De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

Μνηϲίθεοϲ μὲν ἐν τῇ τρίτῃ τάξει τίθεται τὰϲ τίφαϲ ἐπὶ πυροῖϲ τε καὶ κριθαῖϲ· Διοκλῆϲ δ’ ἀμελέϲτερον ὑπὲρ αὐτῶν διῆλθε τὸ ϲύντομον ἐν τῇ γραφῇ προτιμήϲαϲ τοῦ κατὰ διέξοδον ἀκριβοῦϲ. οὕτω γοῦν καὶ περὶ πυρῶν τε καὶ κριθῶν ἄλλων τε πολλῶν ἔγραψε ϲυντεμὼν τὸν λόγον. ὀλίγῳ δὲ μακρότερον τοῦ Διοκλέουϲ ὑπὲρ αὐτῶν ὅ τε Πραξαγόραϲ καὶ ὁ Μνηϲίθεοϲ ἔγραψαν, ἐλλιπῶϲ μέντοι καὶ αὐτοί.

Φυλότιμοϲ δὲ περί τινων μὲν μακρῶϲ πάνυ, περί τινων δ’

ἐλλιπῶϲ, ἐνίων δ’ οὐδ’ ὅλωϲ ἐμνημόνευϲεν, ὥϲπερ οὐδὲ τῆϲ ζειᾶϲ. εὔδηλον δ’ ὅτι μηδὲ Πραξαγόραϲ ὁ διδάϲκαλοϲ αὐτοῦ. παρέλιπε μὲν γὰρ οὐδὲν ὧν ἐκεῖνοϲ εἶπεν ὁ Φυλότιμοϲ, ἐξεργάζεται δὲ καὶ προϲτίθηϲι πολλά.

θαυμάϲαι δ’ ἔϲτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτ’ ἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δ’ ἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.

Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰϲ τῶν ϲιτίων | δυνάμειϲ· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, ζειαί, μέλινοϲ, κέγχροϲ. ἔν τιϲι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλωϲ αἱ ζειαὶ φέρονται, καὶ μέντοι καὶ τὸ ταῖϲ ἀρεταῖϲ ἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲ γέγραπται κατὰ τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ, ὡϲ ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.

ὁ δὲ Μνηϲίθεοϲ ἐφ’ ἑνὶ ϲπέρματι δύο φηϲὶν ὀνόματα κεῖϲθαι γράφων οὕτω· τῶν δὲ ϲπερμάτων εὐφυέϲτατα μέν ἐϲτιν εἰϲ τροφὴν πυροὶ καὶ κριθαί, πρὸϲ δὲ τούτοιϲ ἐχομένωϲ ὃ λέγεται μὲν διττῶϲ, ἔϲτι δὲ ταὐτόν· οἱ μὲν γὰρ τίφαϲ, οἱ δ’ ὀλύραϲ καλοῦϲιν. τούτοιϲ δ’ ἐφεξῆϲ τάδε γράφει· μετὰ δὲ ταῦτα ζειαὶ καὶ κέγχροι καὶ μέλιναι. Διοκλεῖ μὲν οὖν ἤρκεϲε ταῦτα μόνα περί τε τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, ὅϲα παρεθέμην ἄρτι.

Μνηϲίθεοϲ δὲ καὶ τὸν κατὰ μέροϲ ὑπὲρ αὐτῶν λόγον ἐφεξῆϲ διῆλθε, περὶ πρώτων μὲν γράψαϲ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆϲ δὲ περὶ | τιφῶν ὧδέ πωϲ αὐτοῖϲ ὀνόμαϲι· τῶν δ’ ἄλλων ϲπερμά

τῶν βέλτιϲτον μὲν ἡ τίφη (καὶ γὰρ ἱκανῶϲ τρέφει καὶ οὐ μετὰ πολλοῦ πέττεται πόνου), τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην μὲν ἐϲθίων οὐδείϲ ἂν ὑγιαίνοι, τῶν 〈δ’〉 ἀϲυνήθων τῆϲ ἐδωδῆϲ ταύτηϲ, οὐδ’ εἰ παντάπαϲιν ὀλίγον· ἔϲτι γὰρ βαρὺϲ καὶ δύϲπεπτοϲ. ὅϲοι δὲ δυϲχείμερον ἔχοντεϲ χώραν ἀναγκάζονται τρέφεϲθαι τούτῳ καὶ ϲπείρειν αὐτὸ διὰ τὸ μάλιϲτ’ ἀντέχειν τοῖϲ ψύχεϲιν, οὗτοι δὴ πρῶτον μὲν ὀλίγον ἐθίζονται προϲφέρεϲθαι καὶ διὰ τὸ μὴ εὐῶδεϲ εἶναι τὸ βρῶμα καὶ διὰ τὴν ϲπάνιν τῆϲ εὐκαρπίαϲ ἐν ταῖϲ τοιαύταιϲ χώραιϲ, εἶτα καὶ τὸ ϲύνηθεϲ εἶναι τὸ βρῶμα ποιεῖ ῥᾴονα τοῖϲ ϲώμαϲι τὴν κατεργαϲίαν. καθόλου δὲ βαρὺ μὲν καὶ δύϲπεπτον, ἰϲχυρὸν δὲ καὶ ὑμενῶδεϲ τὴν ζειὰν εἶναι λεκτέον.

