De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

πυροὶ μὲν οὖν ἔδεσμα τροφιμώτατόν εἰσι <καὶ> γλίσχρου καὶ παχέος ἐν τοῖς σώμασι γεννητικοί, ὥστε εἰ μή τις σκευάσας αὐτοὺς ὡς σκευάζονται προσφέροιτο, παχύν καὶ γλίσχρον ἱκανῶς ὑποθρέψει χυμόν.

οὔκουν οὔθ’ ἁπλῶς ἐψημένον ἐσθίειν χρὴ πυρόν, ὧς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν ἀγροίκων παμπόλλους — ἡδύνουσι δ’ ὀλίγοις ἁλσὶν αὐτόν — οὔτ’ ἄλευρον ποιήσαντας ἑψεῖν ὧς ἔτνος ἢ ὕδατι δεύσαντας ἢ γάλακτι· πᾶσαι γὰρ αἶ τοιαῦται σκευασίαι καὶ δύσπεπτοι καὶ κακόχυμοι, μόνη δ’ ἐπιτήδειος ἤπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, ἡ διὰ τῆς ζύμης τε καὶ τῶν ἀλῶν καὶ τοῦ κλιβάνου, χείρων δὲ βραχὺ ταύτης ἡ διὰ τῶν ἴπνων.