De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
τῶν μὲν γὰρ ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ πυρῶν αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατ’ εἶδος· ὅσοι μὲν γὰρ βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί τ’ εἰσὶ καὶ παχύχυμοι καὶ γλίσχρου χυμοῦ γεννητικοί· ὄσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ γλίσχρον ἀπογεννῶσι χυμόν.
ἔστι δὲ καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος ἱκανῶς τρόφιμα καὶ παχύχυμα καὶ γλίσχρα· ἀλλά σεμιδάλεως μὲν οὐδ’ ἀναγκαῖον ἅπτεσθαι τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις· χόνδρου δ’ ἔξεστιν ἀπολαύειν τὰ μέτρια <καὶ> καθ’ ἑαυτὸν ὕδατος ἑφθοῦ <καὶ> μετ’ οἰνομέλιτος ἢ οἴνου μὲν ἀλλά ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλε- [*](2 <καὶ> om. G: et L δ’ οὐκ οὑν οὐδ’ G: propter neque ἴ’ 8 αὐτούς G: id (sc. triticum) L οὐτ’] εἶτ’ G: neque L ποιήσαντες ἑψοῦσιν G: faciendo coquere (coquentes v) L 9 δεύσαντες G: infundentes v: infundendo pd 14 μεμνῆσθαι G: meminere v: imitari (= μιμεῖσθαι) pd 24 <καὶ> — om. G: et — et (vel v) L 26 λεπτοῦ G: subtile v: album)