Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XX. Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα, κενουμένω δ’ ὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε
τῷ κενουμένῳ, || θατέρῳ δέ, πρὶν 〈ἂν〉 ἱκανῶς ἐκκενωθῇ, μηδεὶς παρείη, τηνικαῦτα δ’ ἐξαίφνης ἐπιστάς τις ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν δ’ ἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμένων ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα μία τέχνη καθ’ ἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον, ἡ διαφορὰ δ’ ἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν τῷ ποιῷ.Cap. XXI. Καὶ μὴν ἡ κατὰ τὸ ποσὸν ἐν τοῖς γιγνομένοις διαφορὰ μιᾶς ἐστι τέχνης· εἰ δε γ’ ἄλλης ἔσεσθαι μέλλοι, πάντως χρὴ παραλλάξαι τῷ ποιῷ. εἰ δ’, ὅτι τοῦ μὲν ἔφθασεν ἐκρυῆναι πολλά, πρὶν ἀφικέσθαι τὸν τεχνίτην, ὁ δ’ ἕτερος ἀεὶ παρεδρεύοντος εὐτυχήσας αὑτῷ μεστὸς διαφυλάττεται, τούτου χάριν ἡγῇ διττὸν εἶναι τὸν τρόπον τῆς ἐπανορθώσεως, οὐκ ὀρθῶς ἔγνωκας· οὐ γὰρ ἄλλη μὲν τέχνη μίαν ἀντεισάγει κρόκην ἐκρυεῖσαν, ἄλλη || δὲ τρεῖς ἢ τέτταρας ἢ πεντακοσίας οὐδ’ ἄλλη μὲν τέχνη σμικρόν τι τοῦ τοίχου πονῆσαν ἐπανορθοῦται, μεῖζον δ’ αὐτοῦ πάθος ἑτέραν ἐπιζητεῖ τέχνην· καθόλου γὰρ ᾧ τρόπῳ γέγονεν ἕκαστον τῶν ὄντων, τούτῳ καὶ φθειρόμενον ἐπανορθοῦται. κρόκαι στήμοσι διαπλακεῖσαι ποιοῦσιν ἱμάτιον. ἆρ’ οὖν ἢ παθεῖν ἔξω τούτων ἱμάτιον ἢ
ἰαθῆναι δυνατόν; δεῖ δὴ πάντως, εἴ γε πάσχει τι πάθος, ἤτοι στήμονα παθεῖν ἢ κρόκην ἢ συναμφότερα ἴασίν τε μίαν εἶναι τῆς κρόκης ἀεὶ διαπλεκομένης τῷ στήμονι μιμήσει τῆς γενέσεως.