Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
Galen
Galen. Claudii Galeni Pergameni Scripta Minora, Vol. 3. Helmreich, Georg, editor. Leipzig: Teubner, 1893.
Cap. VIII. Ἴσως οὖν ἄμεινον ἐπ’ αὐτὴν ἀφικόμενον τὴν οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκείνην ποιήσασθαι. τί οὖν ἐστιν ἰατρική; εἴποι ἄν τις εἶναι ἐπιστήμην ὑγιεινῶν τε καὶ νοσερῶν. ἀλλὰ κἀν τούτῳ δόξει προχείρως εἰλῆφθαι τὸ ὑγιεινὸν ὡς μέρος δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν οἶμαι τῶν τἀναντία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλ’ οὗτοί γε πρῶτον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάντων ἐπιστήμη καὶ ὅστις γιγνώσκει τὰ νοσερά, τοῦτον ἀνάγκη πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον ἢ κατ’ ἐκείνους παρείσθω, λεγέσθω δ’ ἤδη τὸ δεύτερον ὧν || ἀγνοοῦσιν, ᾧ τάχ’ ἂν ἴσως ἀκολουθήσειεν, ὅτι μὴ περιλαμβάνεται κατὰ τὸν ὅρον τῆς ἰατρικῆς ἐξ ἀνάγκης τὸ ζητούμενον· ἔνεστι γάρ τινι διαστειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι σωμάτων μὲν τῶν ἐχόντων ὑγίειαν καὶ σημείων τῶν δηλούντων καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικήν, οὐ μὴν τῶν γε φυλαττόντων αὐτήν, ἀντιλαμβάνεσθαι κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπίστασθαι μήθ’ ὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, ὃ τοῖς νοσοῦσιν ἐπιφαινόμενον ὑγιείας μελλούσης ἐστὶ γνώρισμα, μήτ’ αἴτιον, ὃ τοῖς νοσοῦσι προσαγόμενον
ὑγιείας ἐστὶ ποιητικόν, ὥσπερ ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθ’ ὡς καὶ τὸ δεδεγμένον ὑγίειαν σῶμα καλοῦμεν ὑγιεινόν, ὧν πάντων ἐπιστήμην ὁ ἰατρὸς ἔχει μηδὲν κοινωνούντων τῷ προβλήματι πλὴν ὀνόματι. καὶ γὰρ εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ὁ ἰατρὸς ἐπιστάτης ἐστὶν ἢ γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς ἡμῖν προὔκειτο ζητεῖν, ὅπερ, ὡς ὀλίγον ἔμπροσθεν ἐδείχθη, || τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχει ζητήσει. πότερον γὰρ ἀπλῶς ὑγίεια τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς οὐδὲν διαφέρον εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν εἴτε φυλάττοντος οὖσαν ἢ τὸ ποιῆσαι μὲν μόνον ἰατρικῆς ἐστι, τὸ φυλάξαι δὲ τῆς γυμναστικῆς [αὐτῆς]; οὕτω δὲ καὶ περὶ τῆς γυμναστικῆς, ἆρά γ’ εὐεξία τὸ τέλος ἐστὶν ἢ ὑγίεια ἢ ποίησις ὁποτέρας τούτων ἢ φυλακή.Cap. IX. Κινδυνεύσομεν γάρ, ὡς ὁ λόγος ἔδειξεν, ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχεδὸν μόνην ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δ’ ἄλλας, τὴν μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθ’ ἕξιν ἄγουσαν, τὴν δ’ ἐν ταύτῃ φυλάττουσαν καὶ δύο ἄλλας ὁμοίως περὶ τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ τὴν ἑτέραν, ἔτι τε πρὸς ταύταις ἄλλας δύο περὶ τὴν ἀθλητικὴν εὐεξίαν. ἀπλῶς
μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ φύσιν ὀνομάζομεν εὐεξίαν, οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, || τὴν ἀθλητικήν, ἀλλ’ ἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ Ἱπποκράτης ὁτὲ μὲν ὡδί πως λέγων· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων, ὁτὲ δ’ αὖ πάλιν· ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί . . . ἀλλ’ ἐν τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ σε χρὴ γυμναστικὰ σώματα λέγεσθαι νῦν οὐ τὰ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόντων ἢ ἐρεσσόντων ἢ ἀμώντων ἤ τι τῶν ἄλλων, ὅσα κατὰ φύσιν ἀνθρώποις ἔργα, πραττόντων, ἀλλ’ οἷς αὐτὸ τοῦτ’ ἔστιν ἀγώνισμα τὸ γυμνάζεσθαι καταβλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν. διὰ τί μὲν οὖν ἡ τοιαύτη διάθεσις οὐ φύσει, δι’ ἑτέρων ἐξηγήμεθα· τὸ δ’ οὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς τὰ παρόντα τοῦτ’ ἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ γενήσονται περὶ τὸ σῶμα τέχναι τὴν μίαν ὑπερβᾶσιν ἢ καὶ νὴ Δι’ ἐννέα. τί γὰρ οὐ χρὴ δύο ἄλλας τέχνας τίθεσθαι, ἑτέραν μὲν τῆς ἄκρας εὐεξίας δημιουργόν, ἑτέραν δὲ τῆς αὐτῆς ταύτης φυλακτικήν; || ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας ὅτι χρὴ φεύγειν τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εἴρηται σαφέστατα· τῆς δ’ ἀπλῶς λεγομένης εὐεξίας τῆς κατὰ φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον ἀλλὰ καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως οὖν αἱ σύμπασαι γένοιντ’ ἂν ἐννέα περὶ τὸ σῶμα τέχναι καὶ τούτων ἑπτὰ μέν, ἃς ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δ’ αἱ λοιπαὶ κακοτεχνίαι δηλονότι καθάπερ καὶ ἡ κομμωτική. ταύτας μὲν οὖν, εἰ βούλει, παραλίπωμεν, ἐπέλθωμεν δ’ αὖθις τὰς ἑπτά, τὴν μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας δ’ ἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθ’ ἕξιν ὑγίειαν, δύο δὲ περὶ τὴν εὐεξίαν καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν. ἤδη μὲν οὖν κἀκ τούτων εὔδηλον, ὡς, εἰ μή τις θείη περὶ τὸ σῶμα τέχνην ἓν ἔχουσαν δηλονότι καὶ τὸ τέλος, ἀναγκαῖόν ἐστι τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι καὶ ὡς οὐδὲν ἄλλο τὸ τέλος τοῦτ’ ἔστι παρὰ τὴν ὑγίειαν.