Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine

Galen

Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.

Cap. XXII. Ἀλλ’ αἱ κατὰ μέρος ἐνέργειαι τοὺς πολλοὺς ἐξαπατῶσιν οὐ δυναμένους θεάσασθαι τὸ καθόλου· μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν οὔτ’ ἔμαθον οὔτ’ ἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην, διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι. ὁ μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν μυρίων ἑαυτῷ γε πάντα καλῶς διαιρεῖσθαι δυνάμενος, || ὁ δ’ ἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον ἡμῖν εἰρήσθω πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγοντας τοῖς μαθηταῖς, οὔτε δ’ αὐτοὺς εἰδότας, ὅ ὅτι λέγουσιν, ἔστ’ ἂν ἀμαθεῖς θ’ ἅμα καὶ ἀγύμναστοι θεωρίας ὑπάρχωσι λογικῆς, ἐξαπατῶντάς τε τοὺς μαθητὰς ἀγνοίᾳ τοῦ κριτηρίου. καὶ γὰρ οὖν κἀνταῦθα πότερον ταῖς κατὰ μέρος ἐνεργείαις ἢ ταῖς καθόλου διακριτέον ἐστὶ τὰς τέχνας ἀπ’ ἀλλήλων, ἢ τοῦτο μὲν οὐχί, τοῖς σκοποῖς δὲ καὶ τοῖς τέλεσιν ἢ μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ τοῖς ὀργάνοις καὶ ταῖς ἀρχαῖς καὶ τῇ θεωρίᾳ, μηδ’ ὅλως σκεψάμενοι ληροῦσιν ὑπὲρ ὧν οὐκ

ἴσασιν. ἄμεινον οὖν ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδήπερ ἅπαξ ὑπέστημέν σοι τὸν ἆθλον τοῦτον ἐκτελέσαι, διελθεῖν τι καὶ περὶ τῶν ῥηθέντων ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.

Cap. XXIII. Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, ᾗ χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν, ἑτέρα || δὲ τῇδε μηδὲν ἐοικυῖα, δι’ ἧς ὑποχύματα παράγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτ’ ἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθ’ ἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης ἡ τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων ἡ τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δ’ ὀφθαλμὸν ἢ ἄρθρον ἐμβαλεῖν ἢ καταπλάσαι τι μέρος ἢ καθετῆρι χρῆσθαι καλῶς ἢ σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται || δι’ αὐτῶν 〈τῶν χειρῶν⟩. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι

τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδ’ ἀσιτία κλυστῆρι καὶ τρῖψις λουτρῷ. τούτων δ’ ἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν ἢ μελίκρατον πιεῖν. οἷς ἅπασιν οὐδὲν ἔοικεν ἡ τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας διάγνωσις, καίτοι δι’ ἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ ἡ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν ἢ τῶν ὄγκων τῶν ὑδερικῶν ἢ γαγγλίων ἢ ἀθερωμάτων ἢ μελικηρίδων ἢ στεατωμάτων· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλ’ ἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν ἢ τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν. ||