De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Ὅτι μὲν ἡ δύσπνοια βλάβη τις τῆς ἀναπνοῆς ἐστιν, ὥσπερ ἡ δυσαισθησία τῆς αἰσθήσεως, καὶ ἡ δυσκινησία τῆς κινήσεως, ἱκανὸν ἐνδείξασθαι τοὔνομα· πόσαι δὲ τῆς βλάβης διαφοραὶ, καὶ διὰ τίνας αἰτίας γιγνόμεναι, καὶ πῶς ἑκάστην αὐτῶν χρὴ διαγινώσκειν, οὐκ ἐκ τῆς προσηγορίας διδαχθῆναι νῦν ἔστιν, ἀλλ’ ἡ φύσις αὐτὴ τῆς ἀναπνοῆς ἐνδείξεται. ταῦτά τοι καὶ διεσπούδασται τοῖς παλαιοῖς ἰατροῖς ἅπασιν ἡ τοῦ κατὰ φύσιν ἐπίγνωσις, ἄλλων τε πολλῶν

754
ἕνεκα καὶ τῆς ἐν τοῖς παρὰ φύσιν ἐνδείξεως οὐχ ἥκιστα. ἐπειδὴ γὰρ ἓν μέν τι τὸ κατὰ φύσιν καὶ οἷον κανὼν καὶ μέτρον καὶ ὅμοιον ἑαυτοῦ, ποικίλον δὲ καὶ ἀνόμοιον καὶ πολυειδὲς τοῖς σφάλμασιν τὸ παρὰ φύσιν, ὡς κινδυνεύειν ἄπειρον μὲν τῷ πλήθει, τῇ τέχνῃ δὲ ἀπεριόριστον ὑπάρχειν, ἀδύνατον ἔδοξε περιλαβεῖν ὅροις τισὶ τὴν ἀπειρίαν αὐτοῦ, χωρὶς τῆς τοῦ κατὰ φύσιν γνώσεως. ἐπειδὴ γὰρ ἕν ἐστι τοῦτο καὶ χρηστὸν τῷ ζώῳ, δῆλον ὡς καὶ σύμμετρον· εἰ δὲ τοῦτο σύμμετρον, ἄμετρον ἂν εἴη τὸ παρὰ φύσιν· εἰ δὲ ἄμετρον, διττὸν μὲν τῷ γένει πάντως· ἢ γὰρ ἐλλείπει τι τοῦ κατὰ φύσιν, ἢ ὑπερβάλλει· τοσαύτας δὲ ἐν αὐτῷ διαφορὰς ἕξει τὰς κατὰ μέρος, ὅσας περ ἂν οἷόν τε ᾖ δέξασθαι τὸ πρᾶγμα κατὰ τάς θ’ ὑπερβολὰς τοῦ μετρίου καὶ τὰς ἐλλείψεις. δέχεται δὲ τὸ μὲν ἁπλοῦν διττὰς, τὸ δ’ ἐκ πλειόνων σύνθετον διπλασίας κατὰ τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ μὲν οὖν ἕν τι καὶ ἁπλοῦν ἐστιν ἡ ἀναπνοὴ, διττὰς μὲν ἕξει
755
τὰς ἀμετρίας, διττὰς δὲ τῷ γένει τὰς δυσπνοίας· εἰ δ’ οὐχ ἓν, τὰς διαφορὰς ἕξει διπλασίας τὸν ἀριθμὸν τῶν συνθέντων αὐτό. εἰ μὲν οὖν αὕτη σαφής τε ἅμα καὶ σύντομός ἐστιν ἡ διδασκαλία, μακρὰ δικαίως ἡ παρὰ ταῦτα.

