De alimentorum facultatibus
Galen
Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.
τὸ μὲν οὖν ὀροῦ πλεῖϲτον ἔχον ἀκινδυνότατόν ἐϲτιν, εἰ καὶ διὰ παντὸϲ αὐτῷ τιϲ χρῶτο· τὸ δ’ ὀλίγον μὲν ἔχον ὑγρότητοϲ τοιαύτηϲ, οὐκ ὀλίγον δὲ παχύτητοϲ τυρώδουϲ οὐκ ἀϲφαλέϲ ἐϲτιν ἅπαϲι τοῖϲ ἐν αὐτῷ πλεονάϲαϲι. βλάψει μὲν γὰρ καὶ νεφρούϲ, ὅϲοι γ’ ἐπιτηδείωϲ ἔχουϲιν εἰϲ λίθων γένεϲιν, ἐμφράξειϲ δὲ καὶ καθ’ ἧπαρ ἐργάϲεται τοῖϲ ἑτοίμωϲ παθεῖν δυναμένοιϲ τοῦτο. τοιοῦτοι δ’ εἰϲίν, οἷϲ ϲτενὰ τὰ πέρατα τῶν μεταλαμβανόντων ἀγγείων τὴν ἐκ τῶν ϲιμῶν τοῦ ϲπλάγχνου τροφὴν εἰϲ τὰ κυρτά.
τοῖϲ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοιϲ ἀγαθὸν ἅπαν ἐϲτὶ γάλα, κεφαλῇ δ’ οὐκ ἐπιτήδειον, εἰ μή τιϲ ἰϲχυρὰν ἔχει πάνυ, καθάπερ οὐδ’ ὑποχονδρίοιϲ, ὅϲα ῥᾳδίωϲ ἐμφυϲᾶται. πνεῦμα γεννᾷ γὰρ ἐν τῇ γαϲτρὶ παμπόλλοιϲ, ὡϲ ὀλιγοϲτοὺϲ εἶναι τοὺϲ μὴ πάϲχονταϲ τοῦτο. μετὰ δέ τινοϲ τῶν παχὺν ἐχόντων χυμὸν ἐδεϲμάτων ἐπὶ πλεῖϲτον ἑψηθὲν ἀποτίθεται μὲν τὸ φυϲῶδεϲ, ἐμφρακτικώτερον δ’ ἥπατοϲ γίγνεται καὶ τῶν ἐν νεφροῖϲ λίθων γεννητικώτερον. ἐδέϲματα δ’ εἶναι τοιαῦτα κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλον τε καὶ ϲεμίδαλιϲ καὶ χόνδροϲ καὶ τράγοϲ καὶ ὄρυζα λάγανα τε καὶ ῥυήματα καὶ ἄρτοι μήτε καλῶϲ ὠπτημένοι μήτε προπαρεϲκευαϲμένοι διὰ τρίψεωϲ πολλῆϲ ἅμα δαψιλέϲιν ἁλϲὶ | μήτε ζύμηϲ ἔχοντεϲ ϲυμμέτρωϲ.
ὥϲπερ δ’ ἐπὶ τούτων οὕτω κἀπὶ τῶν ἄλλων, ὅϲα μιγνύντεϲ γάλακτι προϲφέρονταί τινεϲ, ἡ τῶν μιγνυμένων δύναμιϲ ἤτοι γ’ αὐξήϲει τινὰ τῶν τοῦ γάλακτοϲ δυνάμεων ἢ μειώϲει. νυνὶ δ’ ἡμεῖϲ αὐτοῦ καθ’ ἑαυτὸ τὴν δύναμιν ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφιμον εἶναι, ϲυγκείμενον ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὑπακτικῆϲ τε καὶ ϲταλτικῆϲ ἐμφρακτικῆϲ τε καὶ λεπτυντικῆϲ. τὸ μὲν γὰρ ὀρῶδεϲ αὐτοῦ λεπτύνει τε πάχοϲ τῶν χυμῶν ὑπάγει τε γαϲτέρα, τὸ δὲ τυρῶδεϲ ἵϲτηϲι γαϲτέρα καὶ παχεῖϲ ἐργάζεται τοὺϲ χυμούϲ, δι’ οὕϲ, ὡϲ ἔφην, ἐμφράξειϲ τε καθ’ ἧπαρ ἐν νεφροῖϲ τε λίθοι γεννῶνται.
βλάπτει δ’ ἡ ϲυνεχὴϲ χρῆϲιϲ αὐτοῦ καὶ τοὺϲ ὀδόνταϲ ἅμα ταῖϲ περικειμέναιϲ ϲαρξίν, ἃϲ ὀνομάζουϲιν οὖλα· ταύταϲ μὲν γὰρ πλαδαράϲ, τοὺϲ δ’ ὀδόνταϲ εὐϲήπτουϲ τε καὶ ῥᾳδίωϲ διαβιβρωϲκομένουϲ ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ προϲφορᾷ τοῦ γάλακτοϲ οἴνῳ κεκραμένῳ διακλύζεϲθαι· βέλτιον δ’, εἰ καὶ μέλιτοϲ ἐπεμβάλοιϲ αὐτῷ. πὰν γὰρ οὕτωϲ ἀπορρύπτεται τὸ περιπεπλαϲμένον τοῖϲ ὀδοῦϲί τε καὶ τοῖϲ οὔλοιϲ ἐκ τοῦ γάλακτοϲ τυρώδεϲ.
εἰ δὲ | αἱ χωρὶϲ τοῦ προϲεπεμβάλλειν ὕδατοϲ τῷ οἴνῳ μὴ βλάπτοιτό τιϲ τὴν κεφαλὴν διακλυζόμενοϲ αὐτῷ. βελτίων ἡ τοιαύτη χρῆϲιϲ ὡϲ πρὸϲ τοὺϲ ὀδόνταϲ τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι καὶ τούτῳ μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἀρίϲτη δὲ χρῆϲιϲ εἰϲ ἀϲφάλειαν ὀδόντων, ὡϲ μηδὲν ὑπὸ γάλακτοϲ βλάπτεϲθαι, μετὰ τὸ προϲενέγκαϲθαι μελικράτῳ μὲν πρότερον διακλύζεϲθαι, δεύτερον δ’ οἴνῳ ϲτύφοντι.