De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Περὶ τοῦ μεγέθους δὲ ἑξῆς δίειμι. χρὴ τοίνυν κᾀν τούτῳ καλεῖν μὲν τὴν χρείαν εἰς τοὔργον, ὑπηρετεῖν δ’ αὐτῇ τὴν δύναμιν ἐῤῥωμένην, ἑτοιμότητα δὲ ὑπάρχειν τοῖς ὀργάνοις. τῆς αὐτῆς γάρ τοι συνοδίας τῶν αἰτίων δεῖται μέγεθος ἀναπνοῆς ἧσπερ καὶ τάχος. τά γε μὴν ἐναντία τούτων βραδύτης τε καὶ μικρότης, οὐ πάντη γε δεῖται τῶν ἐναντίων ἁπάντων ὁμοῦ, ἀλλ’ ἕν μὲν ἐξ αὐτῶν χρὴ παρεῖναι πάντως, πλείω δὲ οὐκ ἀναγκαῖον. ἄν τε γὰρ ἡ χρεία μεγάλως ἐκλυθῇ, συνεκλύεται καὶ τὸ τάχος τῆς κινήσεως καὶ τὸ μέγεθος τῆς διαστολῆς, κᾂν ὅτι μάλιστα ῥώμης ἔχῃ καλῶς ἡ δύναμις· ἀργὴν γὰρ ἕξει ταύτην, ἔστ’ ἂν μὴ δεήσεται τὸ ζῶον ἐνεργούσης αὐτῆς· ἄν τε μεγάλη μὲν ἡ χρεία, ἐκλύηται δέ πως ὁ τόνος τῆς δυνάμεως, ἄν τε ταῦτα μὲν ὑπάρχῃ, βλάβη δέ τις συμβῇ 

768
τοῖς ὀργάνοις, οἵαν ἐν τοῖς περὶ σφυγμῶν διήλθομεν· ὅ τι γὰρ ἂν εἴη τούτων, κωλυθήσεται τὸ τάχος καὶ τὸ μέγεθος τῆς ἀναπνοῆς.

Κατὰ μὲν δὴ ταῦτα πάντως ἐοίκασιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ὥστε εἰ καὶ τὰς αἰτίας πρῶτα προχειριζόμενοι, τὰς ἀκολουθούσας αὐταῖς ἀλλοιώσεις τῆς ἀναπνοῆς ἐπισκοποίμεθα, παραπλησίους εὑρήσομεν. οἷον εἰ καὶ τῆς θερμασίας αὐξηθείσης, τῶν ἄλλων αἰτίων τῆς ἀναπνοῆς ἀτρέπτων μενόντων, ὁποῖόν τι τὸ τῆς δυσπνοίας εἶδος ἔσται, ζητοῦμεν· εὑρήσομεν γὰρ, ὡς κᾀν τῷ πρώτῳ δέδεικται τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὅτι βραχὺ μὲν αὐξηθείσης αὐτῆς, μείζων μὲν σαφῶς, οὐ μὴν καὶ θάττων· ἐπὶ πλεῖστον δὲ καὶ μεγίστη καὶ ταχεῖα καὶ ἤδη πυκνὴ γίγνοιτ’ ἂν ἡ εἰσπνοή· κατὰ ταὐτὰ δὲ καὶ εἰ μειωθείη τὸ κατὰ φύσιν θερμὸν, τῶν ἄλλων αἰτίων ἀτρέπτων μενόντων, ὅτι μικρὰν οὕτω καὶ βραδεῖαν καὶ ἀραιὰν ἀνάγκη γίνεσθαι τὴν εἰσπνοὴν, ἀλλ’ ὀλίγῳ μέν τινι τοῦ κατὰ φύσιν μικροτέραν, πολὺ δὲ βραδυτέραν, πάμπολυ δ’ ἀραιοτέραν. ἐῤῥωμένης γὰρ τῆς δυνάμεως

769
