De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ταυτὶ μὲν <οὗν> ὑπὲρ ἀπάντων χρὴ γινώσκειν κοινῇ· δ’ εἰρημένοις ἐφεξῆς ἐστιν ὅ τε τῆς καππάρεως καὶ ὁ [*](11—7, 12 193, 1—194, 2. o 156, 1—11) [*](7 ἐκπεσεῖν G: incidere L 11 κρόμυα G 15 μίνθη Ο, cf. adnota ad 7, 10 σισύμβρια GO: σισύμβριον Ο et C2 in Ο: sisimbrium L γλίχων G 16 θύμα Ο: θῦμα G: θύμον ὁ (sed θῦμα F): thymus L 18 τε induxi: om. Οο· farmaca iam sunt L: an φάρμακ’ ἐδτὶ? δέ G cf. § 78: γὰρ Οο: ἁ L 20 εἰσὶν G 22 23 ταυτὶ μὲν G: ταύτῃ μὲν οὖν Ο: ταῦτα μὶν οὑν o: hec igitur L: cf, VI 326, 18)

6
τῆς τερμίνθου καρπός καὶ τούτων ἐφεξῆς εὔζωμά τε καὶ σία καὶ σέλινα καὶ πετροσέλινα καὶ ὤκιμα καὶ ῥαφανῖδες καὶ κράμβη καὶ τεῦτλα.

μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως ἤκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις.