Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. X. Ἄμεινον δ’ ἴσως ἀκριβέστερον ἐπεξελθεῖν τῷ λόγῳ πρῶτον μὲν τοῦτ’ ἀναμνήσαντας, ὃ μηδεὶς ἀγνοεῖ, || τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατ’ ἀλήθειαν ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ ἡ κομμωτικὴ καλουμένη νόθου κάλλους ἐστὶ δημιουργός, αὕτη μὲν ἂν εἴη κακοτεχνία τε καὶ κολακεία, τέχνη δέ τις ἑτέρα συστήσεται περὶ
τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία τῶν μορίων, ἃ τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν, ἣν καὶ δι’ ἄλλου μὲν λόγου τῆς γυμναστικῆς διωρισάμεθα, καὶ νῦν δ’ ἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ αὐτῶν εἰπεῖν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους.Cap. XI. Ἤτοι γὰρ τὸ κατὰ φύσιν ἐνεργεῖν ἑκάστῳ τῶν μορίων ὑγιαίνειν ἐστὶν ἢ τοῦτο μὲν ἐξ ἀνάγκης ἕπεται τῇ κατὰ φύσιν τοῦ σώματος κατασκευῇ, τὸ δ’ ὑγιαίνειν αὐτὸ τοῦτ’ ἔστι τὸ κατὰ φύσιν κατεσκευάσθαι. τούτων ὁπότερον ἂν ἐθελήσῃς ὑποθέμενος ὑγίειαν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, τῶν ἑξῆς λόγων οὕτως ἄκουε προσέχων || τὸν νοῦν. πότερα τοῦ κατεσκευάσθαι κατὰ φύσιν ἕκαστον τῶν μορίων ἢ τῆς ἐνεργείας αὐτοῦ χρήζομεν; ἐμοὶ μὲν πάντες δοκοῦσιν οὐδ’ ἂν ὅλως θελῆσαι μόριον ἔχειν οὐδὲν ἀργὸν ἔργου τινός, οὔτ’ οὖν ὀφθαλμοὺς μὴ βλέποντας οὔτε ῥῖνας ὀσμᾶσθαι μὴ δυναμένας οὔτε σκέλη μὴ βαδίζοντα οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἢ μηδ’ ὅλως ἐνεργοῦν ἢ κακῶς ἐνεργοῦν. οὐδενὸς γὰρ ἁπάντων, ὧν χρήζομεν, ἀτελοῦς χρῄζομεν οὔτ’ οἰκίας οὔθ’ ὑποδήματος οὔτε σκίμποδος οὔθ’ ἱματίου, ἀλλ’ ἅμα τε χρῄζομεν καὶ τελείου χρήζομεν. οὕτως οὖν οὐδὲ τοῦ περιπατεῖν ἀσθενῶς καὶ ἀρρώστως οὐδὲ τοῦ βλέπειν ἢ ἀκούειν ἀμβλέως οὔτ’ ἄλλου τῶν πάντων οὐδενὸς ἐλλιποῦς ὀρεγόμεθα. τίς γὰρ εὔχροιαν ἢ εὐσαρκίαν ἢ κάλλος ἀπλῶς τοῦ σώματος
ἢ ῥώμην ἐλλιπῆ σχεῖν εὔχεται; καὶ μὴν εἴπερ οὐκ ἐλλιποῦς ἐνεργείας ἀλλὰ τελέας χρῄζομεν, οὐδὲ τῆς κατασκευῆς τοῦ σώματος, ἀφ’ ἧς ἐνεργοῦμεν, ἐλλιποῦς δεησόμεθα. τούτων δ’ ἦν θάτερον ὑγίεια· δῆλον οὖν, ὡς οὐδεὶς ἀτελοῦς || ὑγιείας ἀλλ’ ὡς ἔνι μάλιστα τελειοτάτης ἅπαντες χρῄζομεν.