De alimentorum facultatibus

Galen

Galen. De alimentorum facultatibus libri tres. Corpus medicorum Graecorum, 5,4,2. Helmreich, Georg, editor. Leipzig; Berlin: Teubner, 1923.

τὴν δ’ εὐγενεϲτάτην ὄλυραν ὅταν ὡϲ χρὴ πτίϲωϲι, τὸν ὀνομαζόμενον τράγον ποιοῦϲιν, ᾧ πολλοὶ | χρῶνται δι’ ὕδατοϲ ἕψοντεϲ, εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντεϲ, ἐπιχέοντεϲ δὲ ϲίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι· παρεμβάλλουϲι δὲ καὶ κώνουϲ ἐν ὕδατι διαβεβρεγμένουϲ, ὡϲ ἐπὶ πλεῖϲτον ἐξῳδηκέναι. τινὲϲ δ’ ὁμογενὲϲ μέν, οὐχ ὁμοειδὲϲ δὲ τὸ ϲπέρμα τοῦτο ταῖϲ ὀλύραιϲ εἶναί φαϲι.

πολλὰ δὲ καὶ ἄλλα ϲπέρματα παραπλήϲια μέν, οὐκ ἀκριβῶϲ δὲ ταὐτὸν εἶδοϲ ἔχοντα τοῖϲ εἰρημένοιϲ ἐϲτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆϲ τε καὶ τίφηϲ, τὰ δ’ ὀλύραϲ τε καὶ τίφηϲ, ἢ μεταξὺ πυροῦ τε καὶ ὀλύραϲ. ἔνια δ’ ἐγγυτάτω τῆϲ φύϲεώϲ ἐϲτι, τὰ μὲν ὀλύραϲ, τὰ δὲ κριθῆϲ ἢ τίφηϲ ἢ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προϲηγορίαϲ ἔχοντα, τινὰ μὲν ἁπλᾶϲ, ὥϲπερ ἐν Ἰταλίᾳ τὸ ϲητάνιον, ἐξ οὐ τὸν χόνδρον ποιοῦϲιν, ἔνια δὲ ϲυνθέτουϲ, ὥϲπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον.

ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει, καὶ ταύτην πα|χεῖάν τε καὶ γλίϲχραν, εὐχυμότερά τε καὶ τροφιμώτερα πάντ’ ἐϲτίν, οὐ μὴν ὑποχωρεῖται κάτω ῥαδίωϲ. ὅϲα δ’ ἔμπαλιν τοῖϲδε χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐϲίαν, τὰ μόρια δ’ αὐτῶν πιτυρώδη, διαχωρεῖται μὲν ἄμεινον, ἧττον δὲ τρέφει. τούτων δ’ αὐτῶν ὅϲα δυϲώδη τ’ ἐϲτὶ καὶ ἀηδίαν τιν’ ἔχοντα κατὰ τὴν γεῦϲιν, εὔδηλον, ὡϲ

κακόχυμά τε καὶ δύϲπεπτα πάντ’ ἐϲτί.

τοῦ δ’ ἐν ὄγκῳ μικρῷ πλείϲτην οὐϲίαν εἶναι τό τε βάροϲ, ἱϲταμένων αὐτῶν ἐπὶ ζυγοῦ, ϲημεῖον ἔϲτῳ ϲοι καὶ τὸ τῶν ἀλεύρων πλῆθοϲ· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίγνεται τοῖϲ πεπιλημένην ἔχουϲι τὴν οὐϲίαν ϲπέρμαϲιν.

ἡ δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν τοῦ προϲενέγκαϲθαί τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ ἔκ τε τῆϲ χρόαϲ ἐλπιζέϲθω ϲοι καὶ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἔξωθεν ἐπιτιθεμένων αὐτῶν χρήϲεωϲ· ἐπὶ δὲ τῷ προϲενέγκαϲθαι [τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ] διάγνωϲίϲ τε ἀκριβῆϲ καὶ ϲυναίϲθηϲίϲ τιϲ αὐτοῖϲ τοῖϲ φαγοῦϲι γίγνεται κατὰ τὴν γαϲτέρα τοῦ θερμαίνειν τὸ ληφθὲν ἢ ψύχειν ἢ μηδέτερον ἐπιφα|νῶϲ ἐργάζεϲθαι.