Καὶ τοίνυν ἐπειδὴ δύο μέν ἐστι τὰ πρῶτα καὶ κυριώτατα μόρια τῆς ὅλης ἀναπνοῆς, εἰσπνοή τε καὶ ἐκπνοὴ, δύο δ’ ἄλλα κατὰ συμβεβηκὸς αἱ μεταξὺ τούτων ἡσυχίαι, ἐν τέσσαρσιν ἂν οὕτω τοῖς πᾶσιν ἡ περὶ δυσπνοίας γίνεται σκέψις. ὥστε πάντως δεήσει τινὶ τῶν εἰρημένων, ἤ τισιν, ἢ καὶ πᾶσιν ἅμα πλημμελεῖσθαί τε καὶ διαφθείρεσθαι τῆς κατὰ φύσιν ἰδέας εἰς δυσπνοίας γένεσιν. ὀνομάζειν δὲ σαφοῦς ἕνεκα διδασκαλίας οὐδὲν ἂν εἴη χεῖρον ἁπλῆν μὲν δύσπνοιαν, ἥ τις ἂν ἓν μόριον ἑκάστοτε τῆς ὅλης ἀναπνοῆς καταλαμβάνει, σύνθετον δὲ τὴν ἐν πλείοσι συνισταμένην. ἀλλ’ ἐπεὶ δεύτερόν ἐστιν ἀεὶ τὸ σύνθετον τῶν ἁπλῶν, κατὰ λόγον ἂν εἴη πρότερον περὶ φύσει προτέρων ποιήσασθαι τὸν λόγον, ὥστε καὶ ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν ἄρξασθαι. ἐπειδὰν δὲ

756
ταύτας αὐτάρκως διέλθωμεν, μετὰ ταῦτα ἐπαλλάττοντες τάς τε κινήσεις καὶ τὰς ἡσυχίας κατ’ ἀλλήλας τε καὶ καθ’ ἑαυτὰς, οὕτω τὰς συνθέτους ἐξευρήσομεν. τίνες οὖν εἰσιν αἱ κατὰ φύσιν αἰτίαι τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, καὶ τίνες ἑκατέρας τῶν ἡσυχιῶν; ταυτὶ γὰρ ἦν τὰ πάντα μόρια τῆς ἀναπνοῆς. ἐπειδὴ δύο μὲν ἐξ ὧν εἴπομεν μορίων κινήσεις εἰσὶν, ἡ ἔξω καὶ ἔσω φορὰ τοῦ πνεύματος, δύο δὲ διορίζουσαι ταύτας ἠρεμίαι, γένεσις δὲ ταῖς μὲν κινήσεσι σύνθετος, ταῖς δ’ ἠρεμίαις ἁπλῆ, δῆλον ὡς τῶν μὲν πλείους ἀμετρίαι, τῶν δ’ ἡσυχιῶν διτταὶ γενήσονται. αὗται μὲν γὰρ οὖσαι ἁπλαῖ τοῦ χρόνου τῷ ποσῷ τὰς διαφορὰς ἴσχουσι μόνῳ· αἱ κινήσεις δ’ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ποσῷ τοῦ διαστήματος καθ’ οὗ φέρονται διοίσουσιν. ὥστ’ ἔσονται διτταὶ μὲν ἀμετρίαι αὐτῶν, καθὰ καὶ τῶν ἡσυχιῶν ἑκάτεραι, τοῦ χρόνου τῷ ποσῷ διαιρούμεναι, καθ’ ἃς ἤτοι ταχεῖαι ἢ βραδεῖαι λεχθήσονται· διτταὶ δ’ ἄλλαι τῷ ποσῷ τῆς διαστολῆς τῶν ἀναπνευστικῶν ὀργάνων διαφέρουσαι, καθ’ ἃς ἤτοι
757
