De difficultate respirationis

Galen

Galen, De difficultate respirationis

Τὰ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ἴδια νῦν ἐπέξιμεν, ὡς μηδὲν ἐλλείπειν τῷ λόγῳ. ὅταν οὖν ἤτοι φυμάτων ἀπέπτων ἐν αὐτοῖς συστάντων, ἢ γλίσχρων καὶ παχέων χυμῶν καταλαβόντων τὰς ὁδοὺς τοῦ πνεύματος, ἤ τινος ὄγκου σκιῤῥώδους ἐν αὐτοῖς ὑποτραφέντος, ἢ τῶν ὁμιλούντων αὐτοῖς σωμάτων ὅτου δὴ καθ’ ὁντιναοῦν τρόπον εἰς ὄγκον ἀμετρότερον ἀρθέντος, ἔλαττον τοῦ δέοντος εἰσπνέηται διὰ στενοχωρίαν τὸ πνεῦμα, προσγίνεται ἐξ ἀνάγκης αὐτῷ διὰ τὰς εἰρημένας αἰτίας τάχος καὶ πυκνότης. ἰδέαι δέ τινες ἐν τῷ γένει τῆς δυσπνοίας ταύτης πλείους συνίστανται, ἄλλων ἄλλοτε μορίων στενοχωρουμένων ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις. οἱ μὲν γὰρ κατὰ τὴν γαστέρα καὶ ἧπαρ, ἤδη δὲ καὶ τὸν σπλῆνα καὶ τὸ κῶλον καὶ τὰ τούτοις συνάπτοντα, συνιστάμενοι παρὰ φύσιν ὄγκοι στενοχωρίᾳ τοῦ διαφράγματος μικρὸν καὶ ταχὺν καὶ πυκνὸν ἐργάζονται τὸ πνεῦμα· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τοῖς ὑδερικοῖς καὶ ταῖς κυούσαις καὶ

782
τοῖς ὑπερεμπεπλησμένοις καὶ τοῖς προγάστορσι τοιοῦτον γίνεται τὸ τῆς ἀναπνοῆς εἶδος· ἐν δὲ ταῖς καλουμέναις ὀρθοπνοίαις, γλίσχρων καὶ παχέων ὑγρῶν ἐν ταῖς κατὰ τὸν πνεύμονα τραχείαις ἀρτηρίαις ἀθροιζομένων. οὕτω δὲ καὶ εἰ σκιῤῥωθείη τι κατ’ αὐτὸν, ἢ φῦμα γένοιτο, θλῖβον καὶ στενοχωροῦν τὸ τῶν τραχειῶν ἀρτηριῶν γένος, αὗται γὰρ ὑποδέχονται τὸν εἰσπνεόμενον ἀέρα, μικρὸν καὶ πυκνὸν καὶ ταχὺ ἔσται τὸ πνεῦμα. κατὰ τὸν αὐτὸν δὲ τρόπον, εἰ κᾀν τῷ θώρακι τοιοῦτον συσταίη φῦμα, οἷς δὴ πολλάκις κυφοῦνται καὶ λορδοῦνται καὶ σκολιοῦνται τὰ κατὰ τὴν ῥάχιν, μικρὸν καὶ πυκνὸν καὶ ταχὺ τὸ πνεῦμα γενήσεται, καταλαμβάνοντος δηλονότι τοῦ παρὰ φύσιν ὄγκου τὴν χώραν τοῦ πνεύμονος, εἰς ἣν διαστελλόμενον ἐξετείνετο. πολλάκις δὲ καὶ αὐτὸν ὅλον τὸν θώρακα στενώτερον αἱ τοιαῦται διαθέσεις ἀπέφηναν, ἢ κυουμέναις εὐθέως συμπεσοῦσαι, ἢ καὶ μετὰ ταῦτα ὕστερον ἀπαντήσασαι. διαφέρει δ’ οὐδὲν πρός γε τὸ στενοχωρούμενον τὸν πνεύμονα μὴ δύνασθαι τὸν ἱκανὸν ἕλκειν ἀέρα, ἢ στενὸν ὅλον γενέσθαι τὸν θώρακα καθ’ ἡντιναοῦν 
783
