De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

Ὅτι μὲν οὖν σκόροδα καὶ κρόμμυα καὶ κάρδαμα καὶ πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδ’ ἂν οὐδ᾿ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς ἐν αὐτοῖς δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον ὀρίγανόν τε καὶ καλαμίνθη καὶ σισύμβρια καὶ γλήχων καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα γὰρ ἤδη φάρμακα τε] καὶ οὐκέτι τροφαί.

καθόλου δὲ πᾶν τὸ ξηρὸν ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν ὢ μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐστιν ἰσχυρότερα, καὶ ὅσα κατὰ λόφους ἢ ἐν χωρίοις ἀνύδροις ηὐξήθη, τῶν ἐν πεδίοις ἢ κήποις ἢ τέλμασιν ἰσχυρότερα.