μεγάλας ἢ μικρὰς αὐτὰς ὀνομάζουσιν. εἴπερ γὰρ ἀχώριστα πάσης ἐστὶ τῆς κατὰ τόπον κινήσεως ὅ τε χρόνος ἐν ᾧ κινεῖται τὸ κινούμενον καὶ τὸ διάστημα καθ’ οὗ φέρεται, διὰ μὲν τὸν χρόνον ταχέως μὲν καὶ βραδέως ἐροῦμεν γίνεσθαι τὴν κίνησιν, διὰ δὲ τὸ διάστημα πολὺ καὶ ὀλίγον. ἀλλὰ τήν γε διαστολὴν τῶν ἀναπνευστικῶν ὀργάνων οὐκ ὀλίγην καὶ πολλὴν, ἀλλὰ μικρὰν καὶ μεγάλην ὀνομάζειν ἔθος, ὥσπέρ γε καὶ τὴν συστολήν· ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων τῶν κινήσεων. ὥσπερ δὲ κινήσεως ἴδια τάχος καὶ βραδύτης, οὕτω καὶ τοῦ ποσοῦ τῶν διαλειμμάτων ἀραιότης καὶ πυκνότης. πυκνὰς γοῦν τὰς ἀμπέλους ἢ τὰς ἐλαίας ἢ ὁτιοῦν ἄλλο τοιοῦτον φυτεύεσθαι λέγομεν, ὅταν τὸ βραχύτατον διάστημα αὐτῶν δηλῶσαι βουληθῶμεν· οὕτω δὲ καὶ ἀραιὰς, ὅταν πολὺ τὸ ἐν μέσῳ τῶν πεφυτευμένων σωμάτων ᾖ, καὶ καθόλου φάναι πάντα τὰ ἐκ πλειόνων διωρισμένων συγκείμενα τούτοις χρῆται τοῖς ὀνόμασιν. ἐπεὶ οὖν καὶ ἡ ἀναπνοὴ σύνθετός ἐστιν ἐξ ἐναντίων κινήσεων ἡσυχίαις διωρισμένων, πυκνὴν αὐτὴν ἐργάζεται τὸ βραχὺ τῶν ἡσυχιῶν, 
758
ἀραιὰν δὲ τὸ μακρόν. αὗται μὲν οὖν πᾶσαι δυσπνοίας ἁπλαῖ διαφοραὶ καὶ ταῦτ’ αὐτῶν τὰ ὀνόματα, τοῖς τε ἄλλοις παλαιοῖς συνήθη καὶ Ἱπποκράτει. εἰ δέ τις ἑτέρως ὀνομάζειν ἐθέλει, καθάπερ ἤδη τινὲς τῶν νεωτέρων ἰατρῶν, οὐδὲν ἡμῖν διαφέρει· πλὴν ἴστω γε οὗτος μήτε τοῖς Ἱπποκράτει συνήθεσι μήτε τοῖς ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς ἄλλοις Ἕλλησιν ὀνόμασι χρησάμενος· ἀλλ’ εἰ καὶ τούτων καταφρονοίη, μήτε κυρίως μήτε σαφῶς ἑρμηνεύων. εἰ μὲν γὰρ ἓν ὄνομα κατ’ ἀμφοῖν φέρει, τῆς τε κινήσεως καὶ τῆς ἡσυχίας, ἤτοι τὸ τάχος μόνον ἢ τὴν πυκνότητα, καὶ αὖθις ἐπὶ τῶν ἐναντίων ἢ τὴν βραδυτῆτα μόνον ἢ τὴν ἀραιότητα, τοῖς ἑτέροις μηδόλως χρώμενος, ἀσαφείας ἄντικρυς ὁ τοιοῦτος ἐπιθυμεῖ. πολὺ γὰρ, οἶμαι, σαφέστερον, ἓν ἑκατέρῳ τῶν πραγμάτων ὄνομα θέμενον ἴδιον, ἐκεῖνο καλεῖν διαπαντὸς, εἰδότα γε ὡς τὰ κοινὰ τῶν ὀνομάτων οὐδὲν μᾶλλόν γε τὸ ἕτερον τούτων δηλοῦντα, συγχεῖ καὶ ταράττει τὸν ἀκροατὴν, ὡς μὴ γνῶναι, τί ποτ’ ἐστὶ τὸ λεγόμενον, πρὶν διαστείλασθαι τὴν ὁμωνυμίαν·
