Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XX. Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα, κενουμένω δ’ ὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε

τῷ κενουμένῳ, || θατέρῳ δέ, πρὶν 〈ἂν〉 ἱκανῶς ἐκκενωθῇ, μηδεὶς παρείη, τηνικαῦτα δ’ ἐξαίφνης ἐπιστάς τις ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν δ’ ἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμένων ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα μία τέχνη καθ’ ἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον, ἡ διαφορὰ δ’ ἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν τῷ ποιῷ.

Cap. XXI. Καὶ μὴν ἡ κατὰ τὸ ποσὸν ἐν τοῖς γιγνομένοις διαφορὰ μιᾶς ἐστι τέχνης· εἰ δε γ’ ἄλλης ἔσεσθαι μέλλοι, πάντως χρὴ παραλλάξαι τῷ ποιῷ. εἰ δ’, ὅτι τοῦ μὲν ἔφθασεν ἐκρυῆναι πολλά, πρὶν ἀφικέσθαι τὸν τεχνίτην, ὁ δ’ ἕτερος ἀεὶ παρεδρεύοντος εὐτυχήσας αὑτῷ μεστὸς διαφυλάττεται, τούτου χάριν ἡγῇ διττὸν εἶναι τὸν τρόπον τῆς ἐπανορθώσεως, οὐκ ὀρθῶς ἔγνωκας· οὐ γὰρ ἄλλη μὲν τέχνη μίαν ἀντεισάγει κρόκην ἐκρυεῖσαν, ἄλλη || δὲ τρεῖς ἢ τέτταρας ἢ πεντακοσίας οὐδ’ ἄλλη μὲν τέχνη σμικρόν τι τοῦ τοίχου πονῆσαν ἐπανορθοῦται, μεῖζον δ’ αὐτοῦ πάθος ἑτέραν ἐπιζητεῖ τέχνην· καθόλου γὰρ ᾧ τρόπῳ γέγονεν ἕκαστον τῶν ὄντων, τούτῳ καὶ φθειρόμενον ἐπανορθοῦται. κρόκαι στήμοσι διαπλακεῖσαι ποιοῦσιν ἱμάτιον. ἆρ’ οὖν ἢ παθεῖν ἔξω τούτων ἱμάτιον ἢ

ἰαθῆναι δυνατόν; δεῖ δὴ πάντως, εἴ γε πάσχει τι πάθος, ἤτοι στήμονα παθεῖν ἢ κρόκην ἢ συναμφότερα ἴασίν τε μίαν εἶναι τῆς κρόκης ἀεὶ διαπλεκομένης τῷ στήμονι μιμήσει τῆς γενέσεως.

Cap. XXII. Ἀλλ’ αἱ κατὰ μέρος ἐνέργειαι τοὺς πολλοὺς ἐξαπατῶσιν οὐ δυναμένους θεάσασθαι τὸ καθόλου· μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν οὔτ’ ἔμαθον οὔτ’ ἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην, διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι. ὁ μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν μυρίων ἑαυτῷ γε πάντα καλῶς διαιρεῖσθαι δυνάμενος, || ὁ δ’ ἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον ἡμῖν εἰρήσθω πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγοντας τοῖς μαθηταῖς, οὔτε δ’ αὐτοὺς εἰδότας, ὅ ὅτι λέγουσιν, ἔστ’ ἂν ἀμαθεῖς θ’ ἅμα καὶ ἀγύμναστοι θεωρίας ὑπάρχωσι λογικῆς, ἐξαπατῶντάς τε τοὺς μαθητὰς ἀγνοίᾳ τοῦ κριτηρίου. καὶ γὰρ οὖν κἀνταῦθα πότερον ταῖς κατὰ μέρος ἐνεργείαις ἢ ταῖς καθόλου διακριτέον ἐστὶ τὰς τέχνας ἀπ’ ἀλλήλων, ἢ τοῦτο μὲν οὐχί, τοῖς σκοποῖς δὲ καὶ τοῖς τέλεσιν ἢ μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ τοῖς ὀργάνοις καὶ ταῖς ἀρχαῖς καὶ τῇ θεωρίᾳ, μηδ’ ὅλως σκεψάμενοι ληροῦσιν ὑπὲρ ὧν οὐκ

ἴσασιν. ἄμεινον οὖν ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδήπερ ἅπαξ ὑπέστημέν σοι τὸν ἆθλον τοῦτον ἐκτελέσαι, διελθεῖν τι καὶ περὶ τῶν ῥηθέντων ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.

Cap. XXIII. Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν, ἑτέρα || δὲ τῇδε μηδὲν ἐοικυῖα, δι’ ἧς ὑποχύματα παράγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτ’ ἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθ’ ἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης ἡ τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων ἡ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δ’ ὀφθαλμὸν ἢ ἄρθρον ἐμβαλεῖν ἢ καταπλάσαι τι μέρος ἢ καθετῆρι χρῆσθαι καλῶς ἢ σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται || δι’ αὐτῶν 〈τῶν χειρῶν⟩. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι

τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ’ ἀσιτία κλυστῆρι καὶ τρῖψις λουτρῷ. τούτων δ’ ἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν. οἷς ἅπασιν οὐδὲν ἔοικεν ἡ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας διάγνωσις, καίτοι δι’ ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ ἡ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν ἢ τῶν ὄγκων τῶν ὑδερικῶν ἢ γαγγλίων ἢ ἀθερωμάτων ἢ μελικηρίδων ἢ στεατωμάτων· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλ’ ἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν. ||

Cap. XXIV. Ἀλλ’ ἤδη κἀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι, πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐδεὶς γοῦν οὕτως ἠλίθιος οὐδ’ ἔμπληκτός ἐστιν, ὃς ἀφαιρήσεται μὲν τῆς ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθ’ ἑκάστην αὐτῶν ἐπιστήσει τέχνην ἤτοι κηλοτομικήν, ὡς νῦν ὀνομάζουσί τινες, ἢ λιθοτομικὴν ἢ παρακεντητικήν. εἰ γὰρ καὶ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτόμον εἶναί φασι, παρακεντητὴν δὲ τόνδε, λιθοτόμον δὲ τόνδε, πάντας γοῦν ἰατροὺς αὐτοὺς ὀνομάζουσιν,