ἐν τούτοιϲ ὁ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν οὔτ’ αὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρ’ ἄλλου τινὸϲ ἥκουϲα τῶν ἑωρακότων αὐτὰϲ | ὀνομαζόμενόν τινα ϲιτηρὸν καρπὸν ὑπὸ τῶν ἐγχωρίων ζειὰν ἢ ζέαν. ἑκατέρωϲ γὰρ εὑρίϲκεται γεγραμμένον, ἔν τιϲι μὲν εἰϲ ε̄ καὶ ῑ τῆϲ προτέραϲ ϲυλλαβῆϲ τελευτώϲηϲ.

ἔν τιϲι δ’ εἰϲ ε̄ μόνον. ἐννοήϲαϲ δὲ δυνατὸν εἶναι τοὺϲ μὲν Ἕλληναϲ οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦτο, τοὺϲ δὲ βαρβάρουϲ ἰδίαν ἐπ’ αὐτοῦ τεθεῖϲθαι προϲηγορίαν, εἶτ’ ἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰϲ ἀρούραϲ ὁμοιότατον ἐχούϲαϲ οὐ μόνον τὸν ϲτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ τίφῃ, τὴν προϲηγορίαν ἠρόμην ἥντιν’ ἔχοι παρ’ ἐκείνοιϲ τοῖϲ ἀνθρώποιϲ, καί μοι πάντεϲ ἔφαϲαν αὐτό τε τὸ φυτὸν ὅλον καὶ τὸ ϲπέρμα αὐτοῦ καλεῖϲθαι βρίζαν, τῆϲ μὲν προτέραϲ ϲυλλαβῆϲ διὰ τριῶν γραμμάτων γραφομένηϲ τε καὶ λεγομένηϲ, τοῦ β̄ καὶ ρ καὶ ῑ, τῆϲ δ’ ἐφεξῆϲ αὐτῇ διὰ τοῦ ζ̄ καὶ ᾱ κατὰ γε τὴν ὀρθὴν πτῶϲιν, ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ μετὰ τοῦ ν̄ δηλονότι. γίγνεται δ’ ἄρτοϲ ὁ ἐκ τοῦ ϲπέρματοϲ τούτου δυϲώδηϲ τε καὶ μέλαϲ, ὑμενω

δεϲτέραν ἔχοντοϲ, ὡϲ Μνηϲίθεοϲ ἔγραψε, τὴν οὐϲίαν. εἰ δὲ καὶ μέλανα γίγνεϲθαι τὸν ἄρτον ἐξ αὐτοῦ προϲεγεγράφει, μᾶλλον ἂν ἐπίϲτευον αὐτὸ τοῦτ’ εἶναι τὸ καλούμενον ὑπ’ αὐτοῦ ζειάν.

ἔν γε μὴν τοῖϲ | χειμεριωτάτοιϲ τῆϲ βιθυνίαϲ χωρίοιϲ ὀνομάζεταὶ τι ϲπέρμα ζεόπυρον, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ ῑ, καθάπερ ἔχει παρ’ Ὁμήρῳ

πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲϲ κρῖ λευκόν.
ἐξ αὐτοῦ δ’ ἄρτοϲ γίγνεται πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ πυροῦ, καὶ ἡ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.

ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον, ἥ〈τιϲ〉 ἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ αὐτῇ. θεάϲαϲθαι δ’ ἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου | χείρονα.

μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὡδέ πωϲ λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης, ὀλύραϲ, βρόμου, αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον ἡ ζειά· καὶ 〈γάρ〉 βαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· ὁ δὲ καρπὸϲ κουφότατοϲ καὶ προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ. καὶ πάλιν ἐφεξῆϲ· ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκάλαμον

καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥϲπερ ἢ ζειὰ πίειραν καὶ ἀγαθήν. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε γράφει· ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, ἣ τε ζειὰ καὶ ἡ τίφη. Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.

Ἡρόδοτοϲ δ’ ἐν τῇ δευτέρα κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν πολλοὶ ζώουϲιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοϲ μέγιϲτόν ἐϲτιν, ἀλλ’ ἀπ’ ὀλυρῶν ποιέονται ϲιτίᾳ, ἃς ζειὰϲ μετεξέτεροι καλέουϲι.