διάθεσιν, ἢ τὴν μεταξὺ χώραν ἀπολέσαι καταληφθεῖσαν ὑπό τινων παρὰ φύσιν ἐν αὐτῷ συστάντων σωμάτων, ἢ καὶ σκιῤῥωθέντος αὐτοῦ ἢ φραχθέντος ἢ ἀνοιδήσαντος, ὡς ἐν τοῖς καλουμένοις πνευμονώδεσί τε καὶ περιπνευμονικοῖς γίνεται πάθεσιν· ἓν γὰρ ἐπὶ πάντων ἐστὶ τοῦτο τὸ συνεκτικὸν αἴτιον τοῦ μικρὰν γίνεσθαι τὴν εἰσπνοὴν, ἡ στενοχωρία τῶν τραχειῶν ἀρτηριῶν· διότι δ’ αὐτὴ μικρὰ, διὰ τοῦτο, ὡς πολλάκις εἴρηται, προσέρχεται πυκνότης καὶ τάχος. ἀλλ’ ὅταν μὲν κατ’ αὐτὸν τὸν πνεύμονα τὸ πάθημα συμπέσῃ, καίτοι διαστέλλειν δυναμένου μέχρι πλείστου τοῦ θώρακος, μικρὸν ὅμως εἰσπνέουσιν· οὕτω δὲ καὶ ὅταν αἱ μεταξὺ τῶν ὀργάνων χῶραι καταληφθῶσιν· ὅταν δ’ ὅλος ὁ θώραξ, ἤτοι κυουμένων ἢ καὶ ἄλλως, μικρὸς καὶ στενὸς γένηται, δῆλον ὡς καὶ τὴν διαστολὴν ἀνάλογον ἑαυτῷ μικρὰν ἐργαζόμενος αἰτία τῷ πνεύμονι τῆς περὶ τὴν εἰσπνοὴν ταχύτητος καθίσταται· οὕτως δὲ καὶ ὅταν αἱ φρένες ὑπό του θλίβωνται, κατ’ αὐτὸ τὸ κάτω πέρας ἰδίᾳ τοῦ θώρακος, ὡς ἐν τοῖς ἀνωδύνοις παθήμασι.
784
τούτου γὰρ χρὴ μεμνῆσθαι μάλισθ’, ὅτι ποτὲ μὲν ἡ τοῦ θώρακος μόνου διάθεσις, ποτὲ δὲ ἡ τοῦ πνεύμονος, ποτὲ δὲ ἡ τῆς μεταξὺ χώρας ἀμφοῖν, εἰς μικρότητα, καὶ διὰ τοῦτο εἰς τάχος καὶ εἰς πυκνότητα τὴν τροπὴν τῆς ἀναπνοῆς ἐργάζεται, τῆς γε δυνάμεως ἐῤῥωμένης. καὶ γὰρ καὶ τούτου χρὴ μεμνῆσθαι πολλάκις ἤδη καὶ πρόσθεν εἰρημένου. μὴ τοίνυν ἔτι τῶν πλευριτικῶν, ἢ τῶν ἀποστάσεις τινὰς ἢ ὅλως ὄγκους ὀδυνηροὺς ἐχόντων κατὰ τὸν θώρακα μνημονεύσωμεν ἐν τῷδε τῷ λόγῳ, περὶ δὲ τῶν ἀνωδύνων παθημάτων, ὅσα τῷ θλίβειν τε τὸν πνεύμονα καὶ στενοχωρεῖν τὰς ἐν αὐτῷ τραχείας ἀρτηρίας μικροτέραν ἐργάζεται τὴν εἰσπνοὴν, ὁ προειρημένος ἅπας ἐπεραίνετο λόγος, ἀλλ’ ἐκεῖνα μὲν τοῖς πρὸ τούτων γεγραμμένοις πάθεσι τοῦ θώρακος προσνείμωμεν, ἐφ’ ὧν ἐλέγομεν διὰ τὴν ὀδύνην ἧττον διιστάμενον τὸν θώρακα, μικρὸν ἐργάζεσθαι τὸ πνεῦμα· τὴν δὲ τῶν ἐμπύων καλουμένων διάθεσιν, κᾂν ὅτι μάλιστα πολλάκις ἐκ πλευρίτιδος ἡ γένεσις αὐτῆς συμπίπτῃ, τούτοις τοῖς νῦν εἰρημένοις συγκαταριθμήσωμεν, ὅσα χωρὶς ἀλγήματος στενοχωρίαν
785
