Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XVIII. Ἡ πρώτη οὖν ὑγίειαν φυλάττουσα κατὰ || τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν; ἐμοὶ μὲν δοκεῖ μήτ’ ἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι τῷ σώματι μήτ’ [ἐξ ἀνάγκης] ἐν τοῖς οὐδὲν διατιθεῖσιν, ἀλλ’ ἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν ἢ βλάπτειν δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύεσθαι. ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ἢ ὑπνοῦν ἢ ἐγρηγορέναι ἢ ἡσυχάζειν ἢ κινεῖσθαι, ὥσπερ οὖν καὶ λιμώττειν ἢ ἐσθίειν καὶ διψῆν ἢ πίνειν ἤ τινα μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη γὰρ ἐλεφαντόπους οὐδὲν οὔτ’ ὠφελεῖ τὴν ὑγίειαν οὔτε βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτελὴς || ἢ ἱματίοις εὐτελέσιν ἢ πολυτελέσιν ἢ τοῖς σκεύεσιν ὑαλίνοις ἢ χρυσοῖς ἢ ἀργυροῖς ἢ ξυλίνοις χρῆσθαι καὶ παῖδας ἔχειν εὐμόρφους ἢ αἰσχροὺς τοὺς ὑπηρετουμένους ἢ μηδ’ ὅλως ἔχειν ἀλλ’ ἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν γὰρ οὐδὲν οὔτ’ ὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν
οὔτε καθ’ ἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός. ἀὴρ δὲ θερμὸς ἢ ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγκης ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν· ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες ἐν [τῷ] θέρει βλάπτει μὲν ⟨οὐκ〉 ἐξ ἀνάγκης ἀλλὰ κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται.Cap. XIX. Ταῦτ’ οὖν, ὅσα καθ’ αὑτὰ δύναμιν ἔχει βλάβης τινὸς ἢ ὠφελείας, ὁ τῆς ὑγιείας προνοούμενος ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς ἤδη τὸ σῶμα κενώσεως ἔχῃ καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς, τρέφεσθαι κελεύων, ἐπειδὰν δὲ ξηραίνηται μᾶλλον || τοῦ μετρίου καὶ κίνδυνος ᾖ κἀντεῦθεν ἤδη βλαβῆναι, πίνειν ἀξιῶν· οὕτω δὲ καὶ γυμνάζων μέν, ἐπειδὰν ῥῶσαι μὲν βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθῆραι δὲ τοὺς κατὰ λεπτὸν πόρους, ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται ἢ διαφορεῖσθαι τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττων μέν, ἢν ἴσχηται, κατέχων δέ, ἢν ἐκταράττηται, καὶ τἆλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον ἕκαστα πραγματευόμενος, ἐν κεφαλαίῳ τῷδε προσέχων τὸν νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ὑγιεινῶς ἔχῃ τὸ σῶμα, μηδὲν
νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγάλην γενέσθαι τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπήν, ὥσπερ ἂν εἰ τὰς κρόκας ἐκρεούσας ἱματίου τινὸς οὐχ ἅμα πάσας οὐδ’ ἀθρόας ἀλλὰ καθ’ ἑκάστην ἡμέραν μίαν ὁ τοῦτ’ ἔργον πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς τὴν ἐπανόρθωσιν ὑπὸ σμικρότητος. τοιοῦτον γάρ τινα χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα τεχνίτην εἶναι σμικρᾶς || διαφθορᾶς καὶ βλάβης αἰσθητικόν θ’ ἅμα καὶ ἐπανορθωτικόν. εἰ δέ γ’ ἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον, οἷόνπερ ὁ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν ἐδεῖτο τοῦ διὰ παντὸς ἐπανορθουμένου. νυνὶ δ’ ἐπειδὴ διαρρεῖ τε καὶ φθείρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος, ὃς καὶ γνωριεῖ τὸ κενούμενον ὁποῖόν τ’ ἐστὶ καὶ ὁπόσον ἰάσεταί τε παραχρῆμα τοιοῦτόν τε καὶ τοσοῦτον ἕτερον ἀντεισάγων. ἀπορρεῖ τὸ κατὰ φύσιν ὑγρόν· ἐπάρδειν χρὴ τὴν ἴσην ὑγρότητα πόμα παρέχοντα. διαφορεῖται τὸ θερμόν· ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦται τὸ ξηρόν· ἤδη καιρὸς τρέφειν· ἑνὶ λόγῳ τὸ διαφορούμενον καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς πολλοῖς γενέσθαι κατάφωρον.