759
εἰ δὲ ἓν μὲν ἑκατέρῳ τῶν πραγμάτων ἐπιφέρει τις ὄνομα, μὴ ὡς ἡμεῖς μέντοι διείλομεν, ἀλλ’ ὑπεναντίως, τάχος μὲν καὶ βραδυτῆτα κατὰ τῶν ἡσυχιῶν, ἀραιότητα δὲ καὶ πυκνότητα κατὰ τῶν κινήσεων, οὐκ οἷδ’ ὅ τι βούλοιτ’ αὐτῷ τοῖς ἀκύροις τε καὶ ἀήθεσιν ὀνόμασι πρὸ τῶν κυρίων τε καὶ δι’ ἔθους χρῆσθαι. ὅτι γὰρ καὶ οἱ νῦν ἅπαντες ἄνθρωποι καὶ οἱ παλαιοὶ βραδυτῆτα καὶ τάχος οὐδενὸς ἄλλου κατηγοροῦσι, πλὴν τῶν κινουμένων, οὐδεὶς ἀγνοεῖ. τί ποτ’ οὖν σοφὸν ἀπειργασμένον ἔσται τῷ μετατιθέντι τὴν τῶν ὀνομάτων χρῆσιν εἰς τοσοῦτον, ὡς τὰς ἡσυχίας τοῖς τῶν κινήσεων προσαγορεύειν ὀνόμασιν; τί δὲ σοφὸν, εἰ τὰ τῶν διαλειμμάτων ὀνόματα ταῖς ἐνεργείαις ἐπιφέρει; ὡς γὰρ καὶ τὰς ἀμπέλους πυκνὰς καὶ τὰς ἐλαίας, ὅταν ὀλίγον ἔχωσι τὸ μεταξὺ διάστημα, λέγομεν, ἀραιὰς ὀνομάζοντες, εἰ πλέον εἴη, οὕτω τὰς τῶν ζώων ἐνεργείας τὰς μὲν δι’ ὀλίγου χρόνου γινομένας πυκνὰς, ἀραιὰς δὲ τὰς διὰ πολλοῦ καλοῦμεν. εἰ δέ τις, ὡς ἔφην, οὐχ οὕτως, ἀλλ’ ἑτέρως ὀνομάζειν ἐθέλει, μήθ’ Ἱπποκράτει μήτε τοῖς ἄλλοις παλαιοῖς μήθ’ ὅλως τοῖς Ἕλλησιν ἑπόμενος, ἀλλὰ
760
μηδὲ τοῦ σαφοῦς τῆς ἑρμηνείας φροντίζων, ἐκείνῳ μὲν ἐπιτρεπτέον νικᾷν νίκην Καδμείαν.

Τοῖς δ’ ἄλλοις, ὅσοι τῶν μὲν ὀνομάτων εἰς τοσοῦτον φροντίζουσιν, ὅσον αὐτῶν εἰς διδασκαλίαν χρηστὸν, ἅπασα δ’ αὐτοῖς ἡ σπουδὴ τὴν ἐν τοῖς πράγμασιν ἐξευρεῖν ἀλήθειαν, ἤδη διαλεξώμεθα περὶ ὧν ἐξ ἀρχῆς γράφειν προὐθέμεθα. τῆς ἀναπνοῆς τῷ μὲν γένει κινήσεως οὔσης, συγκειμένης δὲ ἐκ δυοῖν μορίων ἐναντίων ἀλλήλοις, ὧν τὸ μὲν εἰσπνοὴν, τὸ δὲ ἐκπνοὴν ὀνομάζομεν, ἀλλὰ καὶ δύο ἄλλα κατά τι συμβεβηκὸς ἐχούσης οὐχ ὅμοια, τὰς καλουμένας ἠρεμίας τε καὶ ἡσυχίας, αἱ βλάβαι γίνονται, περὶ μὲν τὰς κινήσεις εἰς τάχος καὶ βραδυτῆτα καὶ μέγεθος καὶ σμικρότητα· περὶ δὲ τὰς ἡσυχίας εἰς ἀραιότητα καὶ πυκνότητα· καὶ παρὰ ταύτας οὐκ ἂν εὕροις ἁπλῆν ἄλλην δυσπνοίας διαφοράν. ἡ γὰρ τῆς διαιρέσεως μέθοδος οὕτως ἐνδείκνυται.