ὥσπερ οἶμαι καὶ τοὺς ἀπὸ μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δ’ ἀπὸ τῆς ὕλης προσηγόρευσαν ἤτοι διαιτητικοὺς καὶ φαρμακευτικοὺς ἢ καὶ νὴ Δία βοτανικούς· εἰσὶ δ’ οἳ καὶ οἰνοδότας καὶ ἑλλεβοροδότας ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς θεάσασθαι ταῖς τοιαύταις ὕλαις χρωμένους. ἔχουσι γὰρ οἶμαι || λογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει καὶ γιγνώσκουσιν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ὡς ἔστι μέν τι καὶ ταὐτὸν ἐν ταῖς ἐνεργείαις, ἔστι δέ τι καὶ διαφέρον. οὗ μὲν οὖν ἕνεκα γίγνονται, ταὐτόν [ὑγεία παρὰ πᾶσιν ὁ σκοπός], ὁ τρόπος δ’ οὐχ εἷς ἀπασῶν, ἀλλ’ εἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν δή τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καθόλου σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτ’ εἰς εἴδη τε καὶ διαφορὰς τέμνων αὐτὴν αὖθις ἐκείνων τῶν τμημάτων ἕκαστον ὀνομάζει τέχνην, οὕτω καὶ αὐτὸς ἐθελήσειε διαιτητικήν τινα καὶ φαρμακευτικὴν καὶ χειρουργικὴν ὀνομάζειν τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γ’ οὐδὲν ἐγκαλεῖν. οὕτω δὲ κἂν εἰ τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἴς τε τὰ προσφερόμενα καὶ κενούμενα καὶ ποιούμενα καὶ ἔξωθεν προσπίπτοντα, καθ’ ἕκαστον αὐτῶν ἰδίαν τινὰ τέχνην ἐπιστήσειεν, οὐδ’ ἂν τούτῳ τι μεμψαίμην. οὐδὲ γὰρ
οὐδ’ εἰ πάλιν αὐτὰ ταῦτα κατατέμνοι πολυειδῶς ἄχρι τῶν κατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτόν, ὡς ἐν τοῖς || προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμάκων, ἄλλη δ’ ἐδεσμάτων, ἄλλη δὲ πομάτων, καὶ καθ’ ἕκαστον αὐτῶν ἐδέσματος τοῦδε καὶ τοῦδε καὶ πόματος τοῦδε καὶ τοῦδε καὶ φαρμάκου τοῦδε καὶ τοῦδε συγχωρήσαιμ’ ἂν ἰδίαν εἶναι λέγειν τὴν τέχνην· εἰ δ’ οἴεται ταύτας ἀλλήλων διαφέρειν τὰς τέχνας, ὡς ἀριθμητικήν, εἰ τύχοι, ῥητορικῆς ἢ ταύτην οἰκοδομικῆς τε καὶ τεκτονικῆς, οὐκ ἂν ἔτι συγχωρήσαιμι. ταύταις μὲν γὰρ οὐδείς ἐστι σκοπὸς κοινός, ἐκείναις δὲ ταῖς ὀλίγον ἔμπροσθεν εἰρημέναις εἷς κοινὸς ἁπάσαις πρόκειται σκοπός, ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορικῆς, μιᾶς οὔσης τέχνης, ἄλλην μέν τινα προοιμίου, διηγήσεως δ’ ἄλλην καὶ πίστεών γε καὶ τῶν καλουμένων ἐπιλόγων ἄλλην εἶναι συγχωρήσω τέχνην, εἴ μοι μόνον ἕν γε τοῦτο φυλάττοιτο, μιᾶς εἶναι τέχνης αὐτά, εἴτ’ εἴδη βούλει καλεῖν εἴτε μέρη, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἔχει κἀπὶ τῆς ἰατρικῆς· ἄλλην μέν τινα τέχνην ἐρῶ χειρουργικήν, ἄλλην δὲ διαιτητικήν, ἄλλην δὲ φαρμακευτικήν, εἰ τοῦθ’ ἕν μοι φυλάττοιτο μόνον, ὡς εἷς ταύταις ἁπάσαις σκοπός, δι’ ὃν ἀναγκάζονται μιᾶς || εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὗτος φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα τέχνην συντελεῖν. ἐκκόπτει τις ἢ ἀποκόπτει τὸ σεσηπός, ἄλλος δ’ ἀνατρέφει τε καὶ σαρκοῖ τὸ κοῖλον. ἐναντία μὲν οὕτως καὶ πάντη διαφέροντα
