Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XIII. Ἕν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ’ ἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλ’ ἐστὶν ἢ τὸ κατ’ ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἕν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἢν καὶ παροῦσαν φυλάττειν καὶ || ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ. ταύτης δ’ εἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, ὁ προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ ἡ μὲν τῆς εὐεξίας, ἡ δ’ ἄκρας εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη

τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δ’ ἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.

Cap. XIV. Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ σώματος ἀγαθὰ χρὴ ποιεῖν οὔτ’ ἄλλην μέν τιν’ αὐτοῦ δημιουργόν, ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι δυναμένῳ διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσδεῖ· τῷ δὲ τοῦτο μὴ δυναμένῳ δρᾶν ἢ καὶ πάντ’ ἐξαλεῖψαι τῆς διανοίας, ὅσα τοῖς κακῶς ὑπειλημμένοις ἕπεται, δεομένῳ παμπόλλων ἔθ’ ἡγοῦμαι δεῖν. ὅτι τε γὰρ οὐχ ἕν ἐστι τὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὑγίειά τε καὶ ῥώμη καὶ κάλλος ὅτι τε δυνατὸν ἑτέραν μὲν εἶναι δημιουργὸν τούτου || τέχνην, ἑτέραν δὲ φυλακτικὴν ὅσα τ’ ἄλλα τούτοις ἑπόμενα κακῶς ἐγνώκασιν ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν γε, ὅτι τοῦ σώματος ἓν ἀγαθόν ἐστι, διελθεῖν ἄμεινον πρώτως τε καὶ κυρίως λεγόμενον, ἐφ’ ὃ πάντα τὴν ἀναφορὰν ἔχει. τὰ δ’ ἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ τὰ μὲν ὡς μόρια ἐκείνου λέγεται, τὰ δ’ ὡς αἴτια, τὰ δ’ οἷον καρπός τις. ὥσπερ γὰρ τὸ κάλλος ἥ τ’ εὔχροια καὶ ἡ εὐσαρκία καὶ ἡ συμμετρία καθάπερ καὶ ἄλλα τινὰ συμπληροῖ, τί κωλύει καὶ τὸ τοῦ σώματος ἀγαθὸν ἐξ ὑγιείας καὶ ῥώμης καὶ κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν αὐτοῦ μὲν τοῦ σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν,

οἷον δὲ καρπόν τινα τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέργειαν ὑπάρχειν; τί δὲ κωλύει τὴν μὲν ἐνέργειαν εἶναι τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος, αἰτίαν δ’ αὐτοῦ τὴν ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν τινων ὑγιαῖνον ἀκριβῶς ἔσται ⟨τὸ⟩ σῶμα, δι’ ἄλλων δ’ ἰσχυρὸν ἢ καλόν· *** αὐτὸ μέλλει ποιήσειν, εὐθὺς [δὲ] τοῦτο καὶ ἀκριβῶς ὑγιεινόν. ||

Cap. XV. Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί θ’ ἅμα κατὰ τὰς ἐνεργείας ἐσόμεθα καὶ καλλίους ὀφθῆναι καὶ ὑγιεινότεροι καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείημέν τι περὶ τὸ σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν καὶ τῷ κάλλει λυμανούμεθα καὶ τὴν εὐεξίαν καθαιρήσομεν καὶ τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνεταί τε καὶ συμμειοῦται προσηκόντως. ἡ γάρ τοι κατὰ φύσιν ἐνέργεια δεῖται τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς, ὑφ’ ἧς γίγνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστ’ οὐκ ἐνδέχεται πρότερον τὸ μὲν ἕτερον αὐτῶν εἶναι, τὸ δ’ ἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται καὶ συμμειοῦται ταῦτ’ ἀμφότερα. βελτίω μὲν δὴ γενόμενα τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν αὐτὸν γὰρ καὶ ἡ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον, ὅνπερ ἡ εὐεξία πρὸς τὴν ὑγίειαν· ἑκάτερον γὰρ ἑκατέρῳ γίγνεται καὶ ὥσπερ ἡ εὐεξία τινός ἐστιν, οὕτω καὶ ἡ ῥώμη. τῆς μὲν γὰρ κατὰ φύσιν εἴτε κατασκευῆς || εἴτε διαθέσεως