οὔσης οὐκ ἐνδέχεται πολλῷ μικροτέραν γίνεσθαι τὴν διαστολήν. ἀλλ’ εἴπερ ἐκλυθείη τὰ τῆς χρείας ἱκανῶς, ἐπὶ πλεῖστον ἡσυχάζειν εἰκὸς, οὐ μὴν οὐδὲ κινεῖσθαι διὰ ταῦτα παντάπασι βραδέως, ἐῤῥωμένης τῆς δυνάμεως. ἃ δὲ ἐπὶ τῆς θερμασίας αὐξανομένης, ταῦτα κᾀπὶ τῆς τοῦ ψυχικοῦ πνεύματος ἐπειγούσης θρέψεως εἴδη δυσπνοιῶν ἔσται, δηλονότι τῶν περὶ τὴν εἰσπνοὴν συνισταμένων. ὥσπέρ γε καὶ ἡ ἀμετρία τῆς λιγνυώδους τῶν χυμῶν συγκαύσεως τὰς αὐτὰς τῆς ἐκπνοῆς δυσπνοίας ἐργάσεται ταῖς ἐπὶ τῆς εἰσπνοῆς εἰρημέναις. ταχεῖαι μὲν γὰρ ἔσονται καὶ μεγάλαι καὶ πυκναὶ, πολλοῦ τοιούτου περιττώματος ἠθροισμένου· βραδεῖαι δὲ καὶ μικραὶ καὶ ἀραιαὶ κατὰ τὰς ἐναντίας διαθέσεις. ἆρ’ οὖν ὁ μὲν λόγος οὕτως ἀξιοῖ, μάχεται δέ τι τῶν ἐναργῶς φαινομένων; ἐγὼ μὲν ὁμολογοῦντα ταῦτα πάντα κατά τε τὰς ἡλικίας καὶ τὰς χώρας καὶ ὅλως τὰς καταστάσεις ἁπάσας τοῦ περιέχοντος ἡμᾶς ἀέρος εὑρίσκω· μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ τὰ ἐν τοῖς ἐπιτηδεύμασιν ἅπασι καὶ τὰ ἐν τοῖς νοσήμασιν.
770
ἄνθα μὲν γὰρ τὸ θερμὸν πλεονεκτεῖ, ταχείας καὶ μεγάλας καὶ πυκνὰς ἔστιν ἰδεῖν γιγνομένας εἰσπνοάς· ἔνθα δ’ αὖ τὸ ψυχρὸν, τὰς ἐναντίας, βραδεῖς τε καὶ μικρὰς καὶ ἀραιάς. καὶ μὴν ὅσοις μὲν κενοῦται τὸ ψυχικὸν πνεῦμα, καὶ διὰ τοῦτο τάχα δεῖται τῆς ἀναθρέψεως, οὐ μόνον μέγα, ἀλλὰ καὶ ταχὺ καὶ πυκνὸν εἰσπνέουσιν· οἷς δ’ οὐδὲν κενοῦται, τὸ ἐναντίον τούτοις εἶδος τῆς εἰσπνοῆς· εἰ δ’ ἄμφω συνδράμοι, καὶ θερμασίας αὔξησις καὶ πνεύματος ἀνάλωσις, οὗτοι τὴν μεγίστην ἁπασῶν καὶ ταχίστην καὶ πυκνοτάτην εἰσπνοὴν ἴσχουσι, καὶ μάλιστ’ εἰ σφοδρῶς ἑκάτερα αὐξηθείη, ὥσπέρ γε καὶ μειωθέντων ἀμφοῖν ἰσχυρῶς, μικρόταται καὶ βραδύταται καὶ ἀραιόταται γίνονται εἰσπνοαί. καὶ μὲν δὴ καὶ τὸ τῶν ἐκπνοῶν εἶδος, εἰ μὲν ἀθροισθείη πολλὰ καπνώδη περιττώματα, μέγιστόν τε καὶ τάχιστον καὶ πυκνότατον· εἰ δ’ ὀλίγιστα παντελῶς εἴη, μικρότατόν τε καὶ βραδύτατον καὶ ἀραιότατον. ἡλικιῶν μέν γε τὰς μὲν ἐν αὐξήσει πάσας καὶ μέγα καὶ ταχὺ καὶ πυκνὸν εἰσπνεούσας ὁρῶμεν· τὰς δ’ ἐν παρακμῇ
771