ἐργαζόμενα κατὰ τὸν πνεύμονα, μικρὰν ἀποφαίνει τὴν ἀναπνοήν. τὸ γάρ τοι περιεχόμενον ἐν αὐτῷ πύον κατὰ τὰς τοιαύτας διαθέσεις αἴτιον γίγνεται τῆς περὶ τὴν διάστασιν μικρότητος. ὡς οὖν μηκέτ’ αὐτὸς κατὰ φύσιν διαστελλόμενος, οὐδὲ τὴν ὁλκὴν ἴσην ποιεῖται τοῦ πνεύματος. πῇ ποτ’ οὖν ταῦτα χωρὶς ἀλγήματος πάθη τῶν ἀναπνευστικῶν ὀργάνων, τοῦτο γὰρ ἔτι λείπει τῷ παρόντι λόγῳ διορισθήσεται τῶν μετ’ ἀλγήματος, εἴ γε καὶ μικρὸν ὡσαύτως ἀμφοτέροις καὶ πυκνὸν γίνεται τὸ πνεῦμα; ἢ τῷ τάχει τῆς κινήσεως; ἐν γὰρ τοῖς μετ’ ὀδύνης ὀλίγον μὲν ἀναπνέουσι καὶ πυκνὸν, οὐ μὴν ταχέως, ὅταν γε χωρὶς πυρετοῦ τὸ τοιοῦτον συμπίπτῃ πάθημα· μετὰ μέντοι πυρετοῦ κᾂν εἰ τῇ μικρότητι καὶ τῷ τάχει παραπλήσιον ἀναπνέουσιν, ἀλλὰ τῇ γε πυκνότητι διορίζονται. οὐ μετρίως γὰρ αὐτοῖς πυκνοῦται τὸ πνεῦμα· τοῦτο δ’ οὐχ ὑπάρχει τοῖς διὰ στενοχωρίαν τῶν ἀναπνευστικῶν δυσπνοοῦσιν, ἀλλ’ εἰ καὶ πυκνότερον αὐτοῖς γίγνοιτο τὸ πνεῦμα, μετρίως τοῦτο πάσχει καὶ πολὺ κατωτέρω τῆς ἄκρας
786
πυκνότητος. ἀλλὰ καὶ ἡ ἐκπνοὴ τοῖς πυρέττουσι μείζων τε ἅμα καὶ θερμοτέρα, ὅπερ οὐχ ὑπῆρχε τοῖς διὰ στενοχωρίαν μικρὸν καὶ πυκνὸν ἐκπνέουσιν. ὅπως δὲ χρὴ διαγινώσκειν ἀκριβῶς μικρότητά τε καὶ μέγεθος ἑκατέρων τῶν μορίων τῆς ὅλης ἀναπνοῆς, ὀλίγον ὕστερον εἰρήσεται, τελεσάντων πρότερον ἡμῶν ἅπαντα τὸν περὶ τῶν ὀργάνων λόγον. ὅτι μὲν γὰρ διαφέρουσιν αἱ χωρὶς ὀδύνης αὐτῶν δύσπνοιαι τῶν μετ’ ὀδύνης, καὶ δὴ λέλεκται.

Πότερον δὲ, ὥσπερ ἁπλῶς ἀπεφηνάμεθα τὴν στενοχωρίαν δεῖν εἰς τὸν πνεύμονα διήκειν, καὶ τούτου τὰς τραχείας μάλιστα ἀρτηρίας, ἵνα δυσπνοήσῃ τὸ ζῶον, οὕτω καὶ τὴν ὀδύνην ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις χρῆναι γίγνεσθαι, καὶ μάλιστά γε τῷ θώρακι, λεκτέον, ὁ γὰρ πνεύμων ὀλίγου δεῖν ἀναίσθητος, ἤ τινα ἑτέραν ἡμῖν ἐπὶ τῶν τοιούτων δυσπνοιῶν ζητητέον ἀπόφανσιν; οὐδὲ γὰρ ἂν, οἶμαι, δόξειεν ὅ γε τοῖς τῶν ἀναπνευστικῶν ὀργάνων ἀλγήμασι μόνοις τὸ τοιοῦτον εἶδος ἕπεσθαι τῆς δυσπνοίας λέγων ἐγνωκέναι καλῶς ὑπὲρ αὐτῶν τὸ σύμπαν, οὐδὲ μεμνῆσθαι τῶν ἔμπροσθεν

787
