Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. VI. Καὶ γὰρ αὗ καὶ ζήτημ’ ἄλλο πρὸς τοῖς εἰρημένοις οὐ σμικρὸν ἀναφυήσεται τῆς μὲν ἰατρικῆς ὑγιείας ποίησιν, οὐ σωτηρίαν τε καὶ φυλακὴν ὑποθεμένοις τὸ τέλος, τῆς γυμναστικῆς δὲ [τὴν] εὐεξίαν· ἀναγκασθήσεται γάρ τις, οἶμαι, καθάπερ ἐπὶ τῆς ὑγιείας οὕτω κἀπὶ τῆς εὐεξίας ἑτέραν μὲν τὴν φυλακτικὴν αὐτῆς τέχνην ἀποφαίνειν, ἑτέραν δὲ τὴν δημιουργικήν. ἀλλ’ εἰ τοῦτο, δύο ἄλλας τέχνας ἐξ ἀνάγκης ζητήσομεν, ἑτέραν μὲν τῆς ἰατρικῆς, τὴν τῆς ὑγιείας φυλακτικήν, ἑτέραν δὲ τῆς γυμναστικῆς, τὴν τῆς εὐεξίας διασωστικήν. καὶ μὲν δὴ καὶ διττῆς οὔσης τῆς εὐεξίας. ὡς ἐν ἄλλοις ἀποδέδεικται, ποτέρας αὐτῶν ἡ γυμναστικὴ δημιουργός ἐστιν, χαλεπὸν ἔσται διελεῖν, ἆρά γε τῆς κατὰ φύσιν ἢ τῆς ἀθλητικῆς· ἢ δῆλον, ὡς δύο ἄλλας ἡμῖν τέχνας ἀναγκαῖόν ἐστι ζητεῖν; καὶ δὴ καὶ ⟨αἱ〉 σύμπασαι τὸν ἀριθμὸν ἕξ γενήσονται, τρεῖς μὲν αἱ δημιουργοῦσαι τὰ τέλη, || τρεῖς δ’ αἱ φυλάττουσαι. τριῶν γὰρ ὑποκειμένων τελῶν, ὑγιείας, εὐεξίας τῆς κατὰ φύσιν, εὐεξίας τῆς τῶν ἀθλητῶν, εἰς τοσοῦτον ἀνάγκη τὸν ἀριθμὸν ἐξήκειν τὰς τέχνας. καὶ μὴν εἴπερ τῷ διαφέρειν τὰς εὐεξίας ἀλλήλων τε καὶ τῆς ὑγιείας διαφόρων δεήσεται τῶν τεχνῶν, ἀνάγκη πᾶσα καὶ τῆς ὑγιείας οὔσης διττῆς, ἑτέρας μὲν τῆς καθ’ ἕξιν, ἑτέρας δὲ τῆς κατὰ σχέσιν ὀνομαζομένης, διττὰς εἶναι καὶ τὰς τέχνας. οὐ γὰρ δὴ πλέονι μὲν ἡ εὐεξία τῆς καθ’ ἕξιν ὑγιείας, ἐλάττονι δὲ τῆς κατὰ σχέσιν ὑπερέχει.