τοὐναντίον, ἀραιὸν μὲν καὶ μικρὸν καὶ βραδύ· ὅτι ταῖς μὲν θερμὸν πλέον, ταῖς δ’ ἔλαττον· καὶ ταῖς μὲν συναύξεσθαι τῷ σώματι τὴν οὐσίαν τοῦ ψυχικοῦ πνεύματος ἀνάγκη, ταῖς δὲ συμμαραίνεσθαι. δι’ ἀμφοτέρας οὖν τὰς αἰτίας πολὺ παραλλάττουσιν ἐν ταῖς τῆς εἰσπνοῆς ἰδέαις οἱ νέοι τῶν πρεσβυτέρων· δι’ ἄλλας δ’ αὖ δύο αἰτίας ἐν ταῖς ἐκπνοαῖς. ἐπεὶ γὰρ ταῖς αὐξανούσαις ἡλικίαις διά τε τὴν τῆς ἐμφύτου θερμασίας ῥώμην καὶ δι’ αὐτὴν τὴν αὔξησιν πάμπολύ τι πλῆθος ἀναλίσκεται χυμῶν, ταῖς δὲ παρακμαστικαῖς ὅσον εἰς αὐτὸ τὸ ζῇν μόνον, ὡς μήτε αὐξανομέναις ἔτι καὶ ἀποψυχομέναις ἤδη, κατὰ λόγον ταῖς μὲν ταχεῖα καὶ μεγάλη καὶ πυκνὴ, ταῖς δὲ ἐναντίως διακειμένη κατὰ πᾶν ἡ ἐκπνοὴ φαίνεται. τὴν αὐτὴν δὲ ταύτην ἰδέαν καὶ οἱ σφυγμοὶ κατὰ τὰς τῶν ἡλικιῶν διαφορὰς ἔχοντες εὑρίσκονται, καθάπερ καὶ τοῦτ’ ἐν τρίτῳ τῶν ἐν αὐτοῖς αἰτίων διήλθομεν. ὡς δ’ ἐν ταῖς ἡλικίαις, οὕτω κᾀν ταῖς ὥραις καὶ ταῖς χώραις καὶ πάσαις ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεσιν οἵ τε σφυγμοὶ ταῖς ἀναπνοαῖς αἵ τ’ ἀναπνοαὶ τοῖς σφυγμοῖς ἀνάλογον
772
ἔχουσιν, ἐν μὲν ταῖς θερμαῖς εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρεπόμεναι, κατὰ δὲ τὰς ψυχρὰς εἰς τἀναντία. καὶ εἴρηται περὶ τούτων ἁπάντων ἐν ἐκείνοις, ὥσπέρ γε καὶ περὶ τῶν ἐπιτηδευμάτων. ἐν μὲν γὰρ τῷ τρέχειν καὶ παλαίειν καὶ ὁπωσοῦν ἄλλως ἀνδρίζεσθαι μέγα καὶ ταχὺ καὶ πυκνὸν ἀναπνέομεν, ἡσυχάζοντες δὲ μικρὸν καὶ βραδὺ καὶ ἀραιόν· ὅτι ταῖς μὲν συντόνοις κινήσεσιν αὐξάνεται μὲν τὸ θερμὸν, δαπανᾶται δὲ τὸ πνεῦμα τὸ ψυχικόν· ἠρεμούντων δὲ καὶ ἀκινήτων μενόντων, τὸ μὲν θερμὸν μαραίνεται, πνεῦμα δ’ οὐδ’ ὅλως ἢ παντελῶς ὀλίγον ἀναλίσκεται. καὶ τοίνυν καὶ τῶν λουτρῶν τὰ μὲν θερμὰ ταχεῖάν τε καὶ μεγάλην καὶ πυκνὴν ἐργάζεται τὴν ἀναπνοὴν, τὰ δὲ ψυχρὰ τὴν ἐναντίαν. ἐν τοῖς ὕπνοις δὲ καὶ πάνυ δεῖ προσέχειν τὸν νοῦν τῷ γινομένῳ. πλεονεκτεῖ γὰρ καὶ κατὰ μέγεθος καὶ τάχος κινήσεως ἡ ἐκπνοὴ τῆς εἰσπνοῆς, ὅτε τῶν σιτίων τε καὶ χυμῶν ἁπάντων αἱ κατεργασίαι, καὶ αἱ πέψεις μάλιστα γίνονται. πλεῖστον οὖν εἰκὸς ἐν αὐτοῖς καὶ τὸ καπνῶδες ἀθροίζεσθαι περίττωμα.