λογισμῶν, ἐν οἷς οὐ διὰ τὸ πάθημα, διὰ δὲ τὴν τῆς ἐνεργείας δύναμιν ψυχικὴν οὖσαν ἐδείκνυτο μικρὸν καὶ πυκνὸν γινόμενον τὸ πνεῦμα. τὸ μέντοι ταῖς στενοχωρίαις τοῦ πνεύμονος εἶδος τῆς δυσπνοίας ἑπόμενον οὐδὲν προσδεῖται τῆς δυνάμεως εἰς τὴν γένεσιν, ὅθεν ἐπὶ μὲν τούτου καλῶς ἀπεφηνάμεθα καθ’ ὅλου τοῦ πράγματος τὸν λόγον ποιησάμενοι· περὶ δὲ τῶν ὀδυνηρῶν παθῶν οὐχ ἁπλῶς ἐχρῆν λέγειν, ὅταν γ’ ἐν τοῖς ἀναπνευστικοῖς συνίσταται μορίοις. οὐ γὰρ δι’ αὐτὴν τῶν μορίων τὴν φύσιν ἰδίως, ἀλλ’ ὅτι ψυχικὴ δύναμις ἐπετρόπευεν αὐτῶν τῆς κινήσεως, εἰς μικρότητα τὴν ἀναπνοὴν τρέπεσθαι συνέβαινεν, ὑπὲρ τοῦ μὴ μειζόνως ὀδυνᾶσθαι τὸ ζῶον, ἔλαττον τοῦ προσήκοντος διϊστάσης αὐτῆς τὸν θώρακα. αὕτη δ’ ἡ τοῦ μειζόνως ὀδυνᾶσθαι πρόνοια καὶ τοῖς ἄλλοις δήπου ἅπασίν ἐστι μορίοις, ὅσα κινουμένοις τοῖς ἀναπνευστικοῖς συγκινεῖται, στομάχῳ καὶ γαστρὶ καὶ ἥπατι καὶ σπληνὶ καὶ περιτοναίῳ καὶ τῷ κώλῳ τε καὶ τῶν λεπτῶν ἐντέρων τοῖς ἄνω καὶ τοῖς καθ’ ὑποχόνδριον μυσί. 
788
ταῦτα γὰρ ταῖς τοῦ θώρακος κινήσεσι, καὶ μάλιστ’ ἐὰν μείζους ὦσι, συγκινεῖται. πρόδηλον οὖν, ὅτι μειζόνως μὲν ἐπὶ ταῖς μεγάλαις τοῦ θώρακος ὀδυνῶνται κινήσεσιν, ἔλαττον δὲ ἐπὶ ταῖς μικραῖς· καὶ διὰ τοῦτο μικρὸν καὶ πυκνὸν οὐ τοῖς πλευριτικοῖς μόνον, ἀλλὰ καὶ τοῖς τὸν στόμαχον ἢ τὴν γαστέρα διακειμένοις ὀδυνωδῶς ἔσται τὸ πνεῦμα· ἧττον μὲν, ὅτι καὶ τὰ τῆς αἰσθήσεως ἐλάττω· παραπλησίως μέντοι δυσπνοοῦσιν, ὅσοι τὸ ἧπαρ ἢ τὸν σπλῆνα ἢ τῶν ἑτέρων τι τῶν προειρημένων ὀδυνῶνται. ἅπαντα γὰρ τὰ τοιαῦτα, τὰ μὲν ἐξηρτημένα, τὰ δὲ συμπεφυκότα τοῖς ἀναπνευστικοῖς ὀργάνοις, συσσείεται κινουμένοις αὐτοῖς, καὶ διὰ τοῦτ’ ἀναπνεόντων ἄχθεται. καὶ οὕτως οὐχ ὡς ἔμπροσθεν ἐπὶ τῶν ἀναπνευστικῶν μορίων, ἀλλ’ ἐπὶ πάντων τῶν ἁπλῶς κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὁ λόγος ἡμῖν γιγνέσθω, καὶ τολμήσωμεν ἀποφήνασθαι καθόλου, τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα σημεῖον ὑπάρχειν ὀδύνης ἁπάντων τῶν τοῦ ζώου μορίων, ὅσα κινεῖται κατὰ τὰς ἀναπνοάς. ἆρ’ οὖν ταύτῃ μόνον ἀνομοίως ἔχουσιν οἱ σφυγμοὶ ταῖς ἀναπνοαῖς, ἢ καὶ κατ’ αὐτὴν ἰδίᾳ τὴν
789
