De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ἔνια δὲ τῶν τοιούτων οὕτως ἐστὶν ἰσχυρὰ ταῖς δυνάμεσιν ὥστ’ οὐδὲν ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι καὶ τὸ τοῦ πηγάνου σπέρμα τετύχηκεν ὄν, ἰσχυρὸν ἐν τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ <τὸ> τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως φαρμακῶδες μόνον ἀλλὰ καὶ κεφαλαλγές· καὶ χρήσαιτ’ ἄν τις αὐτοῖς εἰς ἒν μόνον ἐπιτηδείως, ἐπειδὰν δι’ οὔρων καθαρᾶι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ’· οὐ χρὴ μηκύνειν ἐν τούτοις.

Ἀλλ’ αὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων ἐπάνειμι γένος, ἃ δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος ἡ τῶν ὀσπρίων· ἔνιοι μέντοι χέδροπά ταῦτα καλοῦσιν· εἰσὶ δ’ οἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δ’ ἐξ αὖ | τῶν ὅσα τῇ χειρὶ [*](f.135r G) δρέπονται, χέδροπά προσαγορεύουσι, τὰ δ’ ἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἶ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὧς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηἄμεώς [*](1 αμεώς G 2 τορδίλου, ρ ex λ corr. G1 9 λυγοῦ, γ’ e corr. G1 κανάβεως G 10 farmacosa et dolere facientia caput L 12 προαιρεῖται G 16 δημήτρεια G 18 αὐτῶν G 19 εἰσὶ — 21 προσαγορεύουσι om. pd 21 δρέπονται cum medium esse possit, in δρέπεται mutare nolui: carpuntur v 28 πυροὸν G utrobique itemque mox πυρροὶ, πυρρῶν αὐτῷ] ei (scil. tritico) v: αὐτοῖς G: om. pd 24 ἐθέλοι G)

13
γήσομαι.