De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

Ἐπεὶ δ’ ἐξ ἀρχῆς ὁ λόγος ἐγένετό μοι περὶ IV τῶν λαχανωδῶν ἐδεσμάτων ὡς τά πλεῖστα τοῦ γένους τούτου λεπτύνει, ἐφεξῆς ἂν εἴη ῥητέον καὶ περὶ τῶν ἀσπαράγων καλουμένων, ἑλείου τε καὶ μυακανθίνου καὶ τοῦ τῆς χαμαιδάφνης ἔτι τε καὶ βρυωνίας καὶ [*](3 ἑφθὰ G itemque infra ἑφθοῦ, ἑψοῦσιν 5 ἄνισον G 8 ἡγεῖται G: subenarrat L (an ὑφηγεῖται?) 10 πολλάκις multotiens) post ἰδιώτας L fort, recte 11 ὑποτρίμασιν G <ἂν> addidi: iubebam L 14—16 τὰ — εἰρημένα καὶ om. p 15 <διὰ>] per dv: om. G 18 ἐστι εἷναι G sunt (praeced. cf. 15, 5 et 7) L 19 quidem hiis L: fort, μὲν τούτων plus L: fort. πλεῖον 24 ἐλόυ G 25 βρυονίας G)

10
ἄγνου καὶ ἀκτῆς καὶ τῶν ὁμοίων· ἐν τούτῳ δὲ τῷ γένει καὶ οἶ τῶν ἀμπέλων ἕλικές εἰσι καὶ οἶ τῶν βάτων καὶ εἴ τινος ἄλλου δένδρου βλαστὸς ἢ ἄνθος ἐδώδιμον ὑπάρχει.

ὁ μὲν οὖν μυακάνθινος ὀνομαζόμενος τῆς μέσης πως ὑπάρχει δυνάμεως· ἐφ’ ἑκάτερα δὲ τούτου μικρὸν ἀποδέοντες ὅ θ’ ἕλειός ἐστι καὶ ὁ τῆς χαμαιδάφνης, τοσούτῳ δ’ ὑγρότερος ὁ ἕλειος ὅσῳ ξηρότερος ὁ τῆς χαμαιδάφνης· εὐστόμαχος δ’ οὐδὲν ἧττον τῶν εἰρημένων ἐστὶν ὅ τε τῆς βρυωνίας καὶ ὁ τοῦ ἄγνου καὶ <ὁ τῆς> ἀκτῆς | καὶ μᾶλλον ἔτι f. 134v G τούτων οἶ σαφῶς αὐστηροὶ καὶ στύφοντες οἷος καὶ ὁ τῆς βάτου καὶ· <ὁ> τῆς ἀμπέλου· καθαίρει δὲ διὰ κάτω γαστρὸς ὁ τῆς ἀκτῆς.