ὀνομάζειν ἐθέλοις ἀρετή τις ἡ εὐεξία, τῆς δ’ ἐνεργείας ἡ ῥώμη. ταὐτὸν δ’ ἀρετή τε καὶ τελειότης ἐστὶ καὶ τὸ καθ’ ἕκαστον τῶν ὄντων ἀγαθόν, ὅπερ αὐτοῦ πρώτως τε καὶ ἀπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ ἡ μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία προσαγορεύεται, εἰ δ’ αὗ τις ἐνεργεῖ ἀσθενῶς, ῥώμης ἀρρωστία τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος μὲν τοῖς προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγκης ἕπεται. πάντ’ οὖν ταῦτα καὶ συναύξεται καὶ συμμειοῦται καὶ τελειοῦται καὶ καθαιρεῖται πάνθ’ ἅμα καὶ τὸ βλάπτον ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἆλλα σύμπαντα βλάπτει τό τ’ ὠφελοῦν ὡσαύτως ἅπαντ’ ὠφελεῖ. καὶ δῆλον, ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἀπλῶς ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐπείγει τό γε νῦν εἶναι λέγειν, ἵνα δὲ μηδὲ τοῦτ’ ἐνδέῃ, προσθήσω. σώματος || ἀγαθὸν ἀπλῶς καὶ πρῶτον, οὗ μάλιστα δεόμεθα, τελειότης τῆς ἐνεργείας ἐστίν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν ἐλλειπτικῶς ἑρμηνεύοντες· ἐχρῆν γὰρ αὐτοὺς οὐ ῥώμην ἁπλῶς ἀλλ’ ἐνεργείας ῥώμην οὐδ’ ἰσχὺν ἁπλῶς ἀλλ’ ἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτῳ δεύτερον οὐχ ἀπλῶς οὐδὲ καθ’ ἑαυτὸ τοῦ σώματος ἀγαθόν, ἀλλ’ ὅτι γε τὸ πρῶτόν τε καὶ καθ’ ἑαυτὸ τοιούτου δεῖται πάντως εἰς γένεσιν,
ἡ τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὐτὴν πάλιν ἐλλειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχουσιν· δέον γὰρ εὐεξίαν ὑγιείας εἰπεῖν, οὐχ οὕτως ἀλλ’ ἀπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δ’ ἐξ ἀνάγκης τῇδε τὸ κάλλος [ἄλλο τι γένος· ἕπεται ἐκείνοις], τρίτον ἀγαθὸν σώματος, ὥστ’ οὔθ’ ὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ καθάπερ οὐδὲ τὰ τῆς ψυχῆς οὔθ’ ὁμοίως λέγεται ἅπαντα, ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθ’ ἑαυτό, τὸ δ’ ὡς αἴτιον ἐκείνου, τό δ’ ὡς ἐξ ἀνάγκης ἑπόμενον. τίνος οὖν τούτων τῶν τριῶν ἡ περὶ τὸ σῶμα τέχνη πρώτως ἐστὶ δημιουργός; || ἆρά γε τῆς ὑγιείας ἢ τῆς ἐνεργείας ἢ τοῦ κάλλους; ὅτι μὲν γὰρ ἐξ ἀνάγκης ὠφελήσει τε καὶ ποιήσει τὰ τρία, κἂν ἓν ἐξ αὐτῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν· εἴτε γὰρ τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν τε καὶ τὸ κάλλος· ἡ μὲν γὰρ οὐχ οἵα τ’ ἐστὶ χωρὶς τῆς ποιούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δ’ ἐξ ἀνάγκης ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν καὶ τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα. καὶ μὴν εἰ τὸ κάλλος ποιεῖ, πάντως που καὶ τὴν ὑγίειαν προπεποίηκεν, εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν.