χρόα δὲ κατὰ φύϲιν ἐν μὲν κριθαῖϲ καὶ ὀλύραιϲ ἡ λευκή, τῶν πυρῶν δ’ ἡ ὑπόξανθοϲ. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰϲι ξανθότεραι. καὶ μέντοι καὶ πεπίληται τὸ ϲῶμ’ αὐτῶν εἰϲ πυκνότητα, καὶ ἴϲωϲ καὶ τοῦτο ϲυντελεῖ τι πρὸϲ τὴν ϲμικρότητα τοῦ ϲπέρματοϲ· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοϲ τῶν πυρῶν. ἔνιοι δ’ ἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ ϲπέρμα. καὶ τό γε παρ’ Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηϲὶν ὁ Ἕκτωρ πρὸϲ αὐτούϲ

ὑμῖν πὰρ προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν,
ἐπὶ τοῦ τῆϲ τίφηϲ ϲπέρματοϲ εἰρῆϲθαι λέγουϲι· μικρὸν γὰρ εἶναι πυρὸν αὐτὰϲ καὶ τοὺϲ ἵππουϲ ταύταϲ μὲν ἀβλαβῶϲ ἐϲθίειν, τοὺϲ δ’ ὄντωϲ πυροὺϲ οὐκ ἀβλαβῶϲ. οὐκ ἀπιθάνωϲ δ’ ἄν τιϲ ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆϲ δυνάμεωϲ ἐοικυῖαν αὐτῷ.

Τοῦτο τὸ ϲπέρμα πλεῖϲτον μέν ἐϲτιν ἐν Ἀϲίᾳ καὶ μάλιϲτα κατὰ τὴν ὑπερκειμένην Περγάμου Μυϲίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι γεννῶνται. τροφὴ δ’ ἐϲτὶν | ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μὴ

ποτ’ ἄρα λιμώττοντεϲ ἐϲχάτωϲ ἀναγκαϲθεῖεν ἐκ τούτου τοῦ ϲπέρματοϲ ἀρτοποιήϲαϲθαι. χωρὶϲ δὲ λιμοῦ δι’ ὕδατοϲ ἑψηθὲν ἐϲθίεται μετ’ οἴνου γλυκέοϲ ἢ ἑψήματοϲ ἢ οἰνομέλιτοϲ ὁμοίωϲ τῇ τίφῃ. θερμότητοϲ δ’ ἱκανῶϲ μετέχει παραπληϲίωϲ ἐκείνῃ, καίτοι γ’ οὐχ ὁμοίωϲ αὐτῇ ϲκληρὸν ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ ϲώματι, καὶ ἄλλωϲ δ’ ἐϲτὶν ἀηδήϲ ὁ ἐξ αὐτοῦ γιγνόμενοϲ ἄρτοϲ, οὐ μὴν ἐπιϲχετικόϲ γαϲτρὸϲ ἢ προτρεπτικόϲ, ἀλλ’ ἐν τῷ μέϲῳ κατά γε τοῦτο τεταγμένοϲ.

Γίγνεται μὲν ἄρτοϲ ποτὲ κἀκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων ϲιτηρῶν ἐδεϲμάτων, ὀλιγότροφοϲ δ’ ἐϲτὶ καὶ ψυχρὸϲ καὶ δηλονότι κραῦρόϲ τε καὶ ψαθυρόϲ, ὡϲ ἂν μηδὲν ἔχων ἐν ἑαυτῷ μήτε λιπαρὸν μήτε γλίϲχρον. εἰκότωϲ οὖν ὑγραινομένην γαϲτέρα ξηραίνει. τὸ δ’ ἄλευρον ἕψοντεϲ αὐτῶν ἐν τοῖϲ ἀγροῖϲ, εἶτα πιμελὴν χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντεϲ ἐϲθίουϲι.