ἀπὸ τῆς δυνάμεως αἰτίαν, ἄνευ τοῦ συμπεπλέχθαι τοῖς ὀργάνοις, ἔνεστιν εὑρεῖν τινὰ διαφοράν; αἱ μὲν γὰρ φυσικαὶ δυνάμεις πᾶσαι διαπαντὸς σχολάζουσι τοῖς ἀναγκαίοις σφίσιν ἔργοις, καὶ οὐδέποτε ῥᾳθυμοῦσιν οὐδ’ ἀμελοῦσιν· ὅσα δὲ ὑπὸ τὴν τῆς προαιρέσεως ἐξουσίαν ἔρχεται, ταῦτα πολλάκις, ἀσχολουμένης αὐτῆς περὶ πράξεις ἑτέρας, ἀμελέστερον ἀποτελεῖται. βαδίζοντες γοῦν ἐνίοτε συντόνως ἐπί τινα πρᾶξιν, εἶτα μεταξὺ κατὰ τὴν ὁδὸν ἐννοήσαντές τι, κᾄπειτα ἐπισκοπούμενοι τοῦτο καὶ φροντίζοντες ἀμφ’ αὐτοῦ, πολὺ τῆς κατὰ τὸν περίπατον συντονίας ἐκλύομεν, οὐ μὴν συνίεμέν γε οὐδὲ γινώσκομεν αὐτὸ τοῦτο, μέχρι περ ἂν τῷ φροντίσματι προσέχωμεν. τὸν νοῦν, ὁπόταν δὲ παυσώμεθα καὶ περὶ μηδὲν ἔτι τὴν διάνοιαν ἔχωμεν ἀλλ’ ἢ περὶ τὸ βαδίζειν μόνον, τότε, ὥσπερ ἐξ ὕπνου τινὸς ἐπεγερθέντες, ἐγνωρίσαμέν τε τὸ καταδεέστερον τῆς παρούσης ἐνεργείας ὡς πρὸς τὴν ἐξ ἀρχῆς ὁρμὴν, αὖθίς τε πρὸς τοὔργον ἐπηγείραμεν ἡμᾶς, οὕτω καὶ οἱ παραπαίοντες, ὡς ἂν, οἶμαι, τὸν νοῦν ἐν τοῖς φαντάσμασιν
790
ἔχοντες, καθάπερ τισὶ φροντίσμασιν, ἀμελοῦσι τῶν ψυχικῶν ἐνεργειῶν, καὶ οὔτε οὐροῦσιν, εἰ μὴ ὑπομνήσειέ τις, οὔτ’ ἀποπατοῦσιν, οὔτε πιεῖν οὔτε φαγεῖν αἰτοῦσιν, οὔτ’ ἄλλο οὐδὲν τῶν τοιούτων· εἰ δὲ τύχοιεν αἰτήσαντές ποτε, μεταξὺ προσενεχθέντος ἐπελάθοντο, καὶ αὖθις τῶν ὑπομνημάτων δέονται. παμπόλλους γοῦν ἴσμεν αἰτήσαντας ἀμίδα, δοθείσης δὲ μηκέτ’ οὐροῦντας, ἀλλ’ ἀργῶς ἐν ταῖν χεροῖν κατέχοντας· ἑτέρους δὲ διαναστάντας μὲν ὡς ἀποπατήσοντας, ἐπεὶ δ’ ἐκάθισαν, ἐπιλαθομένους τελέως καὶ μηδὲν ἐνεργοῦντας, ἄχρις αὐτοὺς οἱ παρόντες ἀναμνήσωσιν. ὥσπερ δὲ διὰ πολλοῦ χρόνου ποιοῦσι τὰς ἐνεργείας οὗτοι πάντες, οὕτω καὶ μεγάλας· ἀθρόως γοῦν οὐροῦσι πάμπολυ, καὶ πίνουσιν εἰς ἅπαξ ὑπὲρ τὸ σύμμετρον, ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως δρῶσιν. καὶ οὐδὲν, οἶμαι, θαυμαστόν· ὃ γὰρ ἐχρῆν πολλάκις ἐν τοῖς προσήκουσι χρόνοις δρᾷν, ἀθρόως ἐπειξάσης τῆς χρείας ἀναγκάζονται πληροῦν, καὶ μάλισθ’ ὅταν ἀναγκαῖον ᾖ πρὸς τὴν ζωήν. ἧττον μὲν γάρ τις πιὼν τοῦ δέοντος οὐχ
791
ἡμέραις μόνον, ἀλλὰ καὶ μησὶν ὅλοις ἱκανὸς ἐξαρκεῖν, ἧττον δ’ ἀναπνέων οὐδ’ εἰς ἐλάχιστον μόριον τῆς ἡμέρας ἐξίκοιτ’ ἄν. ὅθεν εἰ καὶ πλεῖστον εἰς ἅπαξ οἱ παραπαίοντες πίνουσιν, ἀλλὰ τῷ γε διὰ πολλοῦ χρόνου προσφέρεσθαι τὸ σύμπαν αὐτοῖς πόμα πολὺ τοῦ συμμέτρου ἀπολείπεται· ἡ δὲ τῆς ἀναπνοῆς χρεία μὴ πληρουμένη τῷ τὸν κίνδυνον ὑπόγυόν