, οὐδ’ ἢν ἐν ἐσχάτῳ τῆς παρακμῆς ὦσι· θερμότερον γάρ ἐστιν ἢ ὡς ἐν ταῖς φλεγμοναῖς ἐπιτήδειον εἶναι. τοῖς μέντοι κατὰ τὸν ἐγκέφαλον χωρίοις ἄριστον ἐν ταῖς παρακμαῖς τῶν φλεγμονῶν, ὡς ἂν οὐκ εὐθέως αὐτοῖς προσπῖπτον, ἀλλὰ διὰ μέσων τῶν ὀστῶν. ὑπάρχει δὲ τῷ τοιούτῳ φαρμάκῳ καὶ τὸ λεπτομερὲς
800
τῆς οὐσίας, ὃ καὶ αὐτὸ τοῖς διὰ προβλημάτων στεγανῶν διαπέμψειν μέλλουσι τὴν ἑαυτῶν δύναμιν ἐπιτήδειόν ἐστιν.