Cap. XVI. Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ τεχνίτου γιγνόμενον, ὁ λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ φαίνεται σαφῶς ἤδη διὰ τῶν εἰρημένων ἡ μὲν τέχνη τὴν ὑγίειαν ἐργαζομένη, ταύτῃ δ’ ἐξ ἀνάγκης ἐνέργειά τε καὶ τὸ φυσικὸν κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶτον ἐνεργῶν ὁ τεχνίτης ἵσταται, τοῦτ’ ἔστιν αὐτοῦ τὸ

τέλος, ἵσταται δ’ ἐν τῷ τὴν κατὰ φύσιν ἐργάσασθαι διάθεσιν, ἀφ’ ἧς ἐνεργοῦμεν, ὅπερ || ἦν ὑγίεια· ταύτην δ’ ἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ τὴν ἐνέργειαν ἢ τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα, κἂν ὁ τεχνίτης μὴ θέλῃ, καὶ κωλῦσαί γ’ αὐτὰ τῷ τεχνίτῃ παντάπασιν ἀδύνατον ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ, αὐτὴν μέντοι τὴν ὑγίειαν ἐπ’ αὐτῷ κωλύειν ἐστίν. εἰ δέ γέ πῃ διαφθείρειεν αὐτήν, οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν κατὰ φύσιν ἐνέργειαν ἢ τὸ κάλλος ἐκπορίσαι τῷ σώματι. τὴν οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν ᾖ, περὶ μὲν τὴν ὑγίειαν ἀπάντων πρώτην τε καὶ καθ’ ἑαυτὴν πραγματεύεσθαι φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς τήν τ’ ἐνέργειαν καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι τούτων οὐδὲν οὐδ’ ἐλλιπές, ἀλλὰ τέλεά τε καὶ πλήρη καὶ ἄκρα. ὅπως μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος ἀγαθὰ καὶ πῶς ἓν ὅτι τε μὴ πάντων ὡσαύτως ἡ περὶ τὸ σῶμα τέχνη πεφρόντικεν, ἀλλὰ τοῦ μὲν καθ’ αὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, αὐταρκῶς δέδεικται.

Cap. XVII. Διὰ τί δ’ οὐκ ἐνδέχεται κατ’ οὐδεμίαν ὕλην ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργόν, ἑτέραν δ’ εἶναι || τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δ’ ὡς οὐδ’ ἡ τῶν πραγμάτων αὐτῶν φύσις. εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα ποιήσασθαι, τὸ δ’ ἠπήσασθαι τοῦτο παθὸν ἑτέρας, οὔπω τὴν τρίτην ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν τὴν φυλακτικήν. ὡσαύτως δὲ κἀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας μέν ἐστι

τέχνης ἠπήσασθαι, δημιουργῆσαι δ’ ἑτέρας, ἡ τρίτη κἀνταῦθα τίς ἐστιν ἡ φυλακτική, λέγειν οὐχ ἕξουσιν. ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων καὶ ὅλως τῶν ὑπὸ φύσεως διοικουμένων ἡ μὲν οἷον δημιουργὸς ἡ φύσις ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν δ’ ἐπανορθοῦται γεωργός τε καὶ ἰατρός, ἀνάλογον αὗ καὶ οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ἢ ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη πρός τινος ἢ ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ τέχνης ἐστὶν οὐδεμιᾶς ἀλλ’ ἐπιμελείας μόνης. εἰ δ’ ἄρα || καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ τοιαῦται τέχναι τοῖς ἀνθρώποις ἡ στρατηγική τ’ εἰσὶ καὶ ἡ πολιτικὴ καὶ πρὸς ταύταις ἥ τε τῶν θυρωρῶν, εἰ βούλει, καὶ τῶν ἄλλων φυλάκων. ἵνα γὰρ μήτ’ ἐπὶ τοῖς πολεμίοις ὧμεν ἢ ὅλως τοῖς πονηροῖς ἀνθρώποις μήτ’ ἐπὶ τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα καὶ τείχη περιεβαλόμεθα καὶ στρατηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν, ἀλλ’ οὐ τοιαύτην τιν’ ἐζητοῦμεν τέχνην ὑγιείας φυλακτικήν, ἀλλ’ ἥτις οἶμαι περὶ τὸ σῶμα τοῦ ἀνθρώπου πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτό, σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν εἰρημένων οὐκ αὐτὴ καθ’ αὑτὴν ὑγιείας ἐστὶ φύλαξ, ἀλλ’ ἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μηδ’ ὑπὸ θηρίου καταβρωθέντι φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ
οὖν καὶ ὅλην τὴν ζωήν, διὰ τοῦτο κατά τι συμβεβηκός, οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκάστη τῶν τοιούτων τεχνῶν ὑγιείας γίγνεται φύλαξ.

