De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ἅπαντα γὰρ τὰ τοιαῦθ’ ὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη, καὶ μᾶλλον ὅσα χωρὶς ἑψήσεως ἐσθίεται, μῆλα καὶ ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων τοὺς σκληροτέρους ὁμοίως ταῖς κολοκύνθαις· καὶ τῶν μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἶ ἑφθαί. καὶ τῶν ὠμῶν ἐσθιομένων αἶ εἰς ἀπόθεσιν ἐπιτηδειόταται τῶν εἰρημένων ἧττόν εἰσι μοχθηραί. ἀλλὰ γὰρ οὐ περὶ τούτων ὁ λόγος μοι νῦν.

Αὖθις οὖν ἐπὶ τὰ λεπτύνντα τούς ἐν τῷ σώματι χυμοὺς ἐδέσματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέστερον ποιησάμενος ἀφ’ ὧν ἀπέλιπον, ἐπειδὴ διορισμοῦ δεῖταί τινος ἀκριβεστέρου.