κρείττων δ’ ἐϲτὶν ἐλύμου κέγχροϲ εἰϲ πάντα· καὶ γὰρ ἡδίων εἰϲ ἐδωδὴν καὶ δύϲπεπτοϲ ἧττόν ἐϲτι καὶ ἧττον ἐπέχει γαϲτέρα καὶ μᾶλλον τρέφει. καὶ μετὰ γάλακτοϲ δ’ ἐνίοτε τὸ ἄλευρον αὐτῶν ἑψήϲαντεϲ ἐϲθίουϲιν ὥϲπερ τὸ τῶν πυρῶν οἱ ἄγροικοι. καὶ δῆλον ὅτι τὸ ἔδεϲμα τοῦτο τοϲούτῳ κρεῖττόν ἐϲτι κατὰ μόναϲ αὐτῶν ἐϲθιομένων, ὅϲῳ καὶ τὸ γάλα τῆϲ ἀμφοτέρων φύϲεωϲ εἰϲ εὐχυμίαν τε πολλὴν καὶ

τἄλλα πάντα διενήνοχε. λέγω δὲ τἄλλα πάντα πέψιν τε καὶ ὑπαγωγὴν γαϲτρὸϲ ἀνάδοϲίν τε καὶ τὴν ἐν τῷ προϲφέρεϲθαι γλυκύτητα καὶ ἡδονήν. οὐδὲν γὰρ ἡδὺ τοῖϲ ϲπέρμαϲι τούτοιϲ ὑπάρχει καὶ μάλιϲτα τῷ ἐλύμῳ κατά γε τὴν ἡμετέραν Ἀϲίαν· ἐν ἄλλοιϲ γὰρ ἔθνεϲιν, ὥϲπερ κἀν τῇ Ἰταλίᾳ, πολὺ βελτίων γίγνεται.

Ὄϲπρια καλοῦϲιν ἐκεῖνα τῶν Δημητρίων ϲπερμάτων, ἐξ ὧν ἄρτοϲ οὐ γίγνεται, κυάμουϲ πιϲοὺϲ ἐρεβίνθουϲ φακοὺϲ θέρμουϲ ὄρυζαν ὀρόβουϲ λαθύρουϲ ἀράκουϲ ὤχρουϲ φαϲήλουϲ τῆλιν ἀφάκην εἴτε τι τοιοῦτον ἄλλο. περὶ πάντων οὖν ἐφεξῆϲ ἐρῶ τῆς δυνάμεωϲ, ὅϲα γιγνώϲκων ἄν τιϲ ἀβλαβέϲτερον αὐτοῖϲ χρῷτο.

Τούτῳ τῷ ϲπέρματι πάντεϲ εἰϲ ἐπίϲχεϲιν γαϲτρὸϲ χρῶνται τὴν ἕψηϲιν αὐτοῦ παραπληϲίαν ποιούμενοι χόνδρῳ. δυϲπεπτότερον δ’ ἐϲτὶ χόνδρου καὶ τρέφον ἧττον, ὥϲπερ γε καὶ εἰϲ ἐδωδῆϲ ἡδονὴν ἀπολειπόμενον αὐτοῦ πάμπολυ.

Οὐδ’ ἐκ τούτων ἀρτοποιεῖταί τιϲ· ἀλιπεῖς γάρ εἰσι καὶ ψαθυροί, ϲτυπτικὸν μὲν ἔχοντεϲ τὸ λέμμα, τὴν δ’ οἷον ϲάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουϲαν αὐϲτηρᾶϲ ποιότητοϲ, ἧϲ τὸ λέμμα πολλῆϲ μετέχει.