θ’ ἅμα καὶ ἀνιαρὸν ἔχειν ἐπεγείρει τε πρὸς τὴν ἐνέργειαν καὶ οὐκ ἐᾷ ῥᾳθυμεῖν οὐδὲ εἰς πάνυ μικρὸν, ἀπολαμβάνει δὲ εὐθὺς ἅπαν, ὅσον ἐκ τοῦ τῆς ἠρεμίας ἀπεστέρηται χρόνου, καὶ οὕτως οὐκ ἀραιὸν μόνον, ἀλλὰ καὶ μέγα γίνεται, καὶ τοσοῦτόν γε μεῖζον τοῦ προσήκοντος, ὅσῳ καὶ ἀραιότερον, ὅπερ ἐπὶ τοῦ ποτοῦ οὐ γίνεται· πολλῷ μὲν γὰρ ἀραιότερον, ὀλίγῳ δὲ πλέον πίνουσιν, ὅθεν Ἱπποκράτης βραχυπότας αὐτοὺς ἐκάλεσεν. ὁ μὲν δὴ λόγος οὗτος ἀποδεικνύει, τῶν παραπαιόντων εἰς ἀραιότητα καὶ μέγεθος τρέπεσθαι τὴν ἀναπνοήν· μαρτυρεῖ δ’ οὐχ ἥκιστα καὶ ἡ αὐτοψία τοῖς γε βουλομένοις ἐπ’ αὐτῶν τῶν ἔργων τῆς τέχνης ἐξετάζειν τὴν θεωρίαν. ὅσοι δὲ ἐν ταῖς μετὰ τῶν νέων διατριβαῖς ἐφ’ ὑψηλῶν θρόνων ὑψηλοὶ
792
καὶ περίβλεπτοι καθεζόμενοι, τῶν μὲν ἔργων τῆς τέχνης ἠμελήκασιν, ὅ τι δ’ ἂν ἐπὶ γλῶτταν ἔλθῃ, τοῦτο ληροῦσιν, τούτοις οὐδὲν μᾶλλον πιστὰ τὰ μαρτυρούμενα πρὸς τῶν ἐναργῶς φαινομένων ἢ τοῖς μηδὲ τὴν ἀρχὴν οὐδ’ εἰ φαίνεται τόδε τι γινώσκουσιν. ἀλλά τις ἐμοί ποτε τῶν τοιούτων σοφιστῶν ἠμφισβήτησε περὶ τοῦ γίγνεσθαι μέγα καὶ ἀραιὸν τὸ πνεῦμα τοῖς παραπαίουσι. ὑπετίθετο μὲν γὰρ ἕν τι τῶν ζωτικῶν ἔργων εἶναι τὴν ἀναπνοὴν, οὐχ ὡμολόγει δὲ πρὸς τὴν τοιαύτην ὑπόθεσιν τὸ φαινόμενον, ὅθεν ὁμόσε χωρεῖν αὐτῷ δεῖν ἔγνωκε. τὴν ἀρχὴν γὰρ ἔφη μὴ φαίνεσθαι τὸ τοιοῦτον εἶδος ἀναπνοῆς ἐν παραφροσύναις. ἃ γὰρ οὐδεπώποτε ἐπεχείρησαν ἐπ’ αὐτῶν τῶν νοσούντων οἱ σοφισταὶ παραφυλάξαι, περὶ τούτων ὡς μυριάκις ἑωρακότες ἀναιδῶς διατείνονται, καὶ μακρὰν ἔχειν ἐμπειρίαν οὐκ ὀκνοῦσιν ἐπαγγέλλεσθαι τῶν μηδ’ ὄναρ αὐτοῖς ἑωραμένων. ἀλλ’ ὅσοι γε παραφυλάττουσι τὰ φαινόμενα καὶ τὰ συμπίπτοντα τοῖς νοσοῦσιν, οὕτω γράφουσιν ὥσπερ καὶ Ἱπποκράτης. ἑωράκασι γὰρ, οἶμαι, πολλοὺς ἀῤῥώστους ὁμοίους οἷς ἐκεῖνος ἔγραψε, μαρτυροῦντας τῷ 
793
προειρημένῳ λόγῳ, καὶ παρεθέμην ἂν ἤδη τοὺς ἐν ταῖς ἐπιδημίαις ὑπ’ αὐτοῦ γεγραμμένους, εἰ μή μοι προὔκειτο τὸν ἑξῆς μοι λόγον ἅπαντα τὸν δεύτερον εἰς τὴν τούτων ἐξήγησιν, ὡς καὶ πρόσθεν εἶπον, ἀναβάλλεσθαι, τουτονὶ δὲ μόνον αὐτὸν καθ’ ἑαυτὸν ἅμα ταῖς οἰκείαις ἀποδείξεσι συμπεραίνεσθαι. καὶ τοίνυν ὁ μὲν τῶν παραπαιόντων λόγος ἐνταυθοῖ τελευτάτω.