Cap. XVIII. Ἡ πρώτη οὖν ὑγίειαν φυλάττουσα κατὰ || τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν; ἐμοὶ μὲν δοκεῖ μήτ’ ἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι τῷ σώματι μήτ’ [ἐξ ἀνάγκης] ἐν τοῖς οὐδὲν διατιθεῖσιν, ἀλλ’ ἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν ἢ βλάπτειν δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύεσθαι. ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ἢ ὑπνοῦν ἢ ἐγρηγορέναι ἢ ἡσυχάζειν ἢ κινεῖσθαι, ὥσπερ οὖν καὶ λιμώττειν ἢ ἐσθίειν καὶ διψῆν ἢ πίνειν ἤ τινα μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη γὰρ ἐλεφαντόπους οὐδὲν οὔτ’ ὠφελεῖ τὴν ὑγίειαν οὔτε βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτελὴς || ἢ ἱματίοις εὐτελέσιν ἢ πολυτελέσιν ἢ τοῖς σκεύεσιν ὑαλίνοις ἢ χρυσοῖς ἢ ἀργυροῖς ἢ ξυλίνοις χρῆσθαι καὶ παῖδας ἔχειν εὐμόρφους ἢ αἰσχροὺς τοὺς ὑπηρετουμένους ἢ μηδ’ ὅλως ἔχειν ἀλλ’ ἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν γὰρ οὐδὲν οὔτ’ ὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν

οὔτε καθ’ ἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός. ἀὴρ δὲ θερμὸς ἢ ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγκης ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν· ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες ἐν [τῷ] θέρει βλάπτει μὲν ⟨οὐκ〉 ἐξ ἀνάγκης ἀλλὰ κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται.

Cap. XIX. Ταῦτ’ οὖν, ὅσα καθ’ αὑτὰ δύναμιν ἔχει βλάβης τινὸς ἢ ὠφελείας, ὁ τῆς ὑγιείας προνοούμενος ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς ἤδη τὸ σῶμα κενώσεως ἔχῃ καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς, τρέφεσθαι κελεύων, ἐπειδὰν δὲ ξηραίνηται μᾶλλον || τοῦ μετρίου καὶ κίνδυνος ᾖ κἀντεῦθεν ἤδη βλαβῆναι, πίνειν ἀξιῶν· οὕτω δὲ καὶ γυμνάζων μέν, ἐπειδὰν ῥῶσαι μὲν βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθῆραι δὲ τοὺς κατὰ λεπτὸν πόρους, ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται ἢ διαφορεῖσθαι τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττων μέν, ἢν ἴσχηται, κατέχων δέ, ἢν ἐκταράττηται, καὶ τἆλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον ἕκαστα πραγματευόμενος, ἐν κεφαλαίῳ τῷδε προσέχων τὸν νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ὑγιεινῶς ἔχῃ τὸ σῶμα, μηδὲν

νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγάλην γενέσθαι τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπήν, ὥσπερ ἂν εἰ τὰς κρόκας ἐκρεούσας ἱματίου τινὸς οὐχ ἅμα πάσας οὐδ’ ἀθρόας ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μίαν ὁ τοῦτ’ ἔργον πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς τὴν ἐπανόρθωσιν ὑπὸ σμικρότητος. τοιοῦτον γάρ τινα χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα τεχνίτην εἶναι σμικρᾶς || διαφθορᾶς καὶ βλάβης αἰσθητικόν θ’ ἅμα καὶ ἐπανορθωτικόν. εἰ δέ γ’ ἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον, οἷόνπερ ὁ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν ἐδεῖτο τοῦ διὰ παντὸς ἐπανορθουμένου. νυνὶ δ’ ἐπειδὴ διαρρεῖ τε καὶ φθείρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος, ὃς καὶ γνωριεῖ τὸ κενούμενον ὁποῖόν τ’ ἐστὶ καὶ ὁπόσον ἰάσεταί τε παραχρῆμα τοιοῦτόν τε καὶ τοσοῦτον ἕτερον ἀντεισάγων. ἀπορρεῖ τὸ κατὰ φύσιν ὑγρόν· ἐπάρδειν χρὴ τὴν ἴσην ὑγρότητα πόμα παρέχοντα. διαφορεῖται τὸ θερμόν· ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦται τὸ ξηρόν· ἤδη καιρὸς τρέφειν· ἑνὶ λόγῳ τὸ διαφορούμενον καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς πολλοῖς γενέσθαι κατάφωρον.