Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XXVII. Τὸ δ’ οἴεσθαι τέλος εἶναί τινι τοῦτ’ αὐτὸ τὸ ποιεῖν οἰκίαν ἢ ἱμάτιον ἢ σκεῦος ἢ ὑγίειαν, ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ διακρῖναι τὴν πρὸ τοῦ τέλους ἐνέργειαν· οὐ γὰρ οἰκοδομεῖν
οἰκίαν αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, καθάπερ οὐδ’ ὑφαίνειν ἐσθῆτα καὶ ναῦν συμπήττειν καὶ σκίμποδα καὶ τῶν ἄλλων ἕκαστον, ἀλλ’ αὐτὸ τὸ δημιουργηθέν, ὃ δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν ἔτι διαμένει. καὶ ταύτῃ γε διήνεγκαν αἱ ποιητικαὶ τέχναι || τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι παύσωνται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παρ’ αὐτὴν τὴν ἐνέργειαν, οἷον τῆς τεκτονικῆς τὸν σκίμποδα καὶ τῆς οἰκοδομικῆς τὴν οἰκίαν καὶ τῆς ἰατρικῆς τὴν ὑγίειαν. οὐκ οἰκοδόμησις οὖν, ὥσπερ ὄρχησις, ἐστὶ τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλ’ οἰκία, τῆς ἐνεργείας ἕτερόν τι· κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς οὔθ’ ὕφανσις οὔθ’ ὑφαίνειν οὔτ’ ἐσθῆτος ποίησις ἢ γένεσις, ἀλλ’ ἐσθής. ὡσαύτως δ’ οὐδὲ ποίησις ἢ γένεσις ἢ ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς ἀλλὰ ταῦτα μὲν ἐνέργειά τις ἥ γε καθόλου τοῦ τεχνίτου, καθάπερ αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν καὶ κατατείνειν ἄρθρα καὶ κῶλα καὶ διαπλάττειν καὶ ἐπιδεῖν καὶ τούτων ἔτ’ ἀνωτέρω καὶ γενικώτεραι χειρουργεῖν καὶ φαρμακεύειν καὶ διαιτᾶν, ἀλλ’ ὑγίεια τὸ τέλος ἐστίν, ὃ καὶ παυσαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. οὐδ’ οὖν οὐδὲ τὸ φυλάττειν ὑγίειαν ἢ ἐπανορθοῦσθαι τέλος οὐδ’ ὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος δ’ || 〈ἡ〉 ὑγίεια. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει, δηλοῦσι δ’ ἅπαντες ἓν καὶ ταὐτὸν ὅ θ’ ὑγιάζειν λέγων ὅ θ’ ὑγίειαν ποιεῖν ὅ τε ποίησιν ὑγιείας ὅ θ’ ὑγίανσιν. ἑτέρῳ δὲ τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν ὅ τε τὴν ἵασιν τῶν νοσημάτων εἰπὼν ἢ τὴν θεραπείαν ἢ τὴν θεράπευσιν τῶν νοσούντων ἢ τὸ ἰᾶσθαι νὴ Δί’ ἢ τὸ τὰς νόσους ἐκκόπτειν ἢ τὸ τὴν ὑγίειαν ἀντεισάγειν ὅ τε πάντα τὰ δέοντα πράττειν ὅ τε τὰς νοσοποιοὺς αἰτίας ἐξάγειν. οὐδεὶς γὰρ τούτων τὸ τέλος ἀλλὰ τὴν πρὸ τοῦ τέλους ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν ἡ τέχνη περὶ τὸ σῶμα παραπλησίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ.Cap. XXVIII. Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις ἀλλ’ εἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶτ’ αὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, ἑξῆς ἴδωμεν, || εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δ’ αὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δ’
ὡς ἐξ οὗ τὸ τέλος ἢ ἐν ᾧ. δῆλον οὖν, ὡς οὐδ’ ἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, ᾗ μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπιστήμης ὑπάρχειν, ᾗ δ’ ὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, ᾗ δ’ εὐεκτικὸν ἢ εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς, οὐδ’ οὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει || διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώσκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδ’ εἰ τοῖς θεωρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, ἃ γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης ὅσα μὲν ἂν ἢ αὐτὸ τὸ τέλος ἄντικρυς ἢ αὐτὸ τὸ βέλτιον ἢ τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δ’ οὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.Cap. XXIX. Πανταχόθεν οὖν ὁ λόγος ἐπὶ τὸ τέλος ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖς 〈διαλλάττουσιν〉. ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν
τεχνῶν. ἡ γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δ’ αὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. || ἐν τούτοις δηλονότι καὶ ἡ τῆς ὕλης ἀρχὴ καὶ ἡ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλ’ οὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δ’ αὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος ὁ λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. ἡ γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι, μὴ προποθέσας ὑγιείας, οὔτ’ οἰκοδομικήν, εἰ μὴ κἀνταῦθα οἰκίας ὠρέχθη, οὔθ’ ὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ ἡ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δ’ ἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δ’ ἂν εἰς τόδε τὸ γράμμα πάντα μεταφέρων τὰ || δι’ ἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμ’ ἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό.Cap. XXX. Ἀλλ’ ὅτι μὲν ἡ περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνη μία πάντως ἐστίν, ἔκ τε τῶν εἰρημένων ἔμπροσθεν αὐταρκῶς οἶμαι δεδεῖχθαι κἀκ τῶν ἑξῆς ῥηθησομένων οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν ὅ τί γε προσῆκεν ὀνομάζειν αὐτήν, ἤδη πω πέφανται· τάχα
γὰρ οὔτ’ ἰατρικὴν οὔτε γυμναστικὴν ἀλλ’ ἕτερόν τι. τάχα δ’ οὐκ ἔστιν ὅλως ὄνομα τῆς τέχνης ἐκείνης ὥσπερ οὐδ’ ἄλλων πολλῶν. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸ δ’ οὖν ἓν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῶν ἀγαθόν, ὅ τί περ ἂν ᾖ, καθάπερ καὶ τῶν ἄλλων ἀπασῶν οὐσιῶν, εἶναι δὲ καὶ τέχνην αὐτοῦ μίαν, εἴπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς εἶναί φημι καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν. μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης ἤδη σκοπώμεθα σύμπαντ’ αὐτῆς τὰ μόρια· πάντως γάρ που || κατοψόμεθα καὶ τὸ καλούμενον ὑγιεινὸν ἥντιν’ ἔχει τὴν δύναμιν. ἵνα δὲ κἀνταῦθα μεθόδῳ τινὶ ποιώμεθα τὴν τομήν, ἐπισκεψώμεθα τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης. ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεωρῆσαι τὸ τέλος αὐτῆς ἐστιν ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ δῆλον· ὅτι δ’ οὐδ’ ἐν αὐτῷ τῷ πράττειν τελευτᾷ καθάπερ ἡ ὀρχηστική, μηδέν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι δυναμένη, καὶ τοῦτ’ εὔδηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς ἤτοι τῶν ποιητικῶν ἢ τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλ’ οὐκ ἔστι τῶν κτητικῶν ὥσπερ ἡ ἀσπαλιευτική τε καὶ ἡ ἀγκιστρευτικὴ καὶ τὸ σύμπαν εἰπεῖν ἡ θηρευτική· χειροῦνται γὰρ αὗται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δ’ οὐδὲν [αὗται] πρότερον οὐκ ὄν. ἐκ λοιπῶν οὖν τῶν ποιητικῶν ἐστιν ἡ περὶ τὸ σῶμα τἀνθρώπου τέχνη. διττὸν δὲ καὶ τούτων ἐστὶ τὸ ἔργον· ἢ γὰρ ὅλον τι ποιοῦσι πρότερον || οὐκ ὂν ἢ κατὰ μέρος ἐπανορθοῦνται πεπονηκός. ἀλλ’ ἡ ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου σῶμα, κατὰ μέρη δ’ ἐπανορθοῦσθαι δύναται παραπλησίως τῇ τῶν ἱματίων ἀκεστικῇ καὶ οὐδ’ ἐνταῦθα πάντα τὸν αὐτὸν ἐκείνῃ τρόπον. ἡ γὰρ φύσις οὕτω γε καὶ ποιεῖ τὸ σῶμα καὶ αὖθις ἐπανορθοῦται κάμνον ὡς ἡ περὶ τὴν ἐσθῆτα τέχνη. ταύτης δ’ ὑπηρετική τίς ἐστιν ἡ νῦν ζητουμένη. συγχωρείσθω οὖν, ἵν’ ὁ λόγος προΐῃ, καλεῖν ἡμᾶς αὐτὴν ἐπανορθωτικήν. ἀλλ’ ἤτοι κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ἢ κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζέσθω, τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ αὐτοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις ἡ διαφορά· πᾶν γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλ’ ἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο τέμνεσθαι διαφοραῖς ἐπισήμοις τριχῶς. ἢ γὰρ τὸν ἄκρως τε καὶ τελέως ὑγιαίνοντα παραλαβὸν ἐν τούτῳ φυλάττει καὶ || τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικόν· ἕτερον δ’ ἀναθρεπτικὸν τῶν νενοσηκότων, ὃ δὴ καὶ καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως ὑγιεινόν· κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὀνομάζεται. ταῦτ’ οὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν εἰρημένα τὸ ἀναληπτικόν, τὸ ὑγιεινόν, τὸ εὐεκτικόν ἐστι μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς τέχνης, ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλόν τε καὶ ἧττον· μᾶλλον μὲν γὰρ κατὰ σμικρὰ τὸ εὐεκτικόν, ἧττον δ’ αὐτοῦ τὸ ὑγιεινόν, ἐκείνου δ’ ἧττον κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιεῖται τὸ ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ τμῆμα προστιθέασι, τὸ καλούμενον ὑπ’ αὐτῶν ἰδίως προφυλακτικόν, ἀντίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ’, ὡς ἄμφω ταῦτ’ ἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὅλης τῆς τέχνης, λέγω δὲ τὸ κατὰ μεγάλα καὶ τὸ κατὰ σμικρά. τὸ μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον παντί, || τὸ δ’ εὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρά, καὶ τοῦτ’ εὔδηλον. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ προφυλακτικόν, ὡς μὲν πρὸς τὸ ὑγιεινὸν οὐ κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιούμενον, ὡς δὲ πρὸς τὸ θεραπευτικὸν οὐ κατὰ μεγάλα. καί μοι δοκοῦσιν οὐδ’ ὅσοι ταῦτ’ ἄμφω τὰ μόρια προσαγορεύουσιν οὐδέτερα, κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος.Cap. XXXI. Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δ’ ἐπὶ τῶν καθ’ ἕξιν, τὸ δ’ ἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφερώμεθα, τὸ δ’ ὑγιεινόν, τὸ δ’ εὐεκτικόν, ἐπὶ μὲν
τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δ’ ἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀναμνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ’, ὡς οἶμαι, τοιόνδε, || πότερον ἰατρικῆς ἐστιν ἢ γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπ’ ἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ ὅ τί ποτ’ ἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σαφῶς· ἢ γὰρ τὸ φυλακτικὸν ἅπαν ἢ τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, ὃ περὶ τὴν καθ’ ἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ἡ ζήτησις εἶναι, τὸ δὲ πρᾶγμ’ αὐτὸ μηκέτ’ ἀμφισβήτησιν ἔχειν, ἔστ’ ἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθ’ ὑπάρχειν μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον || δὲ θάτερον, καὶ ταῦθ’ ὑπάρχειν ἄμφω τῇ φύσει πρώτως, συνεργάζεσθαι δ’ εἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορθωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια, θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δ’ αὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικόν, τὸ δ’ εὐεκτικόν, τὸ δ’ ὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτ’ οὖν τὸ σύμπαν φυλακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρ’ ἰατρικῆς ἢ γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, ὦ τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρικήν, εἰ δ’ οὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δ’ οὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δ’ ἕτερον γυμναστικήν· εἰ δὲ μηδ’ οὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμναστικήν. || εἰ γὰρ καθ’ ἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθήσει σοι τὸ σύμπαν.Cap. XXXII. Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλ’ οὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλ’ ὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, ὦ οὗτος, ὡς οὐκέτι περὶ πραγμάτων ἡ σκέψις, ἀλλ’ ἐξήγησιν ὀνομάτων μοι προβέβληκας, οὐδὲ τοῦτ’ ἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἀπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλ’ εἴτ’ ἐκ τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν
Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθ’ οὗ τὸ ὄνομα λέγουσιν, εἴτ’ ἐκ τῆς τῶν Περσῶν ἢ Ἰνδῶν ἢ Ἀράβων ἢ Αἰθιόπων ἢ ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθ’ αὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δ’ οἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα καὶ τούτους ἐγὼ || πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφ’ ἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δ’ ἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δ’ εἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γ’ ἔφην τὴν ὑφ’ ἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δ’ ἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διάλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθ’ ὁμολογοῦντες, ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφ’ οὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν ἢ παρ’ αὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμπλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματ’ αὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα καὶ τοῦθ’ ὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δ’ ἐπ’ αὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδ’ οὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιν — τουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν || ἢ γραμματικῆς ἐμπειρίας — ἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δ’ ἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ γε καὶ τῶν Αἰολικῶν. ἀλλ’ ἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον ἢ γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δ’ αὗ γιγνώσκειν τὰ πλείω ἢ ἀγνοεῖν ὁμολογήσαιμ’ ἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν·ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάσσειν.ἑτέρωθι δέ φησι·
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά· ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντωνὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας.
Cap. XXXIII. Εἰ δ’ ἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως ὑπῆρχε τὸ διαιτητικὸν ἐν τοῖς καθ’ Ὅμηρον χρόνοις, ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, ὁ δ’ ἐμοῦ πρεσβύτερος θ’ ἄμα καὶ τὰ τῶν Ἑλλήνων πράγματα πι θανώτερος ἐπίστασθαι Πλάτων ὁ φιλόσοφος οὐ πάνυ τι χρῆσθαί φησι τοὺς παλαιοὺς || Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλ’ ὅτι γε τῆς ἰατρικῆς ἐστι μέρη ταῦτα τὰ τρία καὶ ὡς ἡ τὰ παρὰ φύσιν ἔχοντα σώματα θεραπεύουσα τέχνη πρὸς ἁπάντων Ἑλλήνων
ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει. γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθ’ Ὅμηρον οὐδὲ καλεῖταί τις ὅλως γυμναστής, ὥσπερ ἰατρός, ὅπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ὄνομα οὐ πολλάκις εὑρεῖν ἔστι, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον ἢ γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἔμπροσθεν τῶν Πλάτωνος χρόνων ἡ τέχνη τῶν γυμναστῶν, ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι μὲν γὰρ εἷς ἀνὴρ ἐργάτης τῶν κατὰ φύσιν ἔργων ἀληθῶς εὐεκτικὸς εἰς ἀγῶνα καταβαίνων οὐ πάλην μόνον ἀλλὰ καὶ δρόμον ἠγωνίζετο καί τις ἐνίκα πολλάκις εἷς ἄμφω τε ταῦτα καὶ ἀκοντίζων καὶ τοξεύων καὶ δισκοβολῶν καὶ ἅρματος ἐπιστατῶν, ὕστερον δὲ διεκρίθη καὶ οἷόνπερ ἕνα πεποίηκεν Ὅμηρος Ἐπειὸν εἰς μὲν πάντα τὰ κατὰ φύσιν ἔργα πάντων ὕστατον, ἀγαθὸν δὲ πυγμήν, ἧς || ἐν ἄθλοις μόνοις ἡ χρεία, τοιοῦτοι πάντες ἐγένοντο, μήτ’ ἀρόσαι μήτε σκάψαι μήθ’ ὁδὸν ἀνύσαι μηδ’ ἄλλο μηδὲν εἰρηναῖον ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.