Λοιπὸν δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἐξευρόντας ἐπὶ τὰς συνθέτους αὖθις τρέπεσθαι. τίς οὖν αἰτία

761
ταχείας ἀναπνοῆς καὶ βραδείας καὶ τῶν ἄλλων ἑκάστου; ἐμοὶ μὲν δοκεῖ κᾀνταῦθα μεθόδῳ χρῆναι ζητεῖν αὐτὰς, οὐχ ἁπλῶς ἀποφαίνεσθαι. τίς οὖν ἡ μέθοδος; ἐπειδὴ πρὸς τῶν αὐτῶν ἕκαστον ἢ χεῖρον ἢ βέλτιον γίνεται, πρὸς ὧνπερ ὅλως γίγνεσθαι πέφυκεν, ἐὰν εἰδῶμεν ὑπὸ τίνων αἰτίων ἀναπνοὴ γίγνεται, γνωσόμεθα δηλονότι καὶ τὰς δυσπνοίας αἰτίας. τίνες οὖν αἰτίαι τῆς ἀναπνοῆς; ἔχεις μὲν αὐτὰς ἑτέρωθι μετ’ ἀποδείξεως γεγραμμένας· νῦν δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμνησθῆναι μόνον. ἡ μὲν δύναμις ἡ ψυχικὴ κινεῖ τὸν θώρακα, τῷ δὲ ὁ πνεύμων συγκινεῖται, ταῖς τούτου δ’ ἕπεται κινήσεσι, διαστελλομένου μὲν εἰσπνοὴ, συστελλομένου δὲ ἐκπνοή. δέδεικται δ’ ἐν ἐκείνοις καὶ ὡς ἡ χρεία τῆς ἀναπνοῆς ἡ μεγίστη μὲν καὶ κυριωτάτη φυλακὴ τῆς ἐμφύτου θερμασίας ἐστὶν, ἤδη δὲ καὶ τοῦ ψυχικοῦ πνεύματος θρέψις. οὕτω δὲ τούτων ἐχόντων, ἐπειδὰν μὲν ἡ δύναμίς τε καὶ ἡ χρεία καὶ τῶν ὀργάνων ἕκαστον εὐπραγῇ, νόμῳ φύσεως ἀναπνεῖ τὸ ζῶον· ἐπειδὰν δέ τι πάθῃ, κατ’ ἐκεῖνο καὶ τὴν ἀναπνοὴν ἀναγκαῖον
762
ἐμποδίζεσθαι. καὶ τοίνυν, ὥσπερ ἐν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις διττὴν ἐποιούμεθα διδασκαλίαν, ἢ καθ’ ἕκαστον αὐτῶν ζητοῦντες τὰς αἰτίας, ἢ καθ’ ἑκάστην ἐκείνων τὰς ἀλλοιώσεις, οὕτω κᾀνταῦθα χρὴ καθ’ ἑκάτερον γυμνάσασθαι, ὥστε καὶ τῆς αἰτίας προβληθείσης, εὐθὺς ἔχειν εἰπεῖν καὶ τὴν ἑπομένην δύσπνοιαν, καὶ τῆς δυσπνοίας ῥηθείσης, ἀναμιμνήσκεσθαι ῥᾳδίως τῆς ποιούσης αἰτίας. ἀρκτέον οὖν ἡμῖν κᾀνταῦθα κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῶν ἁπλῶν δυσπνοιῶν, ὡς ἐν ἐκείνοις ἀπὸ τῶν σφυγμῶν, καὶ ζητητέον, τίνες αἰτίαι ταχεῖαν εἰσπνοὴν ἐργάζονται. ταχὺν μὲν γὰρ σφυγμὸν ἀπεδείξαμεν, ἐπειγούσης μὲν τῆς χρείας, ἐῤῥωμένης δὲ τῆς δυνάμεως, εὐπειθῶν δ’ ὄντων γίγνεσθαι τῶν ὀργάνων. ἐοίκαμεν δὲ κᾀνταῦθα τὰς αὐτὰς ἐρεῖν αἰτίας, εἴ γε μὴ κακῶς ἐν τῷ περὶ χρείας σφυγμῶν ἐδείξαμεν τὴν αὐτὴν ὠφέλειαν, παρὰ μὲν τῆς ἀναπνοῆς τῷ κατὰ τὴν καρδίαν θερμῷ, παρὰ δὲ τῶν σφυγμῶν τῷ καθ’ ὅλον γίγνεσθαι τὸ ζῶον. ἐν ἐκείνῳ δ’ αὐτῷ λόγῳ τῷ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων αὐτάρκως 
763
