De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταὐτην | οὐδέποτε κνιϲῶδεϲ ἀπε- πτηθὲν γίγνεται, κἂν εἰϲ χολωδεϲτάτην ἢ πυρωδεϲτάτην ἐμπέϲῃ κοιλίαν. οὔτε γὰρ ἐν αὑτῷ τὴν θερμὴν καὶ δριμεῖαν ἔχει ποιότητα καὶ δύναμιν, ἧϲ μετέχει τὸ γάλα διὰ τὸν ὀρόν, οὔτε τὴν λιπαράν τε καὶ μετρίωϲ θερμήν, ἣν ἐκέκτηο διὰ τὸ λιπαρὸν τὸ ἐν ἑαυτῷ· μόνον γὰρ ὑπολείπεται κατὰ τὴν τοιαὐτην ϲκευαϲίαν τὸ τυρῶδεϲ, οὐδὲ τοῦτο τοιοῦτον τὴν φύϲιν, ὁποῖον ἐξ ἀρχῆϲ ὑπῆρχεν, ἀλλ’ ἐπὶ τὸ ψυχρό- τερον ἐκτετραμμένον.
ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοϲ εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ παχύχυμον. ἕπεται γὰρ τούτοιϲ τὸ μὴ ῥᾳδίωϲ αὐτὸ πέττεϲθαι πρὸϲ τῆϲ ϲυμμέτρωϲ ἐχούϲηϲ κράϲεωϲ· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεϲθαι τὸν λόγον ἠξίωϲα πολλάκιϲ ἤδη κατὰ πάϲαϲ τὰϲ ἐμὰϲ πραγματείαϲ, ὅταν ἁπλῶϲ ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, οὖ τὴν φύϲιν ἔμπροϲθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμενον λόγον ἐξηγηϲάμην, εὔλογόν ἐϲτιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων πλεῖϲτον γεννᾶϲθαι. χρήϲιμον δ’ εἶναι τὸ ἔδεϲμα τοῦτο ταῖϲ πυρω- δεϲτέραιϲ κοιλίαιϲ οὐδὲν ἄλογον, ὥϲπερ γε καὶ ταῖϲ ψυχροτέραιϲ ἐναντιώτατον.
οὐ μὴν | οὐδὲ τοῦτο δεῖ καθ’ ἕκαϲτον τῶν ἐδεϲμάτων γράφειν, ἀλλ’ ἀναμιμνῄϲκειν ἐπί τινων μόνον, ὡϲ ὁ τοιόϲδε χυμόϲ, ὁποῖοϲ ἐξ ὀξυγάλακτόϲ τε καὶ τυροῦ καὶ τῶν παχυχύμων ἁπάντων γίγνεται, λίθουϲ ἐν νεφροῖϲ πέφυκε γεννᾶν, ὅταν ὦϲι θερμότεροι τοῦ δέοντοϲ ἤτοι κατὰ φυϲικὴν δυϲκραϲίαν ἢ κατά τινα ἄλλην ὕϲτερον ἐγγενομένην αὐτοῖϲ διάθεϲιν, οὐ μὴν ἀνὰ λόγον γε τῇ θερμαϲίᾳ τὰϲ διεξόδουϲ εὐρείαϲ ἔχωϲιν.
αἱ γάρ τοι νοϲωδέϲταται καταϲκευαὶ τῶν ϲωμάτων ἐξ ἐναντίων τῇ κράϲει ϲύγκεινται μορίων, ὡϲ εἶναι γαϲτέρα μέν, εἰ τύχοι, θερμὴν ἱκανῶϲ, ἐγκέφαλον δὲ ψυχρόν. οὕτω δὲ καὶ πνεύμων ἐνίοτε
καὶ θώραξ ὅλοϲ ψυχρόϲ ἐϲτιν ἐπὶ θερμῇ γαϲτρί. πολλάκιϲ δὲ καὶ τοὐναντίον ἕκαϲτον μὲν τῶν ἄλλων θερμότερον ὑπάρχει τοῦ δέοντοϲ, ἡ γαϲτὴρ δὲ μόνη ψυχροτέρα, καί ποτε κεφαλὴ μὲν ὅλη ψυχροτέρα, θερμότερον δὲ τὸ ἧπαρ ἐπί τε τῶν ἄλλων μορίων ὡϲαύτωϲ.διὸ καὶ κατ’ ἀρχὰϲ ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν ἐν ταῖϲ τροφαῖϲ δυνάμεων διδαϲκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα καὶ ξηρότητα καὶ θερμότητα καὶ ψυχρότητα | διαφορὰν ἔτι τε τὸ γλίϲχρον ἢ παχὺ τῆϲ οὐϲίαϲ αὐτῶν, καὶ πρὸϲ τούτοιϲ, εἴθ’ ὁμοιομερήϲ ἐϲτιν εἴτ’ ἐξ ἐναντίων ταῖϲ κράϲεϲι ϲύγκειται, καθάπερ τὸ γάλα. πρὸϲ δὲ τὴν τούτων διάγνωϲιν ἐκ τῆϲ ὀϲμῆϲ καὶ τῆϲ γεύϲεωϲ ἔτι τε τῶν ἄλλων ϲυμπτωμάτων ἔφην ἡμᾶϲ ποδηγεῖϲθαι, περὶ ὧν ἐν ἀρχῇ τῆϲδε τῆϲ πραγματείαϲ διῆλθον, ὥϲπερ καὶ νῦν ἐπὶ τοῦ γάλακτοϲ, ἐπιδεικνὺϲ αὐτοῦ τὴν φύϲιν ἐξ ὧν ἴϲχει ϲυμπτωμάτων, ἤτοι θερμαινόμενον ἢ διὰ πυτίαϲ πηγνύμενον ἢ ὁπωϲοῦν ἄλλωϲ διακρινομένων τῶν μορίων αὐτοῦ.