773

Καὶ τῶν νοσημάτων δὲ, καὶ γὰρ καὶ περὶ τούτων ἤδη λεκτέον, ἐν μὲν τοῖς πυρετώδεσιν ἅπασι, καὶ μάλιστα ὅσοις περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ἢ τὴν καρδίαν ἤθροισταί τι πολὺ πλῆθος θερμότητος, ἡ ἀναπνοὴ πᾶσα μεγάλη καὶ ταχεῖα καὶ πυκνὴ φαίνεται γιγνομένη· ἐν οἷς δὲ ἀπέψυκται τὸ θερμὸν, ἡ ἐναντία, ὥστε καί τισιν ἤδη τελέως ἔδοξεν ἀπολωλέναι, καὶ ἣν ὁ Ποντικὸς Ἡρακλείδης ἄπνουν ἔγραψεν, ἥδε ἐστιν. τὸ ἀνάλογον γὰρ ἔχειν ἔοικεν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν ἀναπνοή τε καὶ σφυγμὸς, οὕτω κᾀν τῷδε. παντελῶς γὰρ οὐδέτερον αὐτῶν ἀπολέσθαι δυνατὸν, ἔστ’ ἂν περιείη τὸ ζῶον, ἀπολωλέναι μέντοι δόξαι διὰ σμικρότητα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τούτοις γε δὴ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἐσχάτως μικροῖς τὸ διαφεύγειν τὰς αἰσθήσεις κοινόν.

Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν ὡσαύτως ὑπαρχόντων ἀναπνοαῖς τε καὶ σφυγμοῖς αὐτάρκως εἴρηται, ζητήσομεν ἤδη καὶ ὅσον ἐν αὐτοῖς οὐχ ὡσαύτως ἔχει. τὸ γὰρ ἀπὸ τῆς τῶν δυνάμεων ἑτερότητος ἐν ἑκάστῳ τῶν ἐνεργειῶν

774
ἴδιον εἰκός ἐστι πολλαχῶς καὶ τὰς ἰδέας αὐτῶν διαφερούσας ἐργάσασθαι. τοῦτ’ οὖν χρὴ σκοπῆσαι καὶ ζητῆσαι καὶ ἀνευρίσκειν μεθόδῳ. δοκῶ δή μοι καθορᾷν εὐθὺς ἀπ’ αὐτῆς τῆς οὐσίας τῶν πραγμάτων μεγίστην τινὰ διαφορὰν ἁπάντων τῶν ψυχικῶν ἔργων πρὸς τὰ ζωτικά. τῶν μὲν γὰρ ἡ προαίρεσις ἐξουσίαν ἔχει τῆς γενέσεως καὶ δύναταί ποτε, κᾂν ἡ χρεία καλῇ καὶ ἡ δύναμις εὐεκτῇ κᾂν τῶν ὀργάνων ἕκαστον ἐπιτήδειον ᾖ πρὸς τὴν ἐνέργειαν, ὅμως ἴσχειν τε καὶ κωλύειν αὐτὰ τῆς κινήσεως· ὅπου δ’ ἴσχειν μέγα οὕτως, ἦπού γε καὶ τὸ βραδέως κινεῖν ἢ ταχέως, καὶ ἐπιπλέον ἢ ἐπ’ ἔλαττον ἐξαίρειν, καὶ διὰ πλείονος ἢ ἐλάττονος χρόνου, ῥᾷστον αὐτῇ. τοῖς ζωτικοῖς δ’ ἔργοις οὐχ οὕτως ἔχει, ἀλλ’ ὅταν ἡ χρεία καλῇ, τῆς γε δυνάμεως ἐῤῥωμένης καὶ τῶν ὀργάνων ἐπιτηδείων ὑπαρχόντων εἰς τὰς κινήσεις, οὔτε βραδεῖαν οὔτε μικρὰν γενέσθαι οἷόν τε τὴν ἐνέργειαν. ἐπὶ γοῦν τῶν κατὰ τὰ φλεγμαίνοντα μόρια σφυγμῶν ἐναργέστατα φαίνεται διὰ τὴν τῶν ἐν αὐτοῖς ἀρτηριῶν κίνησιν ὀδύνη μὲν σφοδρὰ προσγινομένη διὰ τὸ μὴ ἐφ’ ἡμῶν εἶναι τὴν κίνησιν ἐλάττονα ποιῆσαι τῷ
775
μεγέθει ἢ βραδυτέραν τῷ τάχει· καίτοι γε εἴπερ ἦν ἐφ’ ἡμῖν ἐλάττονά τε καὶ βραδυτέραν αὐτὴν ἐργάσασθαι, οὐδὲν ἂν προὐργιαίτερον ἐποιησάμεθα, μέλλοντές γε ἐκ τούτου παρηγορήσειν τὴν ὀδύνην. παντὶ μὲν γὰρ τῷ φλεγμαίνοντι τελέας ἡσυχίας δεῖ· κινουμένων γὰρ καὶ τριβομένων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων, θλίβεταί τε καὶ ῥευματίζεται καὶ παντοίως ὀδυνᾶται. εἰ δ’ ἄρα ποτὲ καὶ διὰ τὴν τῆς χρείας ἔπειξιν ἀναγκάζοιτο, τὴν μικροτέραν τε καὶ βραδυτέραν κίνησιν ῥᾷον φέρει τῆς μείζονός τε καὶ ὠκυτέρας. οὕτω καὶ τὸ σκέλος, ὅταν φλεγμαίνῃ τι μέρος ἐν αὐτῷ, μάλιστα μὲν ἀναπαύεσθαι ποθεῖ· εἰ δ’ ἀναγκαζοίμεθα κινεῖν αὐτὸ χρείας τινὸς ἐπειγούσης, ἔλαττόν τε καὶ βραδύτερον βαδίζομεν· ἀλλ’ οὐχ οἷόν τε τοῦτ’ ἐπὶ τῶν ἀρτηριῶν ἐργάσασθαι. οὐ γάρ ἐστιν ἐφ’ ἡμῖν ἡ κίνησις αὐτῶν, οὔθ’ ὥστε καταπαύειν γιγνομένην, ὥστε βραδυτέραν ἐξ ὠκυτέρας ἢ ἐκ μείζονος ἐλάττω ποιεῖν, ἀλλ’ ἀνάγκῃ στέργειν τῇ παρούσῃ, κᾂν ὠκεῖα κᾂν μεγάλη κᾂν ὁπωσοῦν ᾖ βιαία. διὰ τοῦτο ἐν τοῖς φλεγμαίνουσι μορίοις τῶν ἀρτηριῶν κινουμένων ὀδυνώμεθα μὲν, ἀλλ’ οὔτε
776
ἀμυδροτέραν οὔτε ἐλάττω τὴν κίνησιν οὔτε βραδυτέραν ἐργάσασθαι δυνάμεθα, καίτοι τῶν γε κατὰ τὴν προαίρεσιν ἐνεργειῶν ἢ παντελῶς ἀναπαύοντες τὸ σκέλος, ἢ μικρὰν κομιδῆ καὶ βραδεῖαν ποιοῦντες. ὅταν δὲ λέγωμεν μικρὰν καὶ μεγάλην κίνησιν, ὅτι μὴ κυρίως, ἀλλ’ ἀπὸ τῶν διαστημάτων φαμὲν, καθ’ ὧν τὸ κινούμενον φέρεται, παντί που δῆλον. οὐκοῦν ἐπειδὴ καὶ ὁ θώραξ ἕν τι τῶν τοῦ ζώου μορίων ἐστὶν ὄργανον ἀναπνοῆς, ὡς ἡ μὲν ἀρτηρία σφυγμῶν, τὸ δὲ σκέλος βαδίσεως, εἰ μέν ἐστι τῶν ζωτικῶν ἔργων ἡ ἀναπνοὴ, ταῖς ἀρτηρίαις ἀνάλογον, εἰ δὲ τῶν ψυχικῶν, τοῖς σκέλεσιν ὁμοίως κινηθήσεται· ἀλλὰ μὴν τῶν ψυχικῶν, ὡς ἐν ἄλλοις ἀποδέδεικται, δῆλον ἄρα ὡς τοῖς σκέλεσιν ὁμοίως κινηθήσεται. εἰ τοίνυν φλεγμαίνων εἴη ἀναγκάζοιτό τε κινεῖσθαι, βραδύτερόν τε καὶ πολὺ ἧττον τοῦ δέοντος διαστήσεται. ἀλλ’ εἰ τοῦτο ποιήσει, ἐνδεῶς ἀναπνεύσει. εἰ δὲ καὶ δεύτερον ἔτι καὶ τρίτον ταὐτὸ τοῦτ’ ἐργάσεται, τὸ καθ’ ἑκάστην ἐνδεὲς ἓν ἀξιόλογόν ποτε κεφάλαιον γενόμενον, ἐγγὺς ἄξει τοῦ
777
πνίγεσθαι τὸ ζῶον. ἵν’ οὖ μὴ γένηται τοῦτο, πυκνοτέρας ποιεῖται τὰς ἐνεργείας, μηκέτι ἡσυχάζων τοσοῦτον, ὅσον ὁπότε εἶχε κατὰ φύσιν, ὅμοιόν τι ποιῶν τοῖς διὰ τὸ μὴ δύνασθαι τὴν αὐτάρκη τροφὴν εἰς ἅπαξ προσενέγκασθαι, συνεχῶς ὀλίγον τρεφομένοις. ἀλλ’ ἐν τούτῳ ἀναγκαῖον τὴν ὅλην ἀναπνοὴν γενέσθαι μικρὰν καὶ βραδεῖαν καὶ πυκνὴν, καὶ πλέονί γε μικροτέραν τοῦ προσήκοντος, ἢ βραδυτέραν. οὐχ οὕτω γὰρ ἰσχυρὸς ὁ πόνος τῷ θώρακι διὰ τὸ τάχος τῆς κινήσεως, ὡς διὰ τὸ μέγεθος τῆς διαστολῆς. τὸ μὲν γὰρ τάχος, εἰ καὶ κατ’ αὐτὴν τὴν ἐνέργειαν ὀδυνηρὸν, ἀλλὰ τῷ γε βραχυχρόνιον ἐργάζεσθαι τὴν ὅλην κίνησιν ἧττον λυπεῖ τὸν θώρακα· συντόμως γὰρ ἐφ’ ὃ σπεύδει παραγίνεται· σπεύδει δὲ δήπουθεν ἐπὶ τὴν ἡσυχίαν καὶ ταύτης ὅτι τάχιστα γλίχεται τυχεῖν, ὡς ἂν μόνης αὐτῷ τὴν ἐκ φλεγμονῆς ὀδύνην παραμυθουμένης. τὸ δὲ μέγεθος τῆς διαστολῆς πάντως χαλεπὸν, αὐτῷ τε τῷ βιαίῳ τῆς κινήσεως καὶ τῷ θλίβειν τε ἅμα καὶ τείνειν τὰ φλεγμαίνοντα, καὶ παντοίως ὀδυνᾷν τὸν θώρακα. ταῦτ’ ἄρα καὶ πλέον ἀφαιρεῖ τοῦ μεγέθους ἢ τοῦ τάχους, καὶ ὅταν γε 