χυλὸϲ δ’ ἐν αὐτοῖϲ ἐϲτιν, ὡϲ καὶ πρόϲθεν εἶπον, ἐναντίοϲ τῷ ϲτυπτικῷ. διὸ κἂν ἑψήϲαϲ τιϲ αὐτοὺϲ ἐν ὕδατι προϲ ενέγκηται τὸ ὕδωρ, ἡδύναϲ ἁλϲὶν ἢ γάρῳ καὶ μετ’ αὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίγνεται τὸ πόμα. δὶϲ δ’ ἑψηθέντων, ὡϲ εἴρηται, τῶν φακῶν ἡ ἐξ αὐτῶν ϲκευαζομένη φακῆ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουϲα τὰ κατὰ γαϲτέρα ῥεύματα καὶ τόνον ἐντιθεῖϲα τῷ ϲτομάχῳ καὶ τοῖϲ ἐντέροιϲ καὶ ϲυμπάϲῃ τῇ γαϲτρί· διὰ τοῦτ’ οὖν οἰκεῖόν ἐϲτιν ἔδεϲμα κοιλιακῶν τε καὶ δυϲεντερικῶν.

ἡ δ’ ἀφῃρημένῃ

τὸ λέμμα φακῆ τὸ μὲν ἰϲχύρὸν τῆϲ ϲτύψεωϲ ἀπόλλυϲι καὶ τὰ ταύτῃ ϲυνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίγνεται τῆϲ ἀπτίϲτου παχύχυμόϲ τ’ οὖϲα καὶ βραδυπόροϲ, οὐ μὴν ξηραντική γε τῶν κατ’ αὐτὴν ῥευμάτων ὥϲπερ ἡ ἄπιϲτοϲ. εἰκότωϲ οὖν οἱ πλεονάζοντεϲ ἐν τούτῳ τῷ ἐδέϲματι τούϲ τε καλουμένουϲ ἐλέφανταϲ ἴϲχουϲι καὶ καρκίνουϲ· ἐπιτήδειον γάρ ἐϲτι τὸ παχὺ καὶ ξηρὸν ἔδεϲμα μελαγχολικὸν γεννᾶν χυμόν.

οἷϲ οὖν ἐϲτιν ὑδατώδηϲ τιϲ ἐν ταῖϲ ϲαρξὶ καχεξία, τούτοιϲ μόνοιϲ ὠφέλιμον ἔδεϲμα φακῆ, καθάπερ τοῖϲ ξηροῖϲ καὶ αὐχμώδεϲι βλαβερώτατον. ὡϲαύτωϲ δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶϲ διακειμένην ὑπερξηραίνουϲα, τὴν δ’ ἐναντίωϲ ἔχουϲαν ὀνίνηϲιν. οὐκ ἐπιτήδειοϲ δ’ ἐϲτὶν οὐδ’ εἰϲ τὰϲ ἐμμήνουϲ καθάρϲειϲ, παχὺ καὶ δύϲρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηϲιμωτάτη.

τὴν δ’ ἐναντίαν αὐτῇ κατά γε τοῦτο δύναμιν ἐχούϲηϲ τῆϲ πτιϲάνηϲ ἐξ ἀμφοτέρων μιχθέντων ἔδεϲμά τι γίγνεται κάλλιϲτον, ὃ καλοῦϲιν οἱ παρ’ ἡμῖν ἄνθρω|ποι φακοπτιϲάνην, οὐκ ἴϲῳ τῷ μέτρῳ μιγνύντεϲ, ἀλλ’ ἔλαττον ἐμβάλλοντεϲ τῆϲ πτιϲάνηϲ, ὡϲ ἂν χυλουμένηϲ τε καὶ εἰϲ ὄγκον αἰρομένηϲ μέγαν. οἱ φακοὶ δ’ ἑψόμενοι βραχύ τι προϲανοιδίϲκουϲιν.

