De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
ἀλλὰ τοὺς μὲν καθαίροντας οὐχ οἷόν τ’ ἐστὶ γνωρίσαι πρὶν πειραθῆναι, τῶν δ’ ἄλλων τῆς δυνάμεως ἔνεστι στοχάσασθαι τῇ γεύσει τεκμαιρόμενον. οἶ μὲν γὰρ στύφοντες ἄπαντες ἐύστόμαχοί τ’ εἰσὶ τοὐπίπαν καὶ μέσοι πως μάλιστα δύναμιν, ἐξ οὗ γένους ἐστὶ καὶ ὁ τῆς φοίνικος ἐγκέφαλος· οὕτω γὰρ ὀνομάζουσι τὸ ἁπαλὸν ἐκβλάστημα <*****> τοῦ φυτοῦ, καθάπ·ερ ἐλάτας τὰς ἐκ τῶν πλαγίων· οἶ δὲ καὶ πικρότητος ἐμφαίνοντές τι τοσούτῳ ξηρότεροι καὶ τμητικώτεροι τούτων εἰσὶν ὅσῳ καὶ πικρότεροι· εἰ δὲ καὶ δάκνοιεν ἢ θερμαίνοιεν ἐπιἕλιος [*](6 G utrobique 7 τοσούτῳ — χαμαιδάφνης om. L 9 βρυονίας G <ὁ τῆς> om. Gpv: qui d 10 post ἀκτῆς verba καὶ τῶν ὁμοίων ἐν τούτω δὲ [134v] τῷ γένει καὶ οἱ τῶν ἀμπέλων e versu 1 et 2 repetivit G 12 <ὁ> addidi: quales qui palmitis (palmitis vitis d) et qui rubi (et rubus v) L 14 τῶν . . ἄλλων] eorum que roborant ventrem (om, τῇ γεύσει) L 22. 23 teneram productionem earn (earn om. v) que fit in summitate plante L: fort. <τὸ γινόμενον ἐν τῇ κορυφῇ>, 623, 2 τὴν κορυφὴν τοθ’ φοίνικος, ἢν ὀνομάξουσιν ἐγκέφαλον αὐτοῦ 20 τἀς] τά? cf. XII 161, 11)
Περὶ μὲν οὖν λαχανωδῶν ἐδεσμάτων ἀρκεῖ καὶ V ταῦτα, σπερμάτων δ’ ἐφεξῆς μνημονεύω. καθόλου μὲν οὖν εἰπεῖν καὶ περὶ τῶνδε, τοῖς φυτοῖς ἔοικε τὰς δυνάμεις ὧν ἐστι σπέρματα, ξηρότερά γε μὴν ὑπάρχει πάντων ἐκείνων καὶ διὰ τοῦτο λεπτυντικώτερα καὶ οὐκ ἐξ ἅπαντος ἐδώδιμα, καθάπερ οὐδ’ αἶ βοτάναι τῶν ἐσθιομένων σπερμάτων ἐδώδιμοι πᾶσαι· πλὴν ὅσα γε τῶν σπερμάτων ἐσθίεται, κατὰ τὴν φύσιν ἀεὶ τῶν βοτανῶν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον ὧς εἴρηται ῥέποντα.