778
τοῦτ’ αὐτὸ μόνον ᾖ τὸ πάθημα, πόνος τις τῶν κατὰ τὸν θώρακα μορίων, μὴ μέντοι τά γε τῆς χρείας ἐπείγει, μενούσης δηλονότι τῆς ἐν τῇ καρδίᾳ θερμασίας ἐν τοῖς κατὰ φύσιν ὅροις, ἐναργῶς ἡ κίνησις τοῦ θώρακος βραδυτέρα γίνεται· πυρώσεως δέ τινος ἐν αὐτῇ γενομένης, τὸ μὲν τάχος οὐκ ἐκλύεται δι’ ἃς ἔμπροσθεν εἴπομεν αἰτίας, καθαιρεῖται δὲ κᾀνταῦθα τὸ μέγεθος ἱκανῶς, ἀλλ’ ἀντ’ αὐτοῦ πυκνότης γεννᾶται, διὰ τὴν τῆς χρείας ἔπειξιν.

Ὥστε κᾀκ τῶν εἰρημένων ἤδη πρόδηλον ὑπάρχει, ὡς αὐτὴ μὲν καθ’ ἑαυτὴν ὀδύνη περί τι τῶν ἀναπνευστικῶν ὀργάνων γενομένη μικρὸν καὶ βραδὺ καὶ πυκνὸν ἐργάσεται τὸ πνεῦμα· μετὰ φλογώσεως δὲ μικρὸν μὲν ἔτι καὶ νῦν ὁμοίως, ἀλλὰ πυκνότερόν γε τοῦ διὰ μόνην τὴν ὀδύνην καὶ ἤδη κατά τι ταχύτερον· ἡ δὲ διὰ μόνην τὴν πύρωσιν γιγνομένη δύσπνοια πρόσθεν ἐδείχθη μέγα καὶ ταχὺ καὶ πυκνὸν ἐργαζομένη τὸ πνεῦμα. ὥστε σαφής ἐστι καὶ εὐδιόριστος τῶν θ’ ἁπλῶν ἑκατέρα καὶ ἡ ἐξ ἀμφοῖν σύνθετος. ἡ μὲν γὰρ ἐπὶ μόνῳ τῷ πλήθει τῆς θερμασίας, εἰ καὶ πυκνὸν ἐργάζεται

779
τὸ πνεῦμα παραπλησίως τῇ διὰ μόνην τὴν ὀδύνην, ἀλλὰ τῷ μεγέθει καὶ τῷ τάχει σαφῶς διορίζεται· ἡ δ’ ἐξ ἀμφοῖν τῶν αἰτίων συνελθόντων τῆς μὲν διὰ τὴν φλόγωσιν μόνῃ τῇ μικρότητι διαφέρει, τῆς δὲ διὰ τὴν ὀδύνην μεγέθει καὶ τάχει· καὶ μὲν δὴ καὶ ἡ διὰ τὴν κατάψυξίν γε τῆς κατὰ φύσιν θερμασίας δύσπνοια σαφέσι τισὶ γνωρίσμασιν ἁπασῶν τούτων διορίζεται. μικρὸν γὰρ αὕτη γε ὡς ἐδείκνυτο καὶ βραδὺ καὶ ἀραιὸν ἐργάζεται τὸ πνεῦμα· τῶν δ’ ἄλλων οὐδεμιᾷ συμβέβηκεν ἅμα βραδύτης καὶ ἀραιότης. ἀλλ’ ὅσον