δόξει τὰ πράγμαθ’ ὑπάρχειν. αἵ τε γὰρ ἐνέργειαι διαφέρουσι πολὺ καὶ τὸ γιγνόμενον ὑπ’ αὐτῶν ἐναντίον. ὁ μὲν γὰρ [καὶ] τῶν ὄντων ἀφαιρεῖ τι, τῷ δ’ ἔργον γεννῆσαί τιν’ οὐσίαν οὐκ οὖσαν. ἀλλ’ οὐδετέρῳ γε τοῦτ’ αὐτὸ πρόκειται καθ’ αὐτό, τῷ μὲν ἐκκόψαι τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν οὐδ’ ἄλλο τῶν πάντων οὐδὲν αὐτὸ δι’ ἑαυτὸ μεταχειρίζεταί τις, ἀλλ’ ὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφ’ ἣν ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν ταῖς αὐταῖς ὁδοῖς χρώμενοι. διὰ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται, διὰ δὲ τὸ τῆς ἐνεργείας ἢ τῆς ὕλης ἢ τοῦ μορίου διάφορον ἤτοι χειρουργὸς ἢ φαρμακευτὴς ἢ ὀφθαλμικός, χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δ’ ἀπὸ τῆς ὕλης, ὀφθαλμικὸς δ’ ἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ || μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον αὐτούς τε τοὺς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δ’ ἀπὸ τῶν μορίων, οἱ δ’ ἀπὸ τῶν ὑλῶν ὠνομάσθησαν ὀφθαλμικοί τε καὶ χειρουργικοὶ καὶ φαρμακευταί, κοινῇ δ’ ἅπαντες ἀπὸ τοῦ τέλους ἰατροί. δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἅπασα τέχνη περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἔνθ’ ἕν τι καθ’ ἑκάστην αὐτῶν ἐστι τὸ πρῶτον ἀγαθόν. εἰ δ’, ὅτι καλῶς ἀναρράπτων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι, φαρμακεύει καί τις ἄριστος ὢν ἐν φαρμακείᾳ διαιτᾶν ὀρθῶς οὐκ ἐπίσταται καὶ τοῦτ’ ἄλλος ἠσκηκὼς οὐκ ἐγυμνάσατο
τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μόνον ἀλλὰ καὶ τριακοσίας οὕτω γε ποιήσομεν· ὁ μὲν γάρ τις καθετῆρι χρῆται καλῶς, ὁ δὲ κλυστῆρι, φλεβοτομεῖ δ’ ἄλλος, ἀρτηριοτομεῖ δ’ ἕτερος· εἶθ’ ὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν, οὕτως αὗ πάλιν ἅπασαι μία γενήσονται. καὶ μὴν ἑκατέρως || μοχθηρόν, ἢ διὰ τὴν ἀφυΐαν τῶν τεχνιτῶν εἰς πολλὰς κατακερματίζειν τὴν μίαν ἢ διὰ τὴν εὐφυΐαν εἰς μίαν ἀνάγειν τὰς πολλάς. ὁ μὲν γὰρ πρότερος λόγος οὔτε τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι τέχνην οὔτε τὴν ἀριθμητικὴν ἢ γεωμετρίαν ἢ μουσικὴν οὐδ’ ἄλλην τινὰ τῶν ἀξιολόγων, ἃς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων ἀδυνατοῦσιν ὅλας ἐκμανθάνειν· ὁ δὲ δεύτερος εἰς μίαν ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ ὁ αὐτὸς ἄνθρωπος ἀριθμητικός θ’ ἅμα καὶ γραμματικὸς εἴη καὶ φιλόσοφος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας μόρια.

Cap. XXV. Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργαζομένων τὰς τέχνας ἀλλὰ τοῖς προκειμένοις σκοποῖς διαιρώμεθα μήτ’ εἰς τὰς κατὰ μέρος ἐνεργείας ἀποβλέπωμεν ἀλλ’ εἰς τὰς καθόλου. κοινὸν γὰρ ἕν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἑκάστῃ τῶν τεχνῶν εὑρήσεις τι· διὸ καίτοι πάμπολυ δοκοῦσαι διαφέρειν ὅμως οὐ κεκώλυνται μιᾶς εἶναι τεχνης μόρια. τὸ γοῦν ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλ’ ἐστὶν || ἢ κρόκας στήμοσι διαπλέκειν. ἆρ’ οὖν ἕτερόν τι τοῦδε τὸ ῥάπτειν ἐστίν; οὐδαμῶς, ἀλλὰ κἀν τούτῳ διαπλέκονται κρόκαι στήμοσιν.

ὡς εἴ γε καὶ κατ’ ἀρχὰς εὐθὺς ἐβούλετό τις ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθ’ ὃν νῦν ἠπῶνται τὰ ῥαγέντα τῶν ἱματίων ἢ καθ’ ὃν τοὺς ταλάρους ἢ τὰς σπυρίδας ἢ τὰ δίκτυα πλέκουσιν, ἐποίησε μὲν ἂν οὐδὲν ἧττον ἱμάτιον, ἀλλ’ ἐν χρόνῳ παμπόλλῳ. στοχαζόμενοι τοίνυν οὐχ ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον ἐξικέσθαι πρὸς αὐτὸ τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν ὑφαντικὴν οὐκ ἐν τῷ καθόλου τῶν εἰρημένων διαλλάττουσαν ἀλλ’ ἐν τῷ κατὰ μέρος. οὕτω δὲ κἀπὶ τῆς ἰατρικῆς ἀνάριθμα μὲν οὖν ὡς οὕτω φάναι τὰ κατὰ μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον κοινόν· ὅ τε γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν ὅ τε προστιθεὶς ὡς λεῖπον ἓν ἄμφω ποιοῦσι καθόλου τὴν κατὰ φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἥτις ἦν ὑγίεια· οὕτω δὲ καὶ ὁ θερμαίνων καὶ ὁ ψύχων καὶ ὁ ξηραίνων καὶ ὁ ὑγραίνων. ||

Cap. XXVI. Ὡς γάρ, εἰ καὶ κατ’ ἀρχὰς εὐθὺς οἷόν τ’ ἦν ἡμῖν γεννῆσαι ζῷον, οὐκ ἄλλῳ μὲν [οὖν] ἄν τινι λόγῳ τὴν γενεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δ’ ἂν ἐποιούμεθα τὴν ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον τούτων αὐτοὶ πρώτως ποιοῦμεν, ἀλλ’ ἡ φύσις ἐστὶν ἡ καὶ δημιουργοῦσα πρώτη τὸ ζῷον καὶ νῦν ἰωμένη νοσοῦν, οὐκ ἄλλῳ μὲν τρόπῳ σάρκα πρότερον ἐδημιούργησεν, ἄλλῳ δὲ νῦν, οὐδ’ ἄλλῳ μὲν τρόπῳ τὴν τροφὴν

ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπισπᾶται, ἀλλὰ καὶ ταῦθ’ ὁμοίως ἐργάζεται καὶ τρέφει καὶ διακρίνει καὶ ἀποκρίνει καὶ πάνθ’ ἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται νῦν τε καὶ τότε. ὅτι δ’ ὁ ἰατρὸς τῆς φύσεώς ἐστιν ὑπηρέτης [οὐδὲ πρώτη τέχνη τις ἐκείνης] καὶ ὅτι καλῶς εἴρηται φύσις ἐξαρκεῖ πάντα πᾶσιν, ἀλλὰ καὶ ὡς τὰς νόσους αὐτὴ κρίνει καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροί, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγὼ διέρχεσθαι; τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω μόνον, ὡς οὐκ ἄλλης μὲν τέχνης τὸ ποιεῖν, ἄλλης δ’ ἐπανορθοῦσθαι || τὸ πεπονθὸς ἀλλὰ τῆς αὐτῆς· εἰ δὲ καὶ μὴ τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρικὴν ἐδείξαμεν ἔμπροσθεν οὐχ ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν ὃ πρότερον οὐκ ἦν, ἀλλὰ τῇ τὰ πεπονηκότα τῶν ἱματίων ἐπανορθουμένῃ προσεοικυῖαν. ἐδείξαμεν δὲ καί, ὡς τὸ φυλάττειν ὁτιοῦν διττόν ἐστι καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗπέρ ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινόν, ἐπανορθοῦται κατὰ βραχὺ τὰ πονοῦντα καὶ ταύτῃ λανθάνει τοὺς πολλοὺς ὡς ἕτερον ὂν τῷ γένει τοῦ θεραπευτικοῦ.