εἴρηται καὶ περὶ τῆς Ἀρχιγένους πρὸς Μάγνον ἀντιλογίας, ὡς οὐχ ὑπὸ ῥώμης δυνάμεως ὁ ταχὺς γίνεται σφυγμὸς, ἀλλὰ μᾶλλον ὑπὸ ἀῤῥωστίας, καὶ οὐ χρὴ δὶς περὶ τῶν αὐτῶν λέγειν, ἑνὸς καὶ ταὐτοῦ τρόπου τῆς ἀποδείξεως ἐσομένου. καὶ εἴπερ οὕτω περὶ δυσπνοίας, ὡς περὶ σφυγμῶν, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπραγματεύσαντο, καὶ μὴ τελέως αὐτῆς ὠλιγώρησαν, οἰκειότερον ἂν ἦν ἐνταῦθα ζητεῖσθαι τὸν περὶ τῆς ταχείας κινήσεως λόγον, ὡς ἂν καὶ σαφεστέρας τῆσδε τῆς πραγματείας οὔσης, καὶ διὰ τοῦτο προτέρας ὀφειλούσης διδάσκεσθαι. ἀλλ’ οὐκ οἶδ’ ὅπως περὶ μὲν αὐτῆς τῆς ἀναπνοῆς ἐπὶ πλεῖστον ἐζήτησαν, οὔτε χρείαν ἧς ἕνεκα γίγνεται παραλιπόντες ἄσκεπτον οὔτε δύναμιν ὑφ’ ἧς δημιουργεῖται, ἐπολυπραγμονήσαντο δὲ καὶ περὶ τῶν ὀργάνων αὐτῶν ἐπιμελῶς, πόσα τε καὶ τίνα καὶ ὅπως εἴη κινούμενα, περὶ δὲ τῆς δυσπνοίας, ὥσπερ οὐκ ἀναγκαιότερον ὄντα τὸν λόγον, ἢ οὐ ποικιλώτερον, ἢ οὐ χαλεπώτερον εὑρεθῆναι, παντάπασιν ἀργῶς παρέδραμον, οἱ μὲν μηδ’ ὅλως μηδὲ τοὐλάχιστον ὑπὲρ αὐτῆς εἰπόντες, οἱ δὲ ἐπὶ βραχὺ κομιδῆ προσαψάμενοι, καί τοι γράψαντος
764
Ἱπποκράτους ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν, ὥσπέρ τινα μύωπα, τὰς διαφορὰς τῶν δυσπνοιῶν, ὑφ’ οὗ νυττομένους αὐτοὺς ἐχρῆν ἐξεγερθῆναί ποτε τοῦ βαθέος ὕπνου, καὶ ζητῆσαι, τίς ἐφ’ ἑκάστης αὐτῆς ὁ πεπονθὼς τόπος ἐστὶν, καὶ τίς ὁ τρόπος τῆς διαθέσεως, καὶ τίς ἡ αἰτία, καὶ εἰ παραλέλειπται ταῦτα τελέως ὑφ’ Ἱπποκράτους, ἢ τινὰ μὲν εἴρηται πρὸς αὐτοῦ, τινὰ δ’ οὔ; καὶ ποῦ τῶν συγγραμμάτων καὶ πῶς; ἆρά γε τελέως καὶ σαφῶς, ἢ ἐλλιπῶς τε καὶ οἱονεὶ σπερματικῶς; οὐδὲν γὰρ τούτων ἐζήτησεν οὐδεὶς, οὔτ’ αὐτοῦ τοῦ πράγματος ἀξίως τῶν θ’ Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων, ἐξηγητικά τε γραφόντων ὑπομνήματα τῶν συγγραμμάτων αὐτοῦ, τὸν περὶ τῆς δυσπνοίας οὐδεὶς τελέως ἐπεξῆλθε λόγον. ἀλλ’ ἡμεῖς τά τε καθ’ ἕκαστον εἰρημένα τῶν βιβλίων εἰς ταὐτὸν ἀθροίσωμεν ἅπαντα, καὶ δείξωμεν, ὡς κᾀν τούτοις ὁ ἀνὴρ πολὺ δή τι ὑπὲρ τοὺς ἄλλους ἐστίν. οὐ μὴν ἤδη γε τοῦτο ποιητέον. οὐ γάρ μοι πρόκειται μόνον ἐξηγήσασθαι τὴν Ἱπποκράτους γνώμην, ἀλλὰ καὶ τὰς οἰκείας ἀποδείξεις
765
τῶν δογμάτων προσθεῖναι, καὶ τῆς ἐν αὐτοῖς ἀληθείας ἀκρίβειαν παρασχεῖν τοῖς ἐντυγχάνουσιν. εἰς δὲ τοῦτο πολὺ κάλλιόν ἐστι μὴ προκαταλαμβάνειν τὸν καιρὸν τῇ δόξῃ τοῦ παλαιοῦ. καὶ τοίνυν ὅδε μὲν ὁ πρότερός μοι λόγος διδασκαλία μετὰ ἀποδείξεως ἔσται τῶν ἀληθῶν· ὁ δ’ ἑξῆς δεύτερος ἐξήγησις ὧν Ἱπποκράτης ἐγίγνωσκε περὶ δυσπνοίας.