μὲν ἐπὶ ταῖς ἐνδείαις τε καὶ πλεονεξίαις τῆς θερμασίας, ἡ τῆς ἀναπνοῆς ἰδέα τοῦ κατὰ φύσιν ἐξίσταται ῥυθμοῦ, ταῦτα καὶ τοῖς σφυγμοῖς ὡσαύτως ἔχει· τὰ δ’ ἐπὶ ταῖς ὀδυνηραῖς τῶν ὀργάνων διαθέσεσιν οὐκέθ’ ὡσαύτως, ἀλλ’ ὅπη παραλλάττει σαφῶς, οἶμαι, δέδεικται. αἱ λοιπαὶ μέντοι διαθέσεις τῶν ὀργάνων, ὅσαι χωρὶς ἀλγήματος ἐπ’ ἐμφράξεσιν ἢ σκιῤῥώσεσιν ἢ θλίψεσιν ἢ ὅλως στενοχωρίαις τισὶ γίνονται, παραπλησίως ἐργάζονται τὰς ἀλλοιώσεις ἑκατέραις ταῖς ἐνεργείαις ψυχικαῖς τε καὶ ζωτικαῖς. μικρὸν γὰρ ἐπ’ αὐτοῖς καὶ ταχὺ καὶ πυκνὸν
780
γίνεται τὸ πνεῦμα· μικρὸν μὲν, ὅτι διὰ τὴν στενοχωρίαν τῶν ὑποδεχομένων ἔλαττον τοῦ δέοντος ἕλκεται· πυκνὸν δὲ, ὅτι τὰ τῆς χρείας οὐ πληροῦται· διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ ταχύ. δέδεικται δὲ ἐν τοῖς περὶ σφυγμῶν ὑπομνήμασιν, ὅτι τὸ μέγεθος τῆς διαστολῆς, ὅταν μὲν ἱκανῶς πληροῖ τὴν χρείαν, οὐδὲν δεῖται τάχους, ὅταν δ’ ἀπολείπηται κατά τι, τηνικαῦτα ἤδη καὶ εἰς τάχος ἡ τροπὴ γίνεται, τῆς δυνάμεως ἐῤῥωμένης, καὶ ὅταν μηδὲ τοῦθ’ ἱκανὸν ᾖ, τότε καὶ εἰς πυκνότητα. διὰ ταῦτα μὲν δὴ μικρὸν καὶ ταχὺ καὶ πυκνὸν γίνεται τὸ πνεῦμα κατὰ τοὺς σφυγμοὺς καὶ τὰς ἀναπνοὰς ἐν ταῖς προειρημέναις διαθέσεσιν, ἐῤῥέθη δ’ ἐν τοῖς περὶ σφυγμῶν, ὅτι καὶ ἀνώμαλον, καὶ τοῦτ’ ἔστι μάλιστα τὸ ἴσιον αὐτῶν γνώρισμα, καὶ ὁ τῆς αἰτίας λογισμὸς ἐν ἐκείνοις εἴρηται, καὶ ὅτι γε κατὰ μὲν αὐτὰ τὰ τὰς ἐμφράξεις ἔχοντα μόρια, καὶ ὅσα τούτοις κοινωνεῖ, τὰ τῆς ἀνωμαλίας μάλιστα εὔδηλα, καὶ ἡ μικρότης τῶν σφυγμῶν ἢ διὰ παντὸς ἢ ὡς τὸ πολὺ συνεδρεύει· κατὰ δὲ τἄλλα τὸ μέγεθος μᾶλλον. εἰ δὲ πλησίον τῆς ἀρχῆς εἴη τὸ πάθημα, κοινὸν οὕτω γίνεται
781
πάσαις ταῖς ἀρτηρίαις. ταῦτα μὲν οὖν ἐν ἐκείνοις εἴρηταί τε καὶ δέδεικται.