De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
Τὸ δ’ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺϲ ὀδόνταϲ, ὅϲοι γε κατὰ φύϲιν ἔχουϲιν, ὅϲοι δ’ ἤτοι διὰ φυϲικὴν δυϲκραϲίαν ἤ τιν’ ἐπίκτητον διάθεϲίν εἰϲι ψυχρότεροι τοῦ δέοντοϲ, οὗτοι μόνοι βλάπτονται, καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὰ ϲύμπτωμα αὐτοῖϲ ἐνίοτε γίγνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον
οἷον ἐπὶ τοῖϲ ἀώροιϲ· ϲυκαμίνοιϲ ὅϲα τ’ ἄλλα ϲτρυφνὰ καὶ ὀξέα ϲυμβαίνειν εἴωθε.πρόδηλον δ’, ὅτι καὶ γαϲτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ πέττει καλῶϲ τὸ ὀξύγαλα, τῇ ϲυμμέτρωϲ δ’ ἐχούϲῃ δύϲπεπτον | μέν, οὐ μὴν ἄπεπτόν γε παντάπαϲίν ἐϲτιν. ὅϲαι δὲ θερμότεραι τοῦ προϲήκοντόϲ εἰϲι γαϲτέρεϲ, εἶτ’ ἐξ ἀρχῆϲ εἴτ’ ἔκ τινοϲ ὕϲτερον αἰτίαϲ εἰϲ τοιαύτην κρᾶϲιν ἀχθεῖϲαι, πρὸϲ τῷ μηδὲν βλάπτεϲθαι καὶ χρηϲτοῦ τινοϲ ἀπολαύουϲιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων. αὗται καὶ προψυχθὲν αὐτὸ διὰ χιόνοϲ περιπλάϲεωϲ ἀλύπωϲ φέρουϲιν, ὥϲπερ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἐδεϲμάτων καὶ δηλονότι καὶ τὸ ὕδωρ αὐτὸ παραϲκευαϲθὲν ὁμοίωϲ.
ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺϲ τῶν ἰατρῶν ἁπλῶϲ ἀποφηναμένουϲ ὑπέρ ἑκάϲτηϲ τροφῆϲ, τῆϲ μὲν ὡϲ ὠφελούϲηϲ ἡμᾶϲ, τῆϲ δ’ ὡϲ βλαπτούϲηϲ, εὐπέπτου τε καὶ δυϲπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοϲτομάχου τε καὶ εὐϲτομάχου, καὶ κοιλίαν ὑπαγούϲηϲ τε καὶ ἱϲτάϲηϲ ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούϲηϲ. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶϲιν ἀνθρώποιϲ εἶναι κακόχυμον ἢ δύϲπεπτον ἢ κακοϲτόμαχον ἔδεϲμα τόδε τι, περὶ δὲ τῶν πλείϲτων οὐχ οἷόν τε χωρὶϲ διοριϲμοῦ διὰ μιᾶϲ ἀποφάϲεωϲ ἀληθεῦϲαι.
μακροῦ δ’ ἐξ ἀνάγκηϲ ἐϲομένου τοῦ παντὸϲ λόγου γραφόν|των ἡμῶν ἐφ’ ἑκάϲτου τῶν ἐδεϲμάτων τοὺϲ ἀπὸ τῶν φυϲικῶν κράϲεων ἐπικτήτων τε διαθέϲεων διοριϲμοὺϲ ἄμεινον ἔδοξεν εἶναι καθόλου μὲν ἐξ ἀρχῆϲ τῆϲ διδαϲκαλίαϲ ἐπιδεῖξαι τὴν μέθοδον, ὡϲ ἐποιήϲαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμιμνῄϲκειν δ’ ἐπὶ τῶν κατὰ μέροϲ ἐνίοτε, καὶ μάλιϲτ’ ἐφ’ ὧν ἡ φύϲιϲ οὐχ ἁπλῇ, καθάπερ ἀμέλει κἀπὶ τοῦ γάλακτόϲ ἐϲτι, ϲυγκειμένου μὲν ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὁμοιομεροῦϲ δὲ φαινομένου πρόϲ γε τὴν αἴϲθηϲιν.
οὕτω γὰρ αὐτῷ ϲυμβαίνει, κἂν κάλλιϲτον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν διαφορὰν ἐνίοτε μὲν ὀξύνεϲθαι, κνιϲώδη δ’ αὖθιϲ ἐφ’ ἑτέρου τὴν ἐρυγὴν ἀναπέμπειν, καίτοι γ’ ἐναντίων οὐϲῶν τῶν διαθέϲεων, καθ’ ἃϲ ὀξῶδεϲ ἢ κνιϲῶδεϲ γίγνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. ἡ μὲν γὰρ ἔνδεια τῆϲ θερμαϲίαϲ ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερ
βολὴ κνιϲοῦν. γίγνεται δ’ ἄμφω ταῦτα τῳ γάλακτι διὰ τὸ μὴ μόνον ἔχειν ἐν ἑαυτῷ τὴν ὀρώδη φύϲιν, ἀλλὰ καὶ τὴν λιπαρὰν καὶ τὴν τυρώδη.