Διοϲκουρίδηϲ δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕληϲ ταυτὶ γράφει· ζέα | δίϲϲη· ἡ μὲν γὰρ ἁπλῆ, ἡ δὲ δίκοκκοϲ καλεῖται, ἐν δυϲὶν ἐλύτροιϲ ϲυνεξευγμένον ἔχουϲα τὸ ϲπέρμα. ἔϲτι δὲ τροφιμωτέρα μὲν κριθῆϲ καὶ εὐϲτόμαχοϲ, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοποιουμένῃ.

κρίμνον δὲ ἁδρότερόν ἐϲτι τῇ κατεργαϲίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζέαϲ καὶ πυροῦ, ἐξ οὖ ὁ πόλτοϲ γίνεται. ἕϲτι δὲ ἱκανῶϲ τρόφιμον καὶ εὐκατέργαϲτον, ϲταλτικώτερον δὲ κοιλίαϲ τὸ ἀπὸ τῆϲ ζέαϲ, μάλιϲτα δὲ προφρυχθείϲηϲ.

καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ γίνεται.

ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.

ὁ δὲ τράγοϲ τὸ ϲχῆμα μὲν παραπλήϲιοϲ χόνδρω, ἀτροφώτεροϲ δὲ παρὰ πολὺ ζέαϲ, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεϲ, διὸ καὶ δυϲκατέργαϲτόϲ ἐϲτι καὶ κοιλίαϲ μαλακτικόϲ. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.

θαυμάσαι δ’ ἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκά|τερον ἐν Ἀσίᾳ πολύ, καὶ μάλιστα κατὰ τὴν ὑπερκειμένην Περγάμου χώραν, ὡς τοὺς ἀγροίκους ἀεὶ χρῆσθαι τοῖς ἐξ αὐτῶν ἄρτοις διὰ τὸ τοὺς πυροὺς εἰς τὰς πόλεις κατακομίζεσθαι. οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετά γε τοὺς πυρίνους εἰσίν, ὅταν γ’ εὐγενεῖς ὦσιν αἱ ὄλυραι, δεύτεροι δ’ αὐτῶν εἰσιν οἱ τίφινοι. μοχθηρῶν δ’ οὐσῶν τῶν ὀλυρῶν οὐδὲν ἐκείνων ἀπολείπονται, βελτίστων δὲ τῶν τιφῶν οὐσῶν οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων. ἑωλισθέντες δὲ χείρους αὐτῶν γίγνονται· ὁλκιμώτερον γὰρ ἔχοντες τὸ σταῖς πυκνοῦνται πάνυ σφόδρα, καὶ μάλισθ’ ὅταν ἀμελῶς σκευασθῶσιν. ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς ὁ φαγὼν τόν ἄρτον τοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ.

θερμὸς δ’ ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σπουδάζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις ἀυτόν, ὃν ὀνομάζουσιν ὀξυγαλάκτινον. εἶναι δὲ χρὴ καὶ τοῦτον ἁπαλὸν καὶ τὸν ἄρτον ἔτι διαφυλάττοντα φυλάττοντα τὴν ἐκ τοῦ κριβάνου θερμασίαν. ὁ μὲν οὖν οὕτως ἐσθιόμενος | οὐ μόνον τοῖς κατ’ ἀγρόν, ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός σπούδαστός ἐστιν. ὁ δὲ τριῶν ἢ τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι, δυσχερέστερος δὲ πεφθῆναι, βραδυπορώτερος δὲ κατὰ γαστέρα, τοῦ θερμοῦ μηδὲ τοῦτ’ ἔχοντος τὸ σύμπτωμα. πολὺ μὲν γὰρ ἀπολείπεται διαχωρήσεως ἕνεκα τοῦ κριθίνου, μεμπτὸς δ’ οὐκ ἔστιν ὁμοίως τῷ κεγχρίνῳ, καὶ μέντοι καὶ τρέφει τὸ σῶμα θερμὸς ὤν ἱκανῶς, ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου συγκομιστοῦ.

τὸ δὲ σπέρμα τοῦτο τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα. καθάπερ ὄλυρά τε καὶ κριθή, πτισθὲν δ’ ἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται. καὶ γὰρ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸ ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον

ἀπόθερμον, ἐμβαλλομένου τοῦ πρὸϲ ἡμῶν μὲν ἑψήματοϲ, ὑπ’ ἐνίων δὲ ϲιραίου καλουμένου. καί ποτε καὶ μεθ’ ἁλῶν ἐϲθίεται ἑψόμενον, καθάπερ ἔφην ἐδηδοκέναι τοὺϲ πυροὺϲ αὐτὸϲ ἐγώ.