Πῶς δ’ ἄν τις διαγινώσκοι κάλλιστα μεγάλην τε καὶ μικρὰν ἀναπνοὴν, οἶδα γὰρ καὶ τοῦτ’ ἀναβαλλόμενος ἐν τοῖς ἔμπροσθεν, ἤδη λεγέσθω. πρόχειρον μὲν γὰρ ἦν, οὐδὲν διαφέρειν, ἢ τῷ μεγέθει τῆς διαστάσεως τῶν ἀναπνευστικῶν ὀργάνων, ἢ τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας διαγιγνώσκεσθαι τὴν μεγάλην εἰσπνοὴν, ὥσπερ ἀμέλει καὶ λέγουσί τινες, ἀνάλογον ἀεὶ δεῖν ἔχειν ἡγούμενοι τῷ ποσῷ τῆς ὀργάνων τὸ ποσὸν τῆς εἰσπνοῆς· οὐ μὴν ἔν γε τῷ καθόλου τὸ τοιοῦτον ἀληθές ἐστιν, ἀλλὰ δεῖταί τινος διορισμοῦ. ἐχόντων γὰρ κατὰ φύσιν τῶν ὀργάνων, ἀνάλογος ἀεὶ ταῖς διαστολαῖς

794
αὐτῶν ἡ ποσότης τοῦ πνεύματος· οὐ μὴν ὅταν γε καὶ παρὰ φύσιν ᾖ διακείμενα, ἀλλ’ ἐνδέχεταί ποτε διΐστασθαι μὲν ἐπὶ πλεῖστον τὸν θώρακα, βραχὺ δ’ εἰσπνεῖσθαι τὸν ἔξωθεν ἀέρα. πολλαὶ γάρ εἰσιν διαθέσεις, εἴ τι μεμνήμεθα τῶν προειρημένων, ὑφ’ ὧν ὁ πνεύμων στενοχωρούμενος ἀδυνατεῖ τὸν ἱκανὸν ἀέρα δέξασθαι· οὔκουν ἀνάλογον πάντων τῶν ἀναπνευστικῶν ὀργάνων ταῖς διαθέσεσιν, ἀλλὰ μόνον τῶν τραχειῶν ἀρτηριῶν αἱ εἰσπνοαὶ γίγνονται. ἀλλὰ τούτων οὐδὲ μιᾷ τῶν αἰσθήσεων οἷόν τε διαγνῶναι τὴν διαστολήν· οὐκ οὖν οὐδὲ προσέχειν χρὴ τὸν νοῦν τοῖς ἀναπνευστικοῖς ὀργάνοις, ὁπόταν τὸ ποσὸν τῆς εἰσπνοῆς διαγνῶναι βουλώμεθα. ἀρκεῖ γὰρ μόνον αὐτὸν ἐπισκοπεῖσθαι τὸν ἀέρα, πόσος μὲν εἰσπνέεται, πόσος δ’ αὖ ἐκπνέεται. οὐδὲ γὰρ τοῖς τῆς γαστρὸς ὄγκοις τεκμαιρόμεθά τι περὶ πλήθους ἐδεσμάτων, ἀλλ’ ἀρκεῖ κᾀνταῦθα τὸ ποσὸν μόνον ἐπισκοπεῖσθαι τῶν ἐσθιομένων. ἐπεὶ δ’ ἐν ταῖς ἐκπνοαῖς ποτὲ μὲν ἀργοῦσι παντελῶς οἱ μύες, ἐπιτρέποντες τῷ θώρακι καταπίπτοντι τὴν οἰκείαν ἀπολαμβάνειν κατάστασιν, ποτὲ δ’ ἐνεργοῦντες ἐπὶ πλέον
795
αὐτὸν συστέλλουσιν, ἀπεδείχθη γὰρ ἡμῖν πολλάκις περὶ τούτων, αἱ μὲν χωρὶς τῆς τούτων συντονίας συστολαὶ τοῦ θώρακος οὐκ ἄν ποτε μεγάλην ἐκπνοὴν ἐργάσαιντο, αἱ δὲ μετὰ ταύτης, αἵπερ δὴ καὶ ἐκφυσήσεις εἰσὶ, ὡς καὶ τοῦτ’ ἐδείχθη, δημιουργοὶ τοῦ μεγέθους εἰσίν. ἀλλ’ οὐδ’ ἐπὶ τούτων γυμνοῦντας τὸν ἄνθρωπον ὁρᾷν ἀξιῶ τὴν τάσιν τῶν μυῶν, ἀλλ’ ἀρκεῖ τὸ μετ’ ἐκφυσήσεως εἶδος τῆς ἐκπνοῆς γνώρισμα τίθεσθαι μέγιστον. ἐπειγούσης γοῦν τῆς χρείας ἀθρόον ἐκπνεῖν ἀναγκαζόμεθα, ὥσπερ καὶ ὅταν ἡ τῆς εἰσπνοῆς ἐπείγῃ χρεία, πολὺν καὶ ἀθρόον ἕλκομεν τὸν ἔξωθεν ἀέρα.

Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διήλθομεν, τὰ κεφάλαια τῶν ἀπ’ ἀρχῆς εἰρημένων ἀναλαβόντες, ἐπὶ τὰ λείποντα τραπώμεθα. κεφάλαια δ’ ἦν, ὡς οἶμαι, ταῦτα, τὰς ἁπλᾶς δυσπνοίας ἐξευρόντας συνάψαι τοῖς συνεκτικοῖς αἰτίοις τῆς ἀναπνοῆς, καὶ δεῖξαι ἑκάστης αὐτῶν τὴν ποιοῦσαν αἰτίαν, αὖθις δὲ καθ’ ἑκάστην τῶν αἰτιῶν τὴν ἀκολουθοῦσαν δύσπνοιαν, ἐν ᾧ δὴ καὶ συνθέτων ἠναγκάσθημεν

796
μνημονεῦσαι δυσπνοιῶν. ἀλλὰ πῇ μὲν ὁμολογεῖ τὰ κατὰ τοὺς σφυγμοὺς ταῖς ἀναπνοαῖς, πῇ δὲ καὶ διαφέρεται, καὶ τοῦτ’ ἦν οὐ μικρὸν ὧν διήλθομεν κεφάλαιον.

Ἐπεὶ δ’ ἅπαντα ταῦτα πεπέρανται, τὰς συνθέτους ἑξῆς σκοπώμεθα δυσπνοίας, αὗται γὰρ ἔτι λείπουσιν εἴς γε τὸ πρότερον ὧν προὐθέμεθα ὑπομνημάτων. εὑρημένων δὲ τῶν ἁπλῶν, οὐδὲν ἔτι χαλεπὸν οὐδὲ ταύτας εὑρεῖν, ἐξ ἐκείνων συντεθείσας. μεγάλης γάρ τινος οὔσης εἰσπνοῆς, ὡσαύτως δὲ καὶ ταχείας, καὶ τῶν ἐναντίων αὐταῖς μικρᾶς καὶ βραδείας, ἀνάγκη τέτταρας γίγνεσθαι τὰς ἁπάσας δυσπνοίας συνθέτους περὶ τὴν εἰσπνοὴν, τήν τε μεγάλην ἅμα καὶ βραδεῖαν, καὶ μεγάλην καὶ ταχεῖαν, καὶ μικρὰν καὶ ταχεῖαν, καὶ τετάρτην μικρὰν καὶ βραδεῖαν. οὕτω δὲ καὶ κατὰ τὴν ἐκπνοὴν τὰς αὐτὰς τέτταρας συζυγίας ἀναγκαῖον ὑπάρχειν, διττὰς μὲν τὰς μεγάλας, διττὰς δὲ τὰς μικρὰς, τάχει καὶ βραδυτῆτι διαιρουμένας. ἐν μέντοι ταῖς ἠρεμίαις οὐκ ἐνδέχεται σύνθετον ἰδέαν γενέσθαι δυσπνοίας.

797
οὐδὲ γὰρ δύο ἀντιθέσεις αὐταῖς ὑπῆρχον, ὥσπερ ταῖς κινήσεσιν, ἀλλὰ μία μόνη, κατὰ πυκνότητα καὶ ἀραιότητα συνισταμένη.