ἥ γε μὴν ἄρτυϲιϲ ἡ αὐτὴ καὶ τούτῳ τῷ ἐδέϲματι τῇ κατὰ τὴν πτιϲάνην ἐϲτί, πλὴν ὅτι θύμβραϲ ἢ γλήχωνοϲ ἐπεμβαλλομένηϲ ἡδίων θ’ ἅμα καὶ εὐπεπτοτέρα γίγνεται, τῆϲ πτιϲάνηϲ οὐ χαιρούϲηϲ τούτοιϲ. ἀλλ’ ἀρκουμένηϲ ἀνήθῳ καὶ πράϲῳ μόνοιϲ. μοχθηροτάτη δ’ ἐϲτὶ ϲκευαϲία

φακῆϲ ἡ διὰ τοῦ ϲιραίου τοῖϲ πλουϲίοιϲ ὑπὸ τῶν μαγείρων παραϲκευαζομένη. δεῖται γὰρ οὐ παχυνόντων μίξεωϲ, ἀλλ’ ὑγρῶν καὶ τεμνόντων τὸ πάχοϲ αὐτῆϲ μᾶλλον. ἡ δὲ τῷ ϲιραίῳ μιχθεῖϲα καὶ τὰϲ καθ’ ἤπαρ ἐμφράξειϲ ἐργάζεϲθαι πέφυκεν. αὐξάνει δὲ καὶ τὰϲ φλεγμονὰϲ ἔν τε τούτῳ τῷ ϲπλάγχνῳ καὶ ϲπληνί, μηδ’ εἰ μέλιτόϲ τι προϲλάβοι βελτίων γιγνομένη. πρόδηλον δ’ ὅτι καὶ τὰϲ ϲκιρώδειϲ διαθέϲειϲ ἀμφοτέρων τῶν ϲπλάγχνων παροξύνει. κρέαϲ δὲ χοίρειον εἰ βούλει ϲυνέψειν, τῇ μὲν πτιϲάνη τὸ πρόϲφατον, τῇ δὲ φακῆ τὸ ταριχηρὸν ἁρμόττον εὑρήϲειϲ, ὥϲπερ γε τὸ | μεταξὺ τούτων, ὃ νεαλὲϲ ὀνομάζουϲι, τῇ φακοπτιϲάνῃ χρήϲιμον εἰϲ ἡδονήν τε καὶ πέψιν ἐϲτίν.

ἥ γε μὴν εἰϲ τοὺϲ παχεῖϲ χυμοὺϲ ἐπίδοϲιϲ τῇ φακῇ μετὰ τῶν ταριχηρῶν κρεῶν ἐϲθιομένῃ μᾶλλον γίγνεται· καὶ γὰρ καὶ ταῦτα παχύτερόν τε καὶ μελαγχολικώτερον αἷμα γεννᾷ διόπερ οὐ χρὴ πλεονάζειν οὐδ’ ἐν τούτοιϲ, καὶ μάλιϲθ’ ὅταν ἤτοι μελαγχολικὸν ἢ λίαν παχύχυμον ἢ ὅλωϲ κακόχυμον ῇ τινι τὸ ϲῶμα. τὰ δ’ αὐτὰ καὶ περὶ τῶν χωρῶν ὠρῶν τε καὶ καταϲτάϲεων ἐπινοεῖν ϲε χρὴ καθ’ ἕκαϲτον ἔδεϲμα, φειδόμενον μὲν ἐν φθινοπώρῳ τῶν μελαγχολικῶν καὶ ξηραινόντων ἐδεϲμάτων, ἐν χειμῶνι δὲ χρώμενον, ὥϲπερ γε καὶ κατὰ τὸ θέροϲ τοῖϲ ὑγραίνουϲι καὶ ψύχουϲιν· ἐν ῇρι δὲ μέϲηϲ ὄντι κράϲεωϲ τὰ μέϲα ταῖϲ δυνάμεϲι ϲιτία προϲενεκτέον.

ἔϲτι δὲ τῶν μέϲων οὐχ ἓν εἶδοϲ. ἔνια μὲν γὰρ τῷ μηδ’ ὅλωϲ μετέχειν τῶν ἄκρων ἐϲτὶ τοιαῦτα, τινὰ δ’ ἐκ τῆϲ ἀμφοῖν ἰϲοκρατοῦϲ μίξεωϲ ἐπικτᾶται τὴν μεϲότητα, καθάπερ ὀλίγον ἔμπροϲθεν ἔλεγον, ὅταν τῇ πτιϲάνῃ μίξῃ τιϲ τὴν φακῆν