Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. XII. Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην ὑγιείας, ἄλλην δ’ εὐεξίας ζητείτω· εἰ δ’ ἓν καὶ ταὐτόν ἐστιν ἄμφω, μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν ἐστιν εὐεξία τε καὶ ἡ παντελὴς ὑγίεια; πρῶτον εἴπερ τὴν ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω ταὐτὸν ἔσται· δεύτερον δ’ ἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλ’ ἐστὶν ἢ εὗ ἔχουσα ἕξις, ἡ δ’ ἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ ἕξις, τούτου καὶ εὐεξία, πρός τι δ’ ἄμφω. λέγεται δ’ οὖν τις ἕξιν ἔχειν ἐν γραμματικῇ καὶ ἄλλος ἐν ἀριθμητικῇ καὶ ἄλλος ἐν γεωμετρίᾳ καὶ ἄλλος ἐν ἀστρονομίᾳ καὶ καθ’ ἕκαστον τῶν ὄντων, ὅταν ἡ διάθεσις δύσλυτος ᾖ, ἕξις ὀνομάζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι διάθεσιν ὀνομάζειν ἢ σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου || καὶ εὐεξία, τινὸς δ’ ἡ ἕξις, δῆλον, ὅτι καὶ ἡ εὐεξία τινὸς καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἡ ἕξις. ἀλλ’ ἡμῖν νῦν οὐ περὶ τῆς γεωμετρικῆς ἕξεως ἢ μουσικῆς ἢ γραμματικῆς, ἀλλὰ περὶ τῆς ὑγιεινῆς ὁ λόγος ἐστίν. οὐκοῦν, ὅταν εἴπωμεν εὐεξίαν, οὐ γραμματικὴν ἢ μουσικὴν ἢ
γεωμετρικὴν ἀλλ’ ὑγιεινὴν λέγομεν. εὐθὺς δ’ αὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ νομίζουσι τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς τινός ἐστι, τὸ δὲ τῆς εὐεξίας οὐχ ἀπλῶς τὴν διάθεσιν, ἀλλὰ τὸ κατ’ αὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται· ἀρίστη γάρ ἐστιν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν, ἡ εὐεξία. οὔκουν — αὖθις γάρ που καὶ αὖθις ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλοι τις ἐξαιρήσεσθαι τῶν πολλῶν ἄγνοιαν παλαιάν — οὔτε διαθέσεως οὔτε κατασκευῆς οὔτ’ ἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικόν, ὥσπερ οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ μόνου τοῦ || δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, ἡ δ’ εὐεξία πλέον οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται γοῦν ἐκ τοῦ τῆς ἕξεως ὀνόματος τὸ εὗ προσλαβόντος, ὅπερ εἰώθαμεν ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν, ὅσα καλῶς καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα καὶ τί τῷ σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν ἢ τοῦτό γε παραπλήσιον τῷ ζητεῖν, ἆρά γ’ οἰκίας μοχθηρᾶς καὶ μελλούσης ὅσον οὔπω καταπεσεῖν χρήζομεν ἢ καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκα γέγονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυχρονιωτάτης; οὐδεὶς γάρ ἐστιν οὔτ’ ἐλλιπῶς οὔτ’ ὀλιγοχρονίως ὑγιαίνειν βουλόμενος. ἀλλ’ οὐδ’ ἐστί τις ὅλως τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγοχρονιώτερον, ἀλλ’ ὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἀπάσαις τέχναις ὁ σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ καὶ δῆλον ἐκ τῶν εἰρημένων, || ὡς καὶ τέλος ἕν ἐστι τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς εἷς. εἴτ’ οὖν ἀρτιότητά τις ἐθέλοι τὸν σκοπὸν τοῦτον ὀνομάζειν εἴτ’ εὐεξίαν εἴθ’ ὑγίειαν εἴτε τὴν κατὰ φύσιν κατασκευὴν τοῦ σώματος εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν εἴτε διάθεσιν ἢ κατασκευήν, ἀφ’ ἧς ἐνεργοῦμεν τελέως ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα δέομαι διαιρεῖν.Cap. XIII. Ἕν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δ’ ἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλ’ ἐστὶν ἢ τὸ κατ’ ἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἕν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἢν καὶ παροῦσαν φυλάττειν καὶ || ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ. ταύτης δ’ εἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, ὁ προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ ἡ μὲν τῆς εὐεξίας, ἡ δ’ ἄκρας εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη
τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δ’ ἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.