Αὖθις οὖν ἀναλάβωμεν ὅθεν λέγοντες ἀπελίπομεν, ὡς ἡ περὶ τάχους κινήσεως ζήτησις ἐν τοῖς περὶ σφυγμῶν ἡμῖν ἅπασα περαίνεται, διὰ τὸ σπουδασθῆναι μὲν ἐκείνην τὴν πραγματείαν τοῖς πλείστοις τῶν νεωτέρων ἰατρῶν, ἀμεληθῆναι δὲ τὴν νῦν προκειμένην σχεδὸν ἅπασι, καίτοι σαφεστέραν τε μακρῷ, καὶ οὐχ ἧττον ἐκείνης χρησίμην ὑπάρχουσαν· ἀλλὰ καὶ αὐτὸς ταύτην τὴν αἰτίαν εἴποιμι ἂν ἐπὶ προήκοντι τῷ λόγῳ, νυνὶ δὲ τὸ συνεχὲς περαντέον, ὡς ἅπασιν ἡ ταχεῖα κίνησις διά τε τὴν ἐπείγουσαν χρείαν γίνεται καὶ προσέτι τὴν δύναμιν ὑπηρετεῖν αὐτῇ δυναμένην, ὅπερ ἐστὶν ἐῤῥωμένην, καὶ τῶν ὀργάνων οὐδενὸς

766
ἀντιπράττοντος, ὧν τὰς ἀποδείξεις ἐν τοῖς περὶ σφυγμῶν ἐλέγομεν εἰρῆσθαι. εἴρηται δ’ ἐν ἐκείνοις καὶ ὡς ἐνδέχεταί ποτε τῆς χρείας ἱκανῶς ἐπειγούσης, κᾂν ἡ δύναμις ἀῤῥωστοτέρα μετρίως ᾖ, τὴν κίνησιν γίνεσθαι ταχεῖαν· εἰ δ’ ἐπὶ πλέον ἀσθενείας ἥκοι, μηκέτ’ ἐγχωρεῖν γενέσθαι ταχέως, ἀλλὰ τηνικαῦτα πυκνὴν μᾶλλον ἀντὶ ταχείας γίνεσθαι τὴν ἐνέργειαν. ἁπάσης γὰρ πυκνότητος ἐνεργειῶν μίαν ὑπάρχειν αἰτίαν, τὸ τῆς προτέρας ἐνεργείας ἐνδεές. ἀναγκάζονται γὰρ ἐπειγούσης ἐκείνης μηκέθ’ ἡσυχάζειν ἐπὶ πλέον. ἅπαντα δὲ ταῦτα δι’ ἐκείνων μὲν ἀποδέδεικται, κοινὸς δ’ αὐτῶν ὁ λόγος ἐστὶ καὶ πρὸς τὴν ἀναπνοήν· πρῶτον μὲν, ὅτι περὶ κινήσεως ἁπάσης ἐν τῷ καθόλου λέλεκται· ἔπειτα καὶ ἡ ἀναπνοὴ ὀλίγου δεῖν ἅπασα τῇ τῶν σφυγμῶν ἀναλογίᾳ ἀνάλογον ἔχει. σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων κινήσεων ἠρεμίαις διαιρουμένων, καὶ χρείας ἕνεκα τῆς αὐτῆς γίνεται, καὶ τῶν μορίων δ’ αὐτῆς ἡ μὲν εἰσπνοὴ παραπλήσιος οὖσα τῇ διαστολῇ τῶν σφυγμῶν ἀναψύχει τὴν ἔμφυτον θερμασίαν· ἡ δ’ ἐκπνοὴ, καθάπερ ἡ συστολὴ τῶν σφυγμῶν, ἐκκρίνει τὸ καπνῶδες τῆς συγκαύσεως.
767
ἀλλὰ καὶ τὸ τῇ θρέψει τοῦ ψυχικοῦ πνεύματος ἀμφοτέρας τὰς ἐνεργείας συντελεῖν, καὶ τὸ τῶν ἠρεμιῶν τὴν μὲν ἐπὶ τῇ διαστολῇ βραχυτέραν ὑπάρχειν, τὴν δὲ ἐπὶ συστολῇ μακροτέραν, ἀμφοτέρων κοινά. τάχος μὲν οὖν ταῖς ἀναπνευστικαῖς κινήσεσιν ὅπως προσγίνεται, καὶ δὴ λέλεκται.