Cap. VII. Γνοίης δ’ ἂν ἐναργῶς ἑκάστης αὐτῶν ἐπιμελῶς ἀνασκεψάμενος τὴν φύσιν, ἀνασκέψῃ δὲ τόνδε τὸν τρόπον. ἡκέτω τις εἰς ἔννοιάν σοι νῦν ὧν ἐθεάσω πολλάκις ἀρρώστων ἰσχυρῶς μὲν διανοσησάντων, ἀπηλλαγμένων δ’ ἄρτι τοῦ νοσεῖν, οὕτως ἰσχνός τε καὶ ἀδύνατος εἰς τὰς κινήσεις, ὡς ἑτέρων δεῖσθαι τῶν μετακομιούντων. οὗτος ἰάσεως μὲν οὐκέτι χρήζει μηκέτι γε νοσῶν, ἀναθρέψεως δέ τινος καὶ ῥώμης, ἵν’ ἰσχυρός θ’ ἅμα [καὶ] πρὸς τὰς || κατὰ φύσιν ἐνεργείας γένηται καὶ φέρειν ἱκανὸς τὰ προσπίπτοντα. δῆλον γὰρ ὡς ὁ οὕτω διακείμενος, ὡς διάκειται νῦν, ὁπότε πρότερον. ἀπήλλακται τοῦ νοσεῖν, οὔτε θάλπος οὔτε κρύος οὔτ’ ἀγρυπνίαν οὔτ’ ἀπεψίαν οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἐνεγκεῖν ἱκανός ἐστιν, ἀλλ’ ἐκ τοῦ ῥᾴστου νοσήσει πάλιν, ὡς ἂν οὐκ ἀσφαλῆ τε καὶ μήπω πεπηγυῖαν κεκτημένος τὴν ὑγιεινὴν κατάστασιν. ἀλλ’ εἴπερ δύσλυτος γένοιτο καὶ καθ’ ἕξιν, οὔπω μέν ἐστιν εὐεξία — τὸ γὰρ εὗ προσλαβοῦσα τότ’ ἂν εὐεξία γένοιτο — τοῦ μέντοι μεμπτή τις εἶναι καὶ ἄχρηστος διάθεσις ἀπήλλακται. τὸ γὰρ μήτ’ ἐνεργεῖν δύνασθαι κατὰ τὸν βίον ἱκανῶς ἑτοίμως τε βλάπτεσθαι μεμπτὴ καὶ ἄχρηστος διάθεσις. εἰ δὲ μήτ’ εἰς τὰς πράξεις ἐμποδίζοιτο μήθ’ ἑτοίμως βλάπτοιτο, τοιαύτη δ’ ἐστὶν ἡ καθ’ ἕξιν ὑγίεια, τοῦ μὲν μηκέτ’ εἶναι μεμπτὴ καὶ ἄχρηστος εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπήλλακται, τὸ δ’ ἐπαινετὸν οὔπω κέκτηται, κτήσαιτο δ’ ἄν, εἰ καὶ πρὸς τῷ
μηκέτ’ ἀσθενῶς ἐνεργεῖν || ἔτι καὶ ῥώμην τιν’ ἀξιόλογον προσλάβοιτο. μέση γὰρ ἡ καθ’ ἕξιν ὑγίεια ταῖς ἐνεργείαις ἐστὶ τῆς τε κατὰ σχέσιν ὑγιείας καὶ τῆς εὐεξίας. ἡ μὲν γὰρ κατὰ σχέσιν ἀρρώστους ἔχει τὰς ἐνεργείας, ἡ δ’ εὐεξία ῥωμαλέας, ἡ δ’ αὖ καθ’ ἕξιν οὔπω μὲν εὐρώστους, ἀρρώστους δ’ οὐκέτι. κἀν τῶδε δῆλον, ὡς, εἰ καὶ μέση τέτακται, πλέον τῆς κατὰ σχέσιν ὑγιείας χρήσιμος εἰς πάσας τοῦ βίου τὰς πράξεις ἐστὶν ἡ καθ’ ἕξιν, οὐ μὴν. ἤδη τὸ κατ’ ἀρετὴν ἔχουσα· μόνῃ γὰρ τοῦθ’ ὑπάρχει τῇ εὐεξίᾳ. καί μοι νόει κατὰ στίχον τινὰ τὸ μὲν βλάβην ἐνεργείας, ὅπερ ἐν τῷ νοσεῖν γίγνεται, ἕτερον δ’ ἔξω μὲν τῆς βλάβης, ἄχρηστον δ’ ὑπ’ ἀσθενείας, ὅπερ ἐν τῷ κατὰ σχέσιν ὑγιαίνειν, ἄλλο δὲ τρίτον ἀσθενείας μὲν ἀπηλλαγμένον, εὐρωστίαν δ’ οὔπω κεκτημένον, ὅπερ ἐν τῷ καθ’ ἕξιν, ἐφ’ ᾧ τέταρτον οἷον ἀρετή τίς ἐστι τῶν ἐνεργειῶν ἡ εὐεξία. [καὶ ἡ ἀκρότης τε καὶ ἡ τελειότης αὐτῶν ἡ ἐπ’ ἄκρον ἐστὶν αὐτῶν εὐεξία.] ἡ τοίνυν εἰς ἕξιν ὑγιεινὴν ἄγουσα τέχνη τὸν ἄνθρωπον || ἑτέρα δηλονότι τῆς ἰασαμένης αὐτὸν ὑπάρξει, συγκεχωρημένου γ’ ἅπαξ τοῦ τε δεῖν ἐπὶ διαφόροις τέλεσι διαφόρους εἶναι τὰς τέχνας τοῦ τε δύο καθ’ ἕκαστον ἑτέραν μὲν τὴν δημιουργοῦσαν, ἑτέραν δὲ τὴν διαφυλάττουσαν. ᾧ καὶ δῆλον, ὡς ἡ περὶ τέλους ἔννοια περιείληφεν ἅπασαν τὴν νῦν ἡμῖν προκειμένην ζήτησιν, καὶ διὰ τοῦθ’ ὅσοι τῶν ὁρισμῶν ἀπὸ τοῦ τέλους τὴν σύστασιν ἔχουσιν, οὐ σμικρὰς γεννῶσιν ἀπορίας.Cap. VIII. Ἴσως οὖν ἄμεινον ἐπ’ αὐτὴν ἀφικόμενον τὴν οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκείνην ποιήσασθαι. τί οὖν ἐστιν ἰατρική; εἴποι ἄν τις εἶναι ἐπιστήμην ὑγιεινῶν τε καὶ νοσερῶν. ἀλλὰ κἀν τούτῳ δόξει προχείρως εἰλῆφθαι τὸ ὑγιεινὸν ὡς μέρος δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν οἶμαι τῶν τἀναντία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλ’ οὗτοί γε πρῶτον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάντων ἐπιστήμη καὶ ὅστις γιγνώσκει τὰ νοσερά, τοῦτον ἀνάγκη πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον ἢ κατ’ ἐκείνους παρείσθω, λεγέσθω δ’ ἤδη τὸ δεύτερον ὧν || ἀγνοοῦσιν, ᾧ τάχ’ ἂν ἴσως ἀκολουθήσειεν, ὅτι μὴ περιλαμβάνεται κατὰ τὸν ὅρον τῆς ἰατρικῆς ἐξ ἀνάγκης τὸ ζητούμενον· ἔνεστι γάρ τινι διαστειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι σωμάτων μὲν τῶν ἐχόντων ὑγίειαν καὶ σημείων τῶν δηλούντων καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικήν, οὐ μὴν τῶν γε φυλαττόντων αὐτήν, ἀντιλαμβάνεσθαι κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπίστασθαι μήθ’ ὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, ὃ τοῖς νοσοῦσιν ἐπιφαινόμενον ὑγιείας μελλούσης ἐστὶ γνώρισμα, μήτ’ αἴτιον, ὃ τοῖς νοσοῦσι προσαγόμενον
ὑγιείας ἐστὶ ποιητικόν, ὥσπερ ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθ’ ὡς καὶ τὸ δεδεγμένον ὑγίειαν σῶμα καλοῦμεν ὑγιεινόν, ὧν πάντων ἐπιστήμην ὁ ἰατρὸς ἔχει μηδὲν κοινωνούντων τῷ προβλήματι πλὴν ὀνόματι. καὶ γὰρ εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ὁ ἰατρὸς ἐπιστάτης ἐστὶν ἢ γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς ἡμῖν προὔκειτο ζητεῖν, ὅπερ, ὡς ὀλίγον ἔμπροσθεν ἐδείχθη, || τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχει ζητήσει. πότερον γὰρ ἀπλῶς ὑγίεια τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς οὐδὲν διαφέρον εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν εἴτε φυλάττοντος οὖσαν ἢ τὸ ποιῆσαι μὲν μόνον ἰατρικῆς ἐστι, τὸ φυλάξαι δὲ τῆς γυμναστικῆς [αὐτῆς]; οὕτω δὲ καὶ περὶ τῆς γυμναστικῆς, ἆρά γ’ εὐεξία τὸ τέλος ἐστὶν ἢ ὑγίεια ἢ ποίησις ὁποτέρας τούτων ἢ φυλακή.Cap. IX. Κινδυνεύσομεν γάρ, ὡς ὁ λόγος ἔδειξεν, ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχεδὸν μόνην ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δ’ ἄλλας, τὴν μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθ’ ἕξιν ἄγουσαν, τὴν δ’ ἐν ταύτῃ φυλάττουσαν καὶ δύο ἄλλας ὁμοίως περὶ τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ τὴν ἑτέραν, ἔτι τε πρὸς ταύταις ἄλλας δύο περὶ τὴν ἀθλητικὴν εὐεξίαν. ἀπλῶς
μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ φύσιν ὀνομάζομεν εὐεξίαν, οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, || τὴν ἀθλητικήν, ἀλλ’ ἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ Ἱπποκράτης ὁτὲ μὲν ὡδί πως λέγων· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων, ὁτὲ δ’ αὖ πάλιν· ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί . . . ἀλλ’ ἐν τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ σε χρὴ γυμναστικὰ σώματα λέγεσθαι νῦν οὐ τὰ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόντων ἢ ἐρεσσόντων ἢ ἀμώντων ἤ τι τῶν ἄλλων, ὅσα κατὰ φύσιν ἀνθρώποις ἔργα, πραττόντων, ἀλλ’ οἷς αὐτὸ τοῦτ’ ἔστιν ἀγώνισμα τὸ γυμνάζεσθαι καταβλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν. διὰ τί μὲν οὖν ἡ τοιαύτη διάθεσις οὐ φύσει, δι’ ἑτέρων ἐξηγήμεθα· τὸ δ’ οὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς τὰ παρόντα τοῦτ’ ἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ γενήσονται περὶ τὸ σῶμα τέχναι τὴν μίαν ὑπερβᾶσιν ἢ καὶ νὴ Δι’ ἐννέα. τί γὰρ οὐ χρὴ δύο ἄλλας τέχνας τίθεσθαι, ἑτέραν μὲν τῆς ἄκρας εὐεξίας δημιουργόν, ἑτέραν δὲ τῆς αὐτῆς ταύτης φυλακτικήν; || ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας ὅτι χρὴ φεύγειν τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εἴρηται σαφέστατα· τῆς δ’ ἀπλῶς λεγομένης εὐεξίας τῆς κατὰ φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον ἀλλὰ καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως οὖν αἱ σύμπασαι γένοιντ’ ἂν ἐννέα περὶ τὸ σῶμα τέχναι καὶ τούτων ἑπτὰ μέν, ἃς ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δ’ αἱ λοιπαὶ κακοτεχνίαι δηλονότι καθάπερ καὶ ἡ κομμωτική. ταύτας μὲν οὖν, εἰ βούλει, παραλίπωμεν, ἐπέλθωμεν δ’ αὖθις τὰς ἑπτά, τὴν μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας δ’ ἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθ’ ἕξιν ὑγίειαν, δύο δὲ περὶ τὴν εὐεξίαν καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν. ἤδη μὲν οὖν κἀκ τούτων εὔδηλον, ὡς, εἰ μή τις θείη περὶ τὸ σῶμα τέχνην ἓν ἔχουσαν δηλονότι καὶ τὸ τέλος, ἀναγκαῖόν ἐστι τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι καὶ ὡς οὐδὲν ἄλλο τὸ τέλος τοῦτ’ ἔστι παρὰ τὴν ὑγίειαν.Cap. X. Ἄμεινον δ’ ἴσως ἀκριβέστερον ἐπεξελθεῖν τῷ λόγῳ πρῶτον μὲν τοῦτ’ ἀναμνήσαντας, ὃ μηδεὶς ἀγνοεῖ, || τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατ’ ἀλήθειαν ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ ἡ κομμωτικὴ καλουμένη νόθου κάλλους ἐστὶ δημιουργός, αὕτη μὲν ἂν εἴη κακοτεχνία τε καὶ κολακεία, τέχνη δέ τις ἑτέρα συστήσεται περὶ
τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία τῶν μορίων, ἃ τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν, ἣν καὶ δι’ ἄλλου μὲν λόγου τῆς γυμναστικῆς διωρισάμεθα, καὶ νῦν δ’ ἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ αὐτῶν εἰπεῖν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους.Cap. XI. Ἤτοι γὰρ τὸ κατὰ φύσιν ἐνεργεῖν ἑκάστῳ τῶν μορίων ὑγιαίνειν ἐστὶν ἢ τοῦτο μὲν ἐξ ἀνάγκης ἕπεται τῇ κατὰ φύσιν τοῦ σώματος κατασκευῇ, τὸ δ’ ὑγιαίνειν αὐτὸ τοῦτ’ ἔστι τὸ κατὰ φύσιν κατεσκευάσθαι. τούτων ὁπότερον ἂν ἐθελήσῃς ὑποθέμενος ὑγίειαν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, τῶν ἑξῆς λόγων οὕτως ἄκουε προσέχων || τὸν νοῦν. πότερα τοῦ κατεσκευάσθαι κατὰ φύσιν ἕκαστον τῶν μορίων ἢ τῆς ἐνεργείας αὐτοῦ χρήζομεν; ἐμοὶ μὲν πάντες δοκοῦσιν οὐδ’ ἂν ὅλως θελῆσαι μόριον ἔχειν οὐδὲν ἀργὸν ἔργου τινός, οὔτ’ οὖν ὀφθαλμοὺς μὴ βλέποντας οὔτε ῥῖνας ὀσμᾶσθαι μὴ δυναμένας οὔτε σκέλη μὴ βαδίζοντα οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἢ μηδ’ ὅλως ἐνεργοῦν ἢ κακῶς ἐνεργοῦν. οὐδενὸς γὰρ ἁπάντων, ὧν χρήζομεν, ἀτελοῦς χρῄζομεν οὔτ’ οἰκίας οὔθ’ ὑποδήματος οὔτε σκίμποδος οὔθ’ ἱματίου, ἀλλ’ ἅμα τε χρῄζομεν καὶ τελείου χρήζομεν. οὕτως οὖν οὐδὲ τοῦ περιπατεῖν ἀσθενῶς καὶ ἀρρώστως οὐδὲ τοῦ βλέπειν ἢ ἀκούειν ἀμβλέως οὔτ’ ἄλλου τῶν πάντων οὐδενὸς ἐλλιποῦς ὀρεγόμεθα. τίς γὰρ εὔχροιαν ἢ εὐσαρκίαν ἢ κάλλος ἀπλῶς τοῦ σώματος
ἢ ῥώμην ἐλλιπῆ σχεῖν εὔχεται; καὶ μὴν εἴπερ οὐκ ἐλλιποῦς ἐνεργείας ἀλλὰ τελέας χρῄζομεν, οὐδὲ τῆς κατασκευῆς τοῦ σώματος, ἀφ’ ἧς ἐνεργοῦμεν, ἐλλιποῦς δεησόμεθα. τούτων δ’ ἦν θάτερον ὑγίεια· δῆλον οὖν, ὡς οὐδεὶς ἀτελοῦς || ὑγιείας ἀλλ’ ὡς ἔνι μάλιστα τελειοτάτης ἅπαντες χρῄζομεν.Cap. XII. Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην ὑγιείας, ἄλλην δ’ εὐεξίας ζητείτω· εἰ δ’ ἓν καὶ ταὐτόν ἐστιν ἄμφω, μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν ἐστιν εὐεξία τε καὶ ἡ παντελὴς ὑγίεια; πρῶτον εἴπερ τὴν ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω ταὐτὸν ἔσται· δεύτερον δ’ ἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλ’ ἐστὶν ἢ εὗ ἔχουσα ἕξις, ἡ δ’ ἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ ἕξις, τούτου καὶ εὐεξία, πρός τι δ’ ἄμφω. λέγεται δ’ οὖν τις ἕξιν ἔχειν ἐν γραμματικῇ καὶ ἄλλος ἐν ἀριθμητικῇ καὶ ἄλλος ἐν γεωμετρίᾳ καὶ ἄλλος ἐν ἀστρονομίᾳ καὶ καθ’ ἕκαστον τῶν ὄντων, ὅταν ἡ διάθεσις δύσλυτος ᾖ, ἕξις ὀνομάζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι διάθεσιν ὀνομάζειν ἢ σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου || καὶ εὐεξία, τινὸς δ’ ἡ ἕξις, δῆλον, ὅτι καὶ ἡ εὐεξία τινὸς καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἡ ἕξις. ἀλλ’ ἡμῖν νῦν οὐ περὶ τῆς γεωμετρικῆς ἕξεως ἢ μουσικῆς ἢ γραμματικῆς, ἀλλὰ περὶ τῆς ὑγιεινῆς ὁ λόγος ἐστίν. οὐκοῦν, ὅταν εἴπωμεν εὐεξίαν, οὐ γραμματικὴν ἢ μουσικὴν ἢ
γεωμετρικὴν ἀλλ’ ὑγιεινὴν λέγομεν. εὐθὺς δ’ αὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ νομίζουσι τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς τινός ἐστι, τὸ δὲ τῆς εὐεξίας οὐχ ἀπλῶς τὴν διάθεσιν, ἀλλὰ τὸ κατ’ αὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται· ἀρίστη γάρ ἐστιν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν, ἡ εὐεξία. οὔκουν — αὖθις γάρ που καὶ αὖθις ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλοι τις ἐξαιρήσεσθαι τῶν πολλῶν ἄγνοιαν παλαιάν — οὔτε διαθέσεως οὔτε κατασκευῆς οὔτ’ ἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικόν, ὥσπερ οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ μόνου τοῦ || δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, ἡ δ’ εὐεξία πλέον οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται γοῦν ἐκ τοῦ τῆς ἕξεως ὀνόματος τὸ εὗ προσλαβόντος, ὅπερ εἰώθαμεν ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν, ὅσα καλῶς καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα καὶ τί τῷ σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν ἢ τοῦτό γε παραπλήσιον τῷ ζητεῖν, ἆρά γ’ οἰκίας μοχθηρᾶς καὶ μελλούσης ὅσον οὔπω καταπεσεῖν χρήζομεν ἢ καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκα γέγονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυχρονιωτάτης; οὐδεὶς γάρ ἐστιν οὔτ’ ἐλλιπῶς οὔτ’ ὀλιγοχρονίως ὑγιαίνειν βουλόμενος. ἀλλ’ οὐδ’ ἐστί τις ὅλως τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγοχρονιώτερον, ἀλλ’ ὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἀπάσαις τέχναις ὁ σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ καὶ δῆλον ἐκ τῶν εἰρημένων, || ὡς καὶ τέλος ἕν ἐστι τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς εἷς. εἴτ’ οὖν ἀρτιότητά τις ἐθέλοι τὸν σκοπὸν τοῦτον ὀνομάζειν εἴτ’ εὐεξίαν εἴθ’ ὑγίειαν εἴτε τὴν κατὰ φύσιν κατασκευὴν τοῦ σώματος εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν εἴτε διάθεσιν ἢ κατασκευήν, ἀφ’ ἧς ἐνεργοῦμεν τελέως ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